202
τάχος ἰέναι, ἢν δέ τι ξύμβαμα ξυμπεπτωκέναι αὐτοῖς πύθωνται, μηκέτι περαιτέρω πορεύεσθαι, ἀλλ' αὐτοῦ 5.12.28 μένειν. καὶ οἱ μὲν ἐποίουν ὅσα Θευδέριχος σφίσιν ἐπήγγελλε, Γερμανοὶ δὲ κατὰ μόνας Βουργουζίωσιν 5.12.29 ἐς χεῖρας ἦλθον. μάχης τε καρτερᾶς γενομένης φόνος μὲν ἑκατέρων πολὺς γίνεται· ἦν γὰρ ἀγχώμαλος ἐπὶ 5.12.30 πλεῖστον ἡ ξυμβολή· ἔπειτα δὲ Φράγγοι τρεψάμενοι τοὺς πολεμίους ἐς τὰ ἔσχατα χώρας ἧς τότε ᾤκουν ἐξήλασαν, ἔνθα σφίσι πολλὰ ὀχυρώματα ἦν, αὐτοὶ δὲ 5.12.31 τὴν λοιπὴν ξύμπασαν ἔσχον. ἅπερ Γότθοι ἀκούσαντες κατὰ τάχος παρῆσαν. κακιζόμενοί τε πρὸς τῶν ξυμμάχων τὸ τῆς χώρας δύσοδον ᾐτιῶντο, καὶ τὴν ποινὴν καταθέμενοι τὴν χώραν, καθάπερ ξυνέκειτο, ξὺν τοῖς 5.12.32 νενικηκόσιν ἐνείμαντο. οὕτω τε Θευδερίχου ἡ πρόνοια ἔτι μᾶλλον ἐγνώσθη, ὅς γε οὐδένα τῶν ὑπηκόων ἀποβαλὼν ὀλίγῳ χρυσῷ τὴν ἡμίσειαν τῶν πολεμίων ἐκτήσατο χώραν. οὕτω μὲν τὸ κατ' ἀρχὰς Γότθοι τε καὶ Γερμανοὶ μοῖράν τινα Γαλλίας ἔσχον. 5.12.33 Μετὰ δὲ Γερμανοὶ τῆς δυνάμεως σφίσιν ἐπίπροσθεν ἰούσης ἐν ὀλιγωρίᾳ ποιησάμενοι Θευδέριχόν τε καὶ τὸ ἀπ' αὐτοῦ δέος ἐπί τε Ἀλάριχον καὶ Οὐισι5.12.34 γότθους ἐστράτευσαν. ἃ δὴ Ἀλάριχος μαθὼν Θευδέριχον ὅτι τάχιστα μετεπέμπετο. καὶ ὁ μὲν ἐς τὴν 5.12.35 ἐπικουρίαν στρατῷ πολλῷ ᾔει. ἐν τούτῳ δὲ Οὐισίγοτθοι, ἐπεὶ Γερμανοὺς ἀμφὶ πόλιν Καρκασιανὴν στρατοπεδεύειν ἐπύθοντο, ὑπηντίαζόν τε καὶ στρατό5.12.36 πεδον ποιησάμενοι ἠρέμουν. χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε καὶ, ἅτε τῆς χώρας πρὸς τῶν πολεμίων ληιζομένης, 5.12.37 δεινὰ ἐποιοῦντο. καὶ τελευτῶντες ἐς Ἀλάριχον πολλὰ ὕβριζον, αὐτόν τε διὰ τὸ τῶν πολεμίων δέος κακίζοντες καὶ τοῦ κηδεστοῦ τὴν μέλλησιν ὀνειδίζοντες. 