301
μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τού7.16.31 «των ὧν αὐτὸς εἴρηκας. τί γὰρ ἄν τις ἐνοχλοίη «τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν; «ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς «Ῥωμαίους τοὺς σοὶ ὅπλα ἀντάραντας φιλανθρωπίαν «ἐνδείκνυσθαι μέλλεις, ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ «σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως. 7.16.32 «ἀλλ' ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν «ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας «ὑπερφρονοῦσι νεμεσᾶν εἴωθε.» 7.17.1 Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλλάσσετο. καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. τοὺς μέντοι στρατιώτας οὔπω τὰ ἀναγκαῖα ἐπελελοίπει, 7.17.2 ἀλλ' ἔτι ἀντεῖχον. διὸ δὴ ἀθρόοι Ῥωμαῖοι γενόμενοι καὶ τοῖς τοῦ βασιλέως στρατοῦ ἄρχουσι, Βέσσᾳ τε καὶ Κόνωνι, προσελθόντες, δεδακρυμένοι ξὺν οἰμωγῇ πολλῇ ἔλεξαν τοιάδε «Τοιαύτας μὲν οὔσας, ὦ στρατη»γοὶ, τύχας ἡμῖν τὰς παρούσας ὁρῶμεν, ὥστε εἰ καί «τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα 7.17.3 «ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν. ἡ γὰρ «τῆς ἀνάγκης ὑπερβολὴ τὴν ἀπολογίαν ἐφ' ἑαυτῆς «ἔχει. νῦν δὲ ἀμύνειν ἔργῳ ἡμῖν αὐτοῖς οὐχ οἷοί τε «ὄντες, δηλώσοντές τε λόγῳ καὶ ἀποκλαύσοντες τὴν «ξυμφορὰν παρ' ὑμᾶς ἥκομεν· ὅπως δὲ ἀκούσησθε «πρᾴως, οὐ ξυνταρασσόμενοι τῷ τῶν λόγων θράσει, 7.17.4 «ἀλλὰ τῇ τοῦ πάθους ἀκμῇ τοῦτο σταθμώμενοι. ὁ γὰρ «ἀπογνῶναι τὴν σωτηρίαν ἠναγκασμένος οὐκ ἔργοις, «οὐ ῥήμασι τὴν εὐκοσμίαν διασώσασθαι τὸ λοιπὸν 7.17.5 «δύναται. ἡμᾶς, ὦ στρατηγοὶ, μήτε Ῥωμαίους μήτε «ξυγγενεῖς ὑμῖν νομίζετε εἶναι, μήτε ὁμοτρόπους τοῖς «τῆς πολιτείας ἤθεσι γεγονέναι, μήτε ἀρχὴν ἑκόντας «τῇ πόλει τὸν βασιλέως δέχεσθαι στρατὸν, ἀλλὰ πολε»μίους τὸ ἐξ ἀρχῆς ὄντας καὶ ὅπλα ἐφ' ὑμῖν ἀραμένους, «εἶτα ἡσσηθέντας τῇ μάχῃ, ἀνδράποδα δορυάλωτα ὑμῶν «αὐτῶν κατά γε τὸν τοῦ πολέμου γενέσθαι νόμον. 