266
ἀνελόμενοι, ὧν αὐτὸς «ἐνταῦθα κειμένων ὑπερορᾷς, οὐδενὸς τῶν σῶν ἀπο»κεκλεισμένοι τὸ λοιπὸν ὦσι.» τὰ γράμματα μὲν το6.24.11 σαῦτα ἐδήλου. ἐπεὶ δὲ αὐτὰ Οὐίττιγις ἀπενεχθέντα 6.24.11 εἶδεν, ἐν μὲν τῷ παραυτίκα τοὺς ἄνδρας πάσῃ τῇ Γότθων στρατιᾷ βοηθήσειν Αὐξίμῳ ὑποσχόμενος ἀπεπέμψατο, μετὰ δὲ πολλὰ λογισάμενος ἡσυχίαν ἦγε. 6.24.12 τούς τε γὰρ ἀμφὶ τὸν Ἰωάννην ὑπώπτευε μὴ κατὰ νώτου σφίσιν ἐπισπόμενοι ἐν ἀμφιβόλῳ ποιήσωνται, καὶ πολλὴν οἰόμενος ξὺν Βελισαρίῳ μαχίμων ἀνδρῶν 6.24.13 δύναμιν εἶναι ἐς ἀμήχανόν τι δέος ἐξέπιπτε. μάλιστα δὲ ἁπάντων ὁ λιμὸς αὐτὸν ξυνετάρασσεν, οὐκ ἔχοντα ὅθεν ἂν τὰ ἐπιτήδεια τῷ στρατοπέδῳ πορί6.24.14 ζηται. οἱ μὲν γὰρ Ῥωμαῖοι ἅτε θαλασσοκρατοῦντες καὶ τὸ ἐν Ἀγκῶνι φρούριον ἔχοντες, τὰ ἀναγκαῖα πάντα ἔκ τε Σικελίας καὶ Καλαβρίας ἐνταῦθα κατα6.24.15 τιθέμενοι ἐς καιρὸν ἐνθένδε εὐπετῶς ἔφερον. Γότθοις δὲ στρατεύουσιν ἐς Πικηνῶν τὴν χώραν πόρον οὐδένα τῶν ἐπιτηδείων ἐννοῶν ἔσεσθαι ἐς ἀμηχανίαν καθίστατο. 6.24.16 Οὐιττίγιδος μὲν οὖν τὴν ὑπόσχεσιν λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἤνεγκαν οἱ πρώην ἐς αὐτὸν ἐνθένδε σταλέντες καὶ βαρβάρους τοὺς ἐνταῦθα κεναῖς 6.24.17 ἐλπίσιν ἐπέρρωσαν. Βελισάριος δὲ ταῦτα πρὸς τῶν αὐτομόλων ἀκούσας ἔτι μᾶλλον ἐς τὸ ἀκριβὲς φυλακὴν ἐκέλευε ποιεῖσθαι, ὅπως μή τι συμβαίη καὶ αὖθις τοιοῦτο. ταῦτα μὲν ἐγίνετο τῇδε. 6.24.18 Οἱ δὲ ἀμφὶ Κυπριανὸν καὶ Ἰουστῖνον Φισούλαν πολιορκοῦντες τῷ μὲν περιβόλῳ προσβάλλειν ἢ ἄγχιστά που αὐτοῦ ἰέναι οὐδαμῆ εἶχον· δυσπρόσοδον γὰρ τοῦτο πανταχόθεν τὸ φρούριον ἦν· τῶν δὲ βαρβάρων σφίσι συχνὰ ἐπεξιόντων μάχῃ τε μᾶλλον διακρίνεσθαι πρὸς αὐτοὺς ἐθελόντων ἢ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιέζεσθαι, ἀγχώμαλοι μὲν αἱ ξυμβολαὶ τὰ πρῶτα ἐγίνοντο, ἔπειτα δὲ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες ἔς τε τὸ τεῖχος τοὺς πολεμίους κατέκλεισαν καὶ ἀσφαλῶς διεφύλασσον, 6.24.19 ὥστε μηδένα πη ἐνθένδε ἰέναι. οἱ μὲν οὖν βάρβαροι τῶν τε ἀναγκαίων σπανίζοντες καὶ τοῖς παροῦσιν ἀπορούμενοι, λαθόντες αὖθις τοὺς πολεμίους παρὰ τὸν Οὐίττιγιν ἔπεμπον, βοηθεῖν σφίσιν αὐτοῖς κατὰ τάχος δεόμενοι, ὡς οὐκέτι πλείω τινὰ ἀνθέξουσι χρόνον. 