106
καταπλαγεῖσα δὲ ἡ γυνὴ Ἀέτιον μὲν εἰργάσατο οὐδὲν ἄχαρι οὐδέ τι ὠνείδισεν ὧν αὐτῷ ἐς τὸν βασιλέως οἶκον ἐπέπρακτο, ἐπεὶ αὐτός τε δυνάμει μεγάλῃ ἐχρῆτο καὶ τὰ τῆς βασιλείας πράγματα πονηρὰ ἤδη ἦν· τοῖς δὲ Βονιφατίου φίλοις τήν τε Ἀετίου ὑποθήκην ἔφραζε καὶ πίστεις παρεχομένη καὶ ὅρκια ἔχρῃζεν αὐτῶν ὅπως τὸν ἄνδρα, ἢν δύνωνται, πείσουσιν ἐπανήκειν ἐς τὰ πάτρια ἤθη, οὐ περιιδόντα ὑπὸ βαρβάροις κειμένην 3.3.30 τὴν Ῥωμαίων ἀρχήν. ἐπεὶ δὲ ὁ Βονιφάτιος ἤκουσε ταῦτα, τῆς τε πράξεως αὐτῷ καὶ τῆς ἐς τοὺς βαρβάρους ὁμολογίας μετέμελε, καὶ αὐτοὺς ἐλιπάρει μύρια 3.3.31 πάντα ὑποδεχόμενος ἀπὸ Λιβύης ἀνίστασθαι. τῶν δὲ οὐκ ἐνδεχομένων τοὺς λόγους, ἀλλὰ περιυβρίζεσθαι οἰομένων, ἐς χεῖρας αὐτοῖς ἐλθεῖν ἠναγκάσθη καὶ ἡσσηθεὶς τῇ μάχῃ ἐς Ἱππονερέγιον ἀνεχώρησε, πόλιν 3.3.32 ὀχυρὰν ἐν Νουμιδίᾳ τῇ ἐπὶ θαλάσσῃ κειμένην. ἔνθα δὴ οἱ Βανδίλοι στρατοπεδευσάμενοι Γιζερίχου σφίσιν ἡγουμένου ἐπολιόρκουν· Γόνθαρις γὰρ ἤδη ἐτεθνήκει. 3.3.33 φασὶ δὲ αὐτὸν πρὸς τοῦ ἀδελφοῦ ἀπολέσθαι. Βανδίλοι δὲ τούτοις οὐχ ὁμολογοῦντες Γόνθαρίν φασιν ἐν Ἱσπανίᾳ πρὸς Γερμανῶν ξυλληφθέντα ἐν μάχῃ ἀνασκολοπισθῆναι, καὶ Γιζέριχον ἤδη αὐτοκράτορα ὄντα Βαν3.3.34 δίλοις ἐς Λιβύην ἡγήσασθαι. ταῦτα μὲν δὴ οὕτω πρὸς Βανδίλων ἀκήκοα. χρόνου δὲ πολλοῦ διελθόντος, ἐπεὶ οὔτε βίᾳ οὔτε ὁμολογίᾳ τὸ Ἱππονερέγιον παραστήσασθαι οἷοί τε ἦσαν καὶ τῷ λιμῷ ἐπιέζοντο, 3.3.35 τὴν προσεδρείαν διέλυσαν. ὀλίγῳ δὲ ὕστερον χρόνῳ Βονιφάτιός τε καὶ οἱ ἐν Λιβύῃ Ῥωμαῖοι, ἐπεὶ αὐτοῖς ἔκ τε Ῥώμης καὶ Βυζαντίου πολὺς στρατὸς ἦλθε καὶ στρατηγὸς Ἄσπαρ, ἀναμαχέσασθαί τε ἠξίουν καὶ μάχης καρτερᾶς γενομένης παρὰ πολὺ ἡσσημένοι τῶν πολε3.3.36 μίων ὅπη ἕκαστος ἐδύναντο ἐς φυγὴν ὥρμηντο. καὶ ὅ τε Ἄσπαρ ἐπ' οἴκου ἀπεκομίσθη καὶ Βονιφάτιος ὡς Πλακιδίαν ἀφικόμενος τὴν ὑποψίαν διέλυεν, ὡς οὐκ ἐξ ἀληθοῦς αἰτίας ἐς αὐτὸν γένοιτο. 