27
Κομάνῃ, οὐχ ὁ ἐν Ταύροις ἐστίν. ἀλλ' ὅπως ἐγένετο, ἐγὼ δηλώσω. 1.17.13 Ἐπειδὴ ἐκ Ταύρων Ὀρέστης ξὺν τῇ ἀδελφῇ ἀπιὼν ᾤχετο, ξυνέπεσεν αὐτῷ νοσῆσαι τὸ σῶμα. καὶ ἀμφὶ τῇ νόσῳ πυνθανομένῳ χρῆσαι τὸ μαντεῖόν φασιν οὐ πρότερον λωφήσειν αὐτῷ τὸ κακὸν, πρὶν τῇ Ἀρτέμιδι ναὸν δείμασθαι ἐν χώρῳ τοιούτῳ, οἷον δὴ τὸν ἐν Ταύροις ξυμβαίνει εἶναι, ἐνταῦθά τε ἀποκείρασθαι τὴν αὑτοῦ κόμην καὶ αὐτῇ ὁμωνύμως καλέσαι τὴν 1.17.14 πόλιν. διὸ δὴ Ὀρέστην περιιόντα τὰ ἐκείνῃ χωρία ἐν Πόντῳ γενέσθαι, κατιδεῖν τε ὄρος, ὃ δὴ ἐνταῦθα ἀπότομον ἀπεκρέματο, ἔρρει τε ἔνερθεν παρὰ τὰς τοῦ 1.17.15 ὄρους ἐσχατιὰς ποταμὸς Ἶρις. ὑποτοπήσαντα οὖν τὸν Ὀρέστην τότε τοῦτόν οἱ τὸν χῶρον δηλοῦν τὸ μαντεῖον, πόλιν τε ἐνταῦθα λόγου ἀξίαν καὶ τὸν τῆς Ἀρτέμιδος νεὼν δείμασθαι, τήν τε κόμην ἀποθριξάμενον ὁμωνύμως αὐτῇ καλέσαι τὴν πόλιν, ἣ δὴ Κόμανα καὶ 1.17.16 ἐς ἐμὲ ὀνομάζεται. τούτων τε Ὀρέστῃ ἐξειργασμένων οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὴν νόσον ἀκμάζειν. αἰσθόμενον δὲ τὸν ἄνθρωπον ὡς οὐκ ἐπιτηδείως ταῦτα τῷ μαντείῳ ποιοίη, ἅπαντα αὖθις περιιόντα διασκοπεῖσθαι καὶ χῶρόν τινα ἐν Καππαδόκαις 1.17.17 εὑρεῖν τῷ ἐν Ταύροις τὰ μάλιστα ἐμφερέστατον. ὅνπερ καὶ ἐγὼ πολλάκις ἰδὼν ἠγάσθην τε ὑπερφυῶς καί μοι ἐδόκουν ἐν Ταύροις εἶναι. τό τε γὰρ ὄρος τοῦτο ἐκείνῳ ἀτεχνῶς ἔοικεν, ἐπεὶ κἀνταῦθα ὁ Ταῦρός ἐστι, καὶ ὁ ποταμὸς Σάρος τῷ ταύτῃ Εὐφράτῃ εἰκάζεται. 1.17.18 πόλιν τε οὖν ἀξιοθέατον ᾠκοδομήσατο ἐνταῦθα Ὀρέστης καὶ νεὼς δύο, τὸν ἕτερον μὲν τῇ Ἀρτέμιδι, τὸν δὲ ἄλλον τῇ ἀδελφῇ Ἰφιγενείᾳ, οὓς δὴ Χριστιανοὶ ἱερὰ σφίσι πεποίηνται, τῆς οἰκοδομίας οὐδὲν τὸ παράπαν 1.17.19 μεταβαλόντες. αὕτη καλεῖται καὶ νῦν ἡ χρυσῆ Κόμανα, τῆς Ὀρέστου κόμης ἐπώνυμος οὖσα, ἣν δὴ ἐκεῖνον ἐνταῦθά φασιν ἀποκειράμενον διαφυγεῖν τὸ ἀρρώ1.17.20 στημα. τινὲς δὲ λέγουσιν αὐτὸν οὐκ ἄλλην τινὰ νόσον ἢ τὴν μανίαν ταύτην ἀποφυγεῖν, ἥπερ αὐτὸν ἔσχεν, ἐπειδὴ τὴν μητέρα τὴν ἑαυτοῦ ἔκτεινεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. 