74
τανῦν ἐν ὑμῖν ὅσα χρῆν σιωπᾶν, ἐκεῖνο «μέντοι πρότερον ὑπειπὼν, ὡς πολλῶν ἐν στρατιᾷ «γνώμῃ αὐτονόμῳ χρωμένων γενέσθαι τι τῶν δεόντων 2.18.7 «ἀδύνατον. οἶμαι τοίνυν Χοσρόην ἐφ' ἑτέρους ἰόντα «βαρβάρους ὡς ἥκιστα φυλακῆς τινος αὐτάρκους χωρὶς «τὴν οἰκείαν ἀπολιπεῖν γῆν, ἄλλως τε καὶ τήνδε τὴν «πόλιν, ἣ πρώτη τε τυγχάνει οὖσα καὶ πάσης τῆς 2.18.8 «ἐκείνου γῆς προβεβλημένη. ἐν ᾗ στρατιώτας εὖ οἶδα «ὅτι τοσούτους τε τὸ πλῆθος καὶ τοιούτους τὴν ἀρετὴν «κατεστήσατο ὥστε ἱκανοὺς εἶναι ταῖς παρ' ἡμῶν ἐφό»δοις ἐμποδὼν στήσεσθαι. καὶ τὸ παράδειγμα ἐγγύθεν 2.18.9 «ὑμῖν. Ναβέδην γὰρ στρατηγὸν τούτοις ἐπέστησεν, «ὃς δὴ μετά γε τὸν Χοσρόην αὐτὸν δόξῃ τε καὶ τῷ 2.18.10 «ἄλλῳ ἀξιώματι πρῶτος ἐν Πέρσαις εἶναι δοκεῖ. ὃν «ἔγωγε οἶμαι καὶ ἀποπειράσεσθαι τῆς ἡμετέρας δυνά»μεως καὶ τὴν πάροδον ἡμῖν οὐδενὶ ἄλλῳ τρόπῳ ἢ 2.18.11 «μάχῃ τινὶ πρὸς ἡμῶν ἡσσηθέντα ἐνδώσειν. εἰ μὲν «οὖν ἄγχιστά που τῆς πόλεως ἡ ξυμβολὴ εἴη, οὐκ ἐκ «τοῦ ἀντιπάλου ἡμῖν τε καὶ Πέρσαις ὁ ἀγὼν ἔσται. 2.18.12 «αὐτοὶ γὰρ ἐκ τοῦ ἐχυροῦ ἐπεξιόντες εὐημερήσαντές «τε, ἂν οὕτω τύχῃ, ἐπὶ πλεῖστον θαρρήσουσιν ἐπιθή»σεσθαι καὶ ἡσσηθέντες εὐπετῶς διαφεύξονται τὴν 2.18.13 «ἡμετέραν ἐπίθεσιν. δι' ὀλίγου γὰρ ἡμῖν ἡ δίωξις «ἔσται καὶ τῇ πόλει ἐνθένδε οὐδὲν γενήσεται βλάβος, «ἣν τοῖς τειχομαχοῦσιν ἀνάλωτον οὖσαν στρατιωτῶν 2.18.14 «αὐτῆς ἀμυνομένων ὁρᾶτε δήπου. ἢν δέ γε τῶν πο»λεμίων ἐνταῦθα ἡμῖν ἐς χεῖρας ἰόντων κρατήσωμεν, «τὴν πόλιν ἐξελεῖν πολλήν τινα, ὦ ξυνάρχοντες, ἐλπίδα 2.18.15 «ἔχω. φεύγουσι γὰρ τοῖς ἐναντίοις πολύν τινα δρόμον «ἢ ἀναμιχθέντες εἴσω πυλῶν, ὡς τὸ εἰκὸς, ξυνεισπε»σούμεθα, ἢ προτερήσαντες αὐτοὺς μὲν ἐφ' ἑτέρας «τινὸς ἀναγκάσομεν τεθράφθαι τε καὶ διαφυγεῖν χώρας, «ἡμῖν δὲ αὐτοῖς Νίσιβιν τῶν ἀμυνομένων χωρὶς εὐά»λωτον καταστήσομεν.» 