229
ἐπ' 5.29.47 αὐτοὺς μέλλοντας. αἴτιον δὲ ἦν ὅτι τοῖς μὲν πολλοῖς τὰ δόρατα ἔν τε τῇ ξυμβολῇ καὶ τῇ φυγῇ κατεαγότα ἐτύγχανε, τὰ δὲ τόξα ἐνεργεῖν στενοχωρίᾳ τῇ πρὸς 5.29.48 ἀλλήλους οὐχ οἷοί τε ἦσαν. ἕως μὲν οὖν οὐ πολλοὶ ἐν ταῖς ἐπάλξεσι καθεωρῶντο, οἱ Γότθοι ἐνέκειντο, ἐλπίδα ἔχοντες τούς τε ἀποκεκλεισμένους ἅπαντας 5.29.49 διαφθεῖραι καὶ τοὺς ἐν τῷ περιβόλῳ βιάσασθαι. ἐπεὶ δὲ στρατιωτῶν τε καὶ τοῦ Ῥωμαίων δήμου ἀμυνομένων πολύ τι χρῆμα ἐς τὰς ἐπάλξεις εἶδον, αὐτίκα δὴ ἀπογνόντες ἐνθένδε ὀπίσω ἀπήλαυνον, πολλὰ τοὺς ἐναν5.29.50 τίους κακίσαντες. ἥ τε μάχη ἐν τοῖς τῶν βαρβάρων χαρακώμασιν ἀρξαμένη ἔν τε τῇ τάφρῳ καὶ τῷ τῆς πόλεως ἐτελεύτησε τείχει. 6.τ.1 ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΚΤΟΣ. 6.1.1 Μετὰ δὲ Ῥωμαῖοι παντὶ τῷ στρατῷ διακινδυνεύειν οὐκέτι ἐτόλμων. ἱππομαχίας δὲ ποιούμενοι ἐξ ἐπιδρομῆς τρόπῳ τῷ προτέρῳ τὰ πολλὰ τοὺς βαρ6.1.2 βάρους ἐνίκων. ᾔεσαν δὲ καὶ πεζοὶ ἑκατέρωθεν, οὐκ ἐς φάλαγγα ξυντεταγμένοι, ἀλλὰ τοῖς ἱππεῦσιν ἑπό6.1.3 μενοι. καί ποτε Βέσσας ἐν πρώτῃ ὁρμῇ ἐς τοὺς πολεμίους ξὺν τῷ δόρατι ἐσπηδήσας τρεῖς τε τῶν ἀρίστων ἱππέων ἔκτεινε καὶ τοὺς ἄλλους ἐς φυγὴν ἔτρεψεν. 6.1.4 αὖθις δὲ Κωνσταντῖνος τοὺς Οὔννους ἐπαγόμενος ἐν Νέρωνος πεδίῳ ἀμφὶ δείλην ὀψίαν, ἐπειδὴ τῷ πλήθει ὑπερβιαζομένους τοὺς ἐναντίους εἶδεν, ἐποίει τοιάδε. 6.1.5 στάδιον μέγα ἐνταῦθα ἐκ παλαιοῦ ἐστιν, οὗ δὴ οἱ τῆς πόλεως μονομάχοι τὰ πρότερα ἠγωνίζοντο, πολλά τε ἄλλα οἱ πάλαι ἄνθρωποι ἀμφὶ τὸ στάδιον τοῦτο ἐδείμαντο, καὶ ἀπ' αὐτοῦ στενωποὺς, ὡς τὸ 6.1.6 εἰκὸς, πανταχόθι τοῦ χωρίου ξυμβαίνει εἶναι. τότε οὖν Κωνσταντῖνος, ἐπεὶ οὔτε περιέσεσθαι τοῦ τῶν Γότθων ὁμίλου εἶχεν οὔτε κινδύνου μεγάλου ἐκτὸς φεύγειν οἷός τε ἦν, ἀπὸ τῶν ἵππων ἅπαντας τοὺς Οὔννους ἀποβιβάσας πεζὸς ξὺν αὐτοῖς ἔς τινα τῶν 6.1.7 ἐκείνῃ στενωπῶν ἔστη. ὅθεν δὴ βάλλοντες ἐκ τοῦ ἀσφαλοῦς τοὺς πολεμίους συχνοὺς ἔκτεινον. καὶ χρό6.1.8 νον μέν τινα οἱ Γότθοι βαλλόμενοι ἀντεῖχον. ἤλπιζον