3.4.1 Τὴν μὲν δὴ Λιβύην οὕτω Βανδίλοι Ῥωμαίους ἀφελόμενοι ἔσχον. τῶν δὲ πολεμίων οὓς λάβοιεν ζῶντας ἐν ἀνδραπόδων ποιούμενοι μοίρᾳ ἐν φυλακῇ 3.4.2 εἶχον. ἐν τούτοις δὲ καὶ Μαρκιανὸν ξυνέπεσεν εἶναι, ὃς ὕστερον τελευτήσαντος Θεοδοσίου τὴν βασιλείαν 3.4.3 παρέλαβε. τότε μέντοι Γιζέριχος ἐν τῇ βασιλέως αὐλῇ παρεῖναι τοὺς αἰχμαλώτους ἐκέλευεν, ὅπως οἱ εἰδέναι σκοπουμένῳ ἐξῇ ὅτῳ ἂν δεσπότῃ αὐτῶν ἕκαστος οὐκ 3.4.4 ἀπὸ τῆς αὑτοῦ ἀξίας δουλεύοι. καὶ ἐπειδὴ ξυνελέγησαν αἴθριοι, ἀμφὶ ἡμέραν μέσην ὥρᾳ θέρους ἀχθόμενοι τῷ ἡλίῳ ἐκάθηντο. ἐν αὐτοῖς δὲ καὶ Μαρκιανὸς ὅπου 3.4.5 δὴ ἀπημελημένως ἐκάθευδε. καί τις αὐτοῦ ἀετὸς ὑπερίπτατο, τὰ πτερὰ, ὡς λέγουσι, διαπετάσας, ἀεί τε μένων ἐν τῇ αὐτῇ τοῦ ἀέρος χώρᾳ μόνον τὸν Μαρ3.4.6 κιανὸν ἐπεσκίαζεν. ἐκ δὲ τῶν ὑπερῴων τὸ ποιούμενον ἰδὼν Γιζέριχος, ἀγχίνους τις ὢν μάλιστα, θεῖόν τε εἶναι τὸ πρᾶγμα ὑπώπτευσε καὶ τὸν ἄνθρωπον μετα3.4.7 πεμψάμενος ἐπυνθάνετο αὐτοῦ ὅστις ποτὲ εἴη. ὁ δὲ τῶν ἀπορρήτων Ἄσπαρι ἔφη κοινωνὸς εἶναι· δομέστικον δὲ τοῦτον τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι. 3.4.8 ταῦτα Γιζερίχῳ ἀκούσαντι καὶ ξυμβαλλομένῳ μὲν τὸ τοῦ ὄρνιθος ἔργον, τὴν δὲ Ἄσπαρος δύναμιν ἐν νῷ ἔχοντι ὅσῃ ἐν Βυζαντίῳ ἐχρῆτο, καταφανὲς ἐγίνετο 3.4.9 ὡς εἰς βασιλείαν ὁ ἀνὴρ ἄγοιτο. κτεῖναι μὲν οὖν αὐτὸν ἥκιστα ἐδικαίου, ἐκλογιζόμενος ὡς, ἢν μὲν ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζῃ, εὔδηλον ἔσται ὡς οὐδὲν ἂν τὸ τῷ ὄρνιθι ποιηθὲν εἴη (οὐ γὰρ βασιλέα τῇ σκιᾷ θεραπεύοι, ὅς γε αὐτίκα δὴ ἀπολεῖσθαι ἔμελλε), λόγῳ τε αὐτὸν οὐδενὶ κτείνοι· ἢν δέ γε χρῆν ἐν τῷ ὑστέρῳ χρόνῳ βασιλεῦσαι τὸν ἄνθρωπον, οὐ μήποτέ οἱ θανάτῳ καταληπτὸς ἔσται· τὰ γὰρ τοῦ θεοῦ ἐς βουλὴν ἥκοντα οὐκ ἂν δύναιτο ἀνθρώπου γνώμῃ κωλυτὰ 3.4.10 εἶναι. ὅρκοις δὲ αὐτὸν καταλαμβάνει ὡς, ἢν ἐπ' αὐτῷ ἔσται, οὔποτε πρός γε Βανδίλους ἐν ὅπλοις γένηται. οὕτω δὴ Μαρκιανὸς ἀφειμένος ἐς Βυζάντιον ἀφίκετο καὶ Θεοδοσίου χρόνῳ ὕστερον τελευτήσαντος ἐδέξατο 3.4.11 τὴν βασιλείαν. καὶ τὰ μὲν ἄλλα ξύμπαντα βασιλεὺς ἐγεγόνει ἀγαθὸς, τὰ δὲ ἀμφὶ Λιβύην ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἀλλὰ ταῦτα μὲν ἐν τῷ ὑστέρῳ χρόνῳ ἐγένετο. 3.4.12 Γιζέριχος δὲ τότε Ἄσπαρά τε καὶ Βονιφάτιον μάχῃ