6.24.20 Οὐίττιγις δὲ Οὐραΐαν ἐκέλευε ξὺν τῷ ἐν Λιγούροις στρατῷ ἐς Τικινοὺς ἰέναι· οὕτω γὰρ καὶ αὐτὸς ἰσχυρίζετο πάσῃ τῇ Γότθων δυνάμει τοῖς πολιορκουμένοις 6.24.21 παρέσεσθαι. ὁ δὲ κατὰ ταῦτα ἐποίει καὶ ἅπαν κινήσας τὸ ξὺν αὐτῷ στράτευμα ἐς Τικινοὺς ᾔει. Πάδον τε ποταμὸν διαβάντες ἐγγύς που τοῦ τῶν Ῥωμαίων 6.24.22 στρατοπέδου ἦλθον. οὗ δὴ καὶ αὐτοὶ στρατοπεδευσάμενοι ἀντεκάθηντο τοῖς πολεμίοις, ἀπέχοντες αὐτῶν μάλιστα ὅσον σταδίους ἑξήκοντα. χειρῶν δὲ οὐδέτεροι 6.24.23 ἦρχον. τοῖς τε γὰρ Ῥωμαίοις ἔδοξεν ἀποχρῆν, εἰ τοῖς ἐναντίοις ἐμποδὼν στήσονται, ὥστε μὴ ἐπὶ τοὺς πολιορκοῦντας πορεύεσθαι, καὶ οἱ βάρβαροι ἐνταῦθα ὤκνουν διαμάχεσθαι τοῖς πολεμίοις, λογιζόμενοι ὡς, ἢν ἐν ταύτῃ τῇ ξυμβολῇ ἀτυχήσωσιν, ἅπαντα Γότθων 6.24.24 διαφθεροῦσι τὰ πράγματα. οὐ γὰρ ἔτι τοῖς ἀμφὶ τὸν Οὐίττιγιν ἐπιμιγνύμενοι ἀμύνειν τοῖς πολιορκουμένοις ξὺν αὐτῷ ἕξουσι. τοιαύτῃ μὲν γνώμῃ ἑκάτεροι ἡσυχίαν ἦγον. 6.25.1 Ἐν τούτῳ δὲ Φράγγοι κεκακῶσθαι τῷ πολέμῳ Γότθους τε καὶ Ῥωμαίους ἀκούσαντες καὶ δι' αὐτὸ ῥᾷστα ἂν οἰόμενοι Ἰταλίας τὰ πολλὰ σφίσιν αὐτοῖς προσποιήσασθαι, δεινὰ ἐποιοῦντο, εἰ πόλεμον μὲν ἕτεροι ἐς τοσόνδε χρόνου διαφέρουσι μῆκος περὶ χώρας ἀρχῇ, οὕτω δὴ αὐτοῖς ἐν γειτόνων οὔσης, αὐτοὶ δὲ ἡσυχῆ μένοντες ἀμφοτέροις ἐκποδὼν στήσονται. 6.25.2 ὅρκων τοίνυν ἐν τῷ παραυτίκα καὶ ξυνθηκῶν ἐπιλελησμένοι, αἵπερ αὐτοῖς ὀλίγῳ πρότερον πρός τε Ῥωμαίους καὶ Γότθους ἐπεποίηντο (ἔστι γὰρ τὸ ἔθνος τοῦτο τὰ ἐς πίστιν σφαλερώτατον ἀνθρώπων ἁπάντων) ἐς μυριάδας δέκα εὐθὺς ξυλλεγέντες, ἡγουμένου σφίσι Θευδιβέρτου, ἐς Ἰταλίαν ἐστράτευσαν, ἱππέας μὲν ὀλίγους τινὰς ἀμφὶ τὸν ἡγούμενον ἔχοντες, οἳ δὴ καὶ 6.25.3 μόνοι δόρατα ἔφερον, οἱ λοιποὶ δὲ πεζοὶ ἅπαντες οὔτε τόξα οὔτε δόρατα ἔχοντες, ἀλλὰ ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ πέλεκυν ἕνα. οὗ δὴ ὁ μὲν σίδηρος ἁδρός τε καὶ ὀξὺς ἑκατέρωθι ἐς τὰ