7.17.6 «καὶ χορηγεῖτε τοῖς ὑμετέροις αἰχμαλώτοις τροφὴν οὐ «κατὰ τὴν χρείαν ἡμῖν ἀποχρῶσαν, ἀλλ' ὥστε ἀποζῆν «διαρκῶς ἔχουσαν, ὅπως δὴ καὶ ἡμεῖς περιόντες ἀνθ»υπουργήσωμεν ὑμῖν ὅσα τοὺς οἰκέτας τοῖς κεκτη7.17.7 «μένοις ὑπηρετεῖν ἄξιον. εἰ δὲ τοῦτο οὐ ῥᾴδιον ἢ «βουλομένοις ὑμῖν, ἀλλ' ἀφεῖναι ἡμᾶς τῆς ὑμετέρας «δικαιοῦτε χειρὸς, ἐκεῖνο κερδανοῦντες, τὸ μὴ περὶ «τὰς τῶν δούλων πονεῖσθαι ταφάς· ἢν δὲ μηδὲ τοῦτο «ἡμῖν ἀπολέλειπται, ἀποκτιννύναι ἡμᾶς ἀξιοῦτε καὶ «μὴ ἀποστερήσητε τελευτῆς σώφρονος μηδὲ θανάτου «φθονήσητε τοῦ πάντων ἡδίστου, ἀλλὰ πράξει μιᾷ 7.17.8 «μυρίων ἀπαλλάξατε Ῥωμαίους δυσκόλων.» ταῦτα οἱ ἀμφὶ Βέσσαν ἀκούσαντες τὸ μὲν τὰ ἐπιτήδεια χορηγεῖν σφίσιν ἀδύνατον, τὸ δὲ ἀποκτιννύναι ἀνόσιον ἔφασαν εἶναι, οὐ μέντοι οὐδὲ τὸ ἀφεῖναι ἀκίνδυνον. Βελισάριον δὲ καὶ τὸν ἐκ Βυζαντίου στρατὸν αὐτίκα δὴ μάλα παρέσεσθαι ἰσχυρίσαντο, ταύτῃ τε αὐτοὺς παρηγορήσαντες ἀπεπέμψαντο. 7.17.9 Ὁ δὲ λιμὸς ἔτι μᾶλλον ἀκμάζων τε καὶ μηκυνόμενος ἐπὶ μέγα κακοῦ ᾔρετο, βρώσεις ὑποβάλλων ἐκτό7.17.10 πους τε καὶ τῆς φύσεως ὑπερορίους. τὰ μὲν οὖν πρῶτα Βέσσας τε καὶ Κόνων, οἵπερ τοῦ ἐν Ῥώμῃ φυλακτηρίου ἦρχον (σίτου γὰρ πολύ τι μέτρον ἐντὸς τοῦ Ῥώμης περιβόλου ἐναποθέμενοι σφίσιν ἔτυχον) καὶ οἱ στρατιῶται χρείας τῆς οἰκείας ἀποτεμνόμενοι ἀπεδίδοντο Ῥωμαίων τοῖς εὖ πράσσουσι χρημάτων μεγάλων· μεδίμνου μὲν γὰρ τιμὴ ἑπτὰ ἐγεγόνει χρυσοῖ. 7.17.11 οἷς μέντοι οὐχ οὕτω τὰ κατὰ τὴν οἰκίαν ἐφέρετο, ὥστε βρώσεως ἐς τόσον ἀξιωτέρας μεταλαγχάνειν ἱκανοῖς εἶναι, οἱ δὲ τῆς τιμῆς τὸ τεταρτημόριον κατατιθέντες πιτύρων τε τὸ μέδιμνον ἐμπλησάμενοι ἤσθιον, τῆς ἀνάγκης αὐτοῖς ἡδίστην τε καὶ τρυφερωτάτην 7.17.12 ποιούσης τὴν βρῶσιν. καὶ βοῦν δὲ, ὃν ἂν ἐπεξιόντες οἱ Βέσσα ὑπασπισταὶ λάβοιεν, ἀπεδίδοντο κατὰ πεντήκοντα χρυσῶν. ὅτῳ δὲ ἵππος τεθνεὼς ἢ ἄλλο τι τοιοῦτον ὑπῆρχεν, ἐν τοῖς ἄγαν εὐδαίμοσιν ὁ Ῥωμαῖος οὗτος ἐτάσσετο, ὅτι δὴ κρέασι ζῴου τεθνηκότος ἐντρυ7.17.13 φᾶν εἶχεν. ὁ δὲ δὴ ἄλλος ἅπας ὅμιλος τὰς ἀκαλήφας μόνας