5.12.38 ἀξιόμαχοι γὰρ αὐτοὶ ἰσχυρίζοντο εἶναι καὶ ῥᾷον κατὰ 5.12.39 μόνας περιέσεσθαι Γερμανῶν τῷ πολέμῳ. διὸ δὴ καὶ Γότθων σφίσιν οὔπω παρόντων Ἀλάριχος ἠνάγκαστο 5.12.40 τοῖς πολεμίοις διὰ μάχης ἰέναι. καθυπέρτεροι δὲ Γερμανοὶ ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενοι τῶν τε Οὐισιγότθων τοὺς πλείστους καὶ Ἀλάριχον τὸν ἄρχοντα 5.12.41 κτείνουσι. καὶ Γαλλίας μὲν καταλαβόντες τὰ πολλὰ ἔσχον, Καρκασιανὴν δὲ πολλῇ σπουδῇ ἐπολιόρκουν, ἐπεὶ τὸν βασιλικὸν πλοῦτον ἐνταῦθα ἐπύθοντο εἶναι, ὃν δὴ ἐν τοῖς ἄνω χρόνοις Ἀλάριχος ὁ πρεσβύτατος 5.12.42 Ῥώμην ἑλὼν ἐληίσατο. ἐν τοῖς ἦν καὶ τὰ Σολόμωνος τοῦ Ἑβραίων βασιλέως κειμήλια, ἀξιοθέατα ἐς ἄγαν ὄντα. πρασία γὰρ λίθος αὐτῶν τὰ πολλὰ ἐκαλλώπιζεν, ἅπερ ἐξ Ἱεροσολύμων Ῥωμαῖοι τὸ παλαιὸν εἷλον. 5.12.43 Οὐισιγότθων δὲ οἱ περιόντες Γισέλιχον, νόθον Ἀλαρίχου υἱὸν, ἄρχοντα σφίσιν ἀνεῖπον, Ἀμαλαρίχου τοῦ τῆς Θευδερίχου θυγατρὸς παιδὸς ἔτι κομιδῆ ὄντος. 5.12.44 ἔπειτα δὲ Θευδερίχου ξὺν τῷ Γότθων στρατῷ ἥκοντος 5.12.45 δείσαντες Γερμανοὶ τὴν πολιορκίαν διέλυσαν. ἔνθεν τε ἀναχωρήσαντες Γαλλίας τὰ ἐκτὸς Ῥοδανοῦ ποταμοῦ ἐς ὠκεανὸν τετραμμένα ἔσχον. ὅθεν αὐτοὺς ἐξελάσαι Θευδέριχος οὐχ οἷός τε ὢν ταῦτα μὲν σφᾶς ξυνεχώρει 5.12.46 ἔχειν, αὐτὸς δὲ Γαλλίας τὰ λοιπὰ ἀνεσώσατο. Γισελίχου τε ἐκποδὼν γενομένου ἐς τὸν θυγατριδοῦν Ἀμαλάριχον τὴν Οὐισιγότθων ἀρχὴν ἤνεγκεν, οὗ δὴ αὐτὸς 5.12.47 ἐπετρόπευε παιδὸς ἔτι ὄντος. χρήματά τε λαβὼν ξύμπαντα ὅσα ἐν πόλει Καρκασιανῇ ἔκειτο ἐς Ῥάβενναν κατὰ τάχος ἀπήλαυνεν, ἄρχοντάς τε ἀεὶ καὶ στρατιὰν Θευδέριχος ἔς τε Γαλλίαν καὶ Ἱσπανίαν πέμπων αὐτὸς εἶχε τῷ ἔργῳ τὸ τῆς ἀρχῆς κράτος προνοήσας τε ὅπως βέβαιον αὐτὸ ἐς ἀεὶ ἕξει φόρου ἀπαγωγὴν ἔταξέν οἱ 5.12.48 αὐτῷ ἀποφέρειν τοὺς ταύτῃ ἄρχοντας. δεχόμενός τε αὐτὴν ἐς ἕκαστον ἔτος, τοῦ μὴ δοκεῖν φιλοχρημάτως ἔχειν, τῷ Γότθων τε καὶ Οὐισιγότθων στρατῷ δῶρον 5.12.49 ἐπέτειον ἔπεμπε. καὶ ἀπ' αὐτοῦ Γότθοι τε καὶ Οὐισίγοτθοι προϊόντος τοῦ χρόνου ἅτε ἀρχόμενοί τε πρὸς ἀνδρὸς ἑνὸς καὶ χώραν τὴν αὐτὴν ἔχοντες παῖδας τοὺς σφετέρους ἀλλήλοις ἐγγυῶντες ἐς ξυγγένειαν ἐπεμίγνυντο. 5.12.50 Μετὰ δὲ Θεῦδις, Γότθος ἀνὴρ, ὅνπερ Θευδέριχος τῷ στρατῷ ἄρχοντα ἔπεμψε, γυναῖκα ἐξ Ἱσπανίας γαμετὴν ἐποιήσατο, οὐ γένους μέντοι