2.18.16 Ταῦτα Βελισαρίου εἰπόντος οἱ μὲν ἄλλοι πάντες ἐπείθοντό τε καὶ ξὺν αὐτῷ στρατοπεδευσάμενοι ἔμενον. Πέτρος δὲ Ἰωάννην ἑταιρισάμενος, ὃς τῶν ἐν Μεσοποταμίᾳ καταλόγων ἄρχων μοῖραν οὐ φαύλην τινὰ τοῦ στρατοῦ εἶχεν, οὐκ ἄποθεν τοῦ περιβόλου, ἀλλ' 2.18.17 ὅσον ἀπὸ σταδίων δέκα ἐλθὼν ἡσυχῆ ἔμενε. Βελισάριος δὲ τούς τε ξὺν αὑτῷ ὡς εἰς παράταξιν ἔστησε καὶ τοῖς ἀμφὶ τὸν Πέτρον ἐπέστελλεν ὡς ἐπὶ ξυμβολῇ παρατάσσεσθαι μέχρι αὐτὸς σημήνῃ, εὖ τε εἰδέναι ὡς οἱ βάρβαροι περὶ μεσημβρίαν ἐπιθήσονται σφίσιν, ἐκεῖνο δηλονότι ἐν νῷ ἔχοντες, ὅτι δὴ αὐτοὶ μὲν τροφῆς ἐς δείλην ὀψίαν μεταλαγχάνειν εἰώθασι, Ῥωμαῖοι 2.18.18 δὲ ἀμφὶ μεσημβρίαν. Βελισάριος μὲν ταῦτα παρῄνει· οἱ δὲ ξὺν τῷ Πέτρῳ ἐν οὐδενὶ τὰς ἐντολὰς ποιησάμενοι ἀμφί τε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι (ἔστι γὰρ τὸ χωρίον ἐπιεικῶς αὐχμῶδες) τά τε ὅπλα κατέθεντο καὶ τῶν πολεμίων ἀφροντιστήσαντες σικύους ἐνταῦθά πη φυομένους κόσμῳ οὐδενὶ περιιόντες κατή2.18.19 σθιον. ὅπερ κατιδὼν ὁ Ναβέδης δρόμῳ πολλῷ ἐπῆγεν 2.18.20 ἐπ' αὐτοὺς τὸ Περσῶν στράτευμα. Ῥωμαῖοι δὲ (οὐ γὰρ ἔλαθον αὐτοὺς ἐκ τοῦ περιβόλου ἐξιόντες οἱ βάρβαροι, ἐπεὶ καθεωρῶντο λαμπρῶς ἅτε ἐν πεδίῳ ὑπτίῳ ἰόντες) παρά τε Βελισάριον ἔπεμπον, ἀμύνειν σφίσι παρακαλοῦντες, καὶ αὐτοὶ τὰ μὲν ὅπλα ἀνελόμενοι, 2.18.21 ἀκοσμίᾳ δὲ καὶ θορύβῳ ἐχόμενοι ὑπηντίαζον. οἱ δὲ ἀμφὶ Βελισάριον, οὔπω παρὰ σφᾶς τοῦ ἀγγέλου ἀφικομένου γνόντες διὰ τοῦ κονιορτοῦ τὴν Περσῶν ἔφο2.18.22 δον, ἐβοήθουν δρόμῳ. ἐπελθόντες τε Πέρσαι Ῥωμαίους οὐχ ὑποστάντας τὴν ἔφοδον πόνῳ οὐδενὶ ἐς φυγὴν ἔτρεψαν, ἐπισπόμενοι δὲ πεντήκοντά τε διέφθειραν 2.18.23 καὶ τὸ τοῦ Πέτρου σημεῖον ἁρπάσαντες ἔσχον. ἅπαντάς τε ἂν ἐν ταύτῃ δὴ τῇ διώξει ἔκτειναν ἐς οὐδεμίαν ἀλκὴν ὁρῶντας, εἰ μὴ Βελισάριός τε καὶ ὁ ξὺν αὐτῷ 2.18.24 στρατὸς καταλαβὼν διεκώλυσε. πρώτους γὰρ ἁπάντων ξὺν δόρασι μακροῖς τε καὶ συχνοῖς Γότθους ἐπιόντας 2.18.25 Πέρσαι οὐχ ὑπομείναντες ἐς φυγὴν ὥρμηντο. ἐπισπόμενοί τε Ῥωμαῖοι ξὺν Γότθοις πεντήκοντα καὶ ἑκατὸν ἔκτειναν. δι' ὀλίγου γὰρ τῆς διώξεως γενομένης οἱ 2.18.26 λοιποὶ κατὰ τάχος ἐντὸς τοῦ περιβόλου ἐγένοντο. τότε μὲν οὖν Ῥωμαῖοι ξύμπαντες ἐς τὸ Βελισαρίου