γὰρ, ἐπειδὰν τάχιστα τῶν Οὔννων τὰς φαρέτρας ἐπιλείπῃ τὰ βέλη, κύκλωσίν τε αὐτῶν οὐδενὶ πόνῳ ποιήσασθαι καὶ δήσαντες ἐς στρατόπεδον αὐτοὺς τὸ σφέ6.1.9 τερον ἄξειν. ἐπεὶ δὲ οἱ Μασσαγέται, τοξόται μὲν ἀγαθοὶ ὄντες, ἐς πολὺν δὲ ὅμιλον βάλλοντες, τοξεύματι σχεδόν τι ἑκάστῳ πολεμίου ἀνδρὸς ἐπετύγχανον, ᾔσθοντο μὲν ὑπὲρ ἥμισυ ἀπολωλότες, ἤδη δὲ καὶ ἐς δυσμὰς ἰόντος ἡλίου οὐκ ἔχοντες ὅ τι γένωνται ἐς φυγὴν ὥρμηντο. 6.1.10 ἔνθα δὴ αὐτῶν πολλοὶ ἔπεσον. ἐπισπόμενοι γὰρ οἱ Μασσαγέται, ἐπεὶ τοξεύειν ὡς ἄριστα καὶ πολλῷ χρώμενοι δρόμῳ ἐπίστανται, οὐδέν τι ἧσσον ἐς νῶτα βάλλοντες ἔκτεινον. οὕτω τε ἐς Ῥώμην Κωνσταντῖνος ξὺν τοῖς Οὔννοις ἐς νύκτα ἧκε. 6.1.11 Περανίου δὲ ἡμέραις οὐ πολλαῖς ὕστερον Ῥωμαίων τισὶ διὰ πύλης Σαλαρίας ἐπὶ τοὺς πολεμίους ἡγησαμένου ἔφευγον μὲν κατὰ κράτος οἱ Γότθοι, παλινδιώξεως δὲ περὶ ἡλίου δυσμὰς ἐκ τοῦ αἰφνιδίου γεγενημένης, τῶν τις Ῥωμαίων πεζὸς ἐς μέγαν καταστὰς θόρυβον ἐς βαθεῖάν τινα κατώρυχα ἐμπίπτει, οἷαι πολλαὶ τοῖς πάλαι ἀνθρώποις πρὸς σίτου παρακατα6.1.12 θήκην ἐνταῦθα, οἶμαι, πεποίηνται. οὔτε δὲ κραυγῇ χρῆσθαι τολμήσας, ἅτε που ἐγγὺς στρατοπεδευομένων τῶν πολεμίων, οὔτε τοῦ βόθρου τρόπῳ ὁτῳοῦν ἀπαλλάσσεσθαι οἷός τε ὢν, ἐπεὶ ἀνάβασιν οὐδαμῆ εἶχεν, 6.1.13 αὐτοῦ διανυκτερεύειν ἠνάγκαστο. τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ, τροπῆς αὖθις τῶν βαρβάρων γεγενημένης, τῶν 6.1.14 τις Γότθων ἐς τὴν αὐτὴν κατώρυχα ἐμπίπτει. ἔνθα δὴ ἄμφω ἔς τε φιλοφροσύνην καὶ εὔνοιαν ξυνηλ θέτην ἀλλήλοιν, ξυναγούσης αὐτοὺς τῆς ἀνάγκης, τά τε πιστὰ ἔδοσαν, ἦ μὴν κατεσπουδασμένην ἑκατέρῳ τὴν θατέρου σωτηρίαν εἶναι, καὶ τότε δὴ μέγα καὶ 6.1.15 ἐξαίσιον ἄμφω ἐβόων. Γότθοι μὲν οὖν τῇ τε φωνῇ ἐπισπόμενοι καὶ ὑπὲρ τῆς κατώρυχος διακύψαντες 6.1.16 ἐπυνθάνοντο ὅστις ποτὲ ὁ βοῶν εἴη. οὕτω δὲ τοῖν ἀνδροῖν δεδογμένον, σιωπὴν μὲν ὁ Ῥωμαῖος εἶχεν, ἅτερος δὲ τῇ πατρίῳ γλώσσῃ ἔναγχος ἔφασκεν ἐν τῇ γενομένῃ τροπῇ ἐμπεπτωκέναι, βρόχον τε αὐτοὺς, 6.1.17