1.17.21 Ἔκ τε γὰρ τῶν ἐν Ταύροις Ἀρμενίων καὶ χώρας τῆς Κελεσηνῆς ποταμὸς Εὐφράτης ἐν δεξιᾷ ῥέων γῆν τε πολλὴν περιβάλλεται καὶ ποταμῶν οἱ ἄλλων τε ἀναμιγνυμένων καὶ αὐτοῦ Ἀρσίνου, ὃς δὴ ἐκ τῶν Περσαρμενίων καλουμένων πολὺς φέρεται, μέγας τε, ὡς τὸ εἰκὸς, γεγενημένος ἐς τοὺς πάλαι μὲν Λευκοσύρους, νῦν δὲ Ἀρμενίους μικροὺς καλουμένους χωρεῖ, 1.17.22 ὧν δὴ πόλις πρώτη Μελιτηνὴ λόγου πολλοῦ ἀξία ἐστί. τὸ δὲ ἐντεῦθεν τά τε Σαμόσατα παραρρεῖ καὶ τὴν Ἱεράπολιν καὶ πάντα τὰ ἐκείνῃ χωρία μέχρι ἐς τῶν Ἀσσυρίων τὴν γῆν, οὗ δὴ ἀλλήλοιν ἄμφω τὼ ποταμὼ ἀναμιγνυμένω ἐς ἓν ὄνομα τὸ τοῦ Τίγρητος 1.17.23 ἀποκέκρινται. χώρα γοῦν, ἣ ἐκ Σαμοσάτων ἐκτὸς Εὐφράτου ποταμοῦ ἐστι, πάλαι μὲν Κομμαγηνὴ ἐκλήθη, τανῦν δὲ τῷ ποταμῷ ἐστιν ἐπώνυμος. ἡ δὲ τούτου ἐντὸς, ἣ δὴ αὐτοῦ τε μέση καὶ Τίγρητός ἐστι, Μεσοποταμία, ὡς τὸ εἰκὸς, ὀνομάζεται· μοῖρα μέντοι αὐτῆς οὐ τούτῳ μόνον τῷ ὀνόματι, ἀλλὰ καὶ ἄλλοις 1.17.24 τισὶν ἐπικαλεῖται. ἥ τε γὰρ ἄχρις Ἀμίδης πόλεως Ἀρμενία πρὸς ἐνίων ὠνόμασται, Ἔδεσσά τε ξὺν τοῖς ἀμφ' αὐτὴν χωρίοις Ὀσροηνὴ τοῦ Ὀσρόου ἐπώνυμός ἐστιν, ἀνδρὸς ἐνταῦθα βεβασιλευκότος ἐν τοῖς ἄνω χρόνοις, ἡνίκα Πέρσαις οἱ ταύτῃ ἄνθρωποι ἔνσπονδοι 1.17.25 ἦσαν. Πέρσαι οὖν ἐπειδὴ πρὸς Ῥωμαίων Νίσιβίν τε πόλιν καὶ ἄλλα ἄττα Μεσοποταμίας χωρία ἔλαβον, ἡνίκα ἐπὶ Ῥωμαίους στρατεύειν ἔμελλον, χώραν μὲν τὴν ἐκτὸς Εὐφράτου ποταμοῦ ἐν ὀλιγωρίᾳ ποιούμενοι, ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνυδρόν τε καὶ ἀνθρώπων ἔρημον οὖσαν, ἐνταῦθα δὲ πόνῳ οὐδενὶ ἀγειρόμενοι, ἅτε ἐν χώρᾳ οἰκείᾳ τε καὶ πολεμίᾳ τῇ οἰκουμένῃ ἀγχοτάτω οὔσῃ, ἐνθένδε τὰς ἐσβολὰς ἀεὶ ἐποιοῦντο. 1.17.26 Ἡνίκα δὲ ἡσσηθεὶς ὁ Μιρράνης τῇ μάχῃ καὶ τοὺς πλείστους ἀποβαλὼν τῷ ἄλλῳ στρατῷ ἐς τὰ Περσῶν ἤθη ἀφίκετο, ποινῆς ἔτυχε πρὸς βασιλέως Καβάδου 1.17.27 πικρᾶς. κόσμον γὰρ ἀφείλετο αὐτὸν, ὃν δὴ ἀναδεῖσθαι τῶν ἐν τῇ κεφαλῇ τριχῶν εἰώθει, ἔκ τε χρυσοῦ καὶ μαργάρων πεποιημένον. ἀξίωμα δὲ τοῦτο ἐν Πέρ1.17.28 σαις μέγα μετά γε τὴν βασιλέως τιμήν.