288
νοοῦντο. τοῦ δὲ ἀνέμου σφίσιν ἀντιστατοῦντος ἀπαίρειν ἐνθένδε οὐδαμῆ ἔχοντες διηποροῦντο, δεδιότες μή τι Τουτίλαν τῶν ὡμολογημένων ὀλιγωρεῖν διὰ τὸ κεκρατηκέναι ξυμβαίη, καὶ κακόν τι μέγα πρὸς αὐτοῦ 7.8.8 λάβωσιν. ὧνπερ ἐπεὶ ὁ Τουτίλας ᾔσθετο, ξυγκαλέσας ἅπαντας παρηγόρει τε καὶ τὰ πιστὰ ἔτι μᾶλλον αὐτοῖς ἐπιρρώσας, θαρσεῖν μὲν ἤδη ἐκέλευε καὶ τῷ Γότθων στρατῷ φόβῳ οὐδενὶ ἀναμίγνυσθαι, τά τε ἐπιτήδεια ἐνθένδε ὠνεῖσθαι καὶ εἴ του ἄλλου δέοιντο, ἅτε παρὰ 7.8.9 φίλων κομίζεσθαι. ἐπεὶ δὲ τὸ πνεῦμα ἔτι σφίσιν ἀπ' ἐναντίας ἐφέρετο καὶ χρόνος ἐτρίβη συχνὸς, ἵππους τε καὶ ὑποζύγια παρασχόμενος, ἐφοδίοις τε αὐτοὺς δωρησάμενος, ἐς Ῥώμην ἐκέλευεν ὁδῷ ἰόντας πορεύεσθαι, πομπούς τινας τῶν ἐν Γότθοις δοκίμων σφίσι ξυμ7.8.10 πέμψας. τὸ δὲ Νεαπόλεως τεῖχος καθελεῖν ἐς ἔδαφος ἐνεχείρησεν, ὅπως αὐτὴν μὴ καταλαβόντες αὖθις Ῥωμαῖοι ἔκ τε ἐχυροῦ ὁρμώμενοι πράγματα Γότθοις 7.8.11 παράσχωσιν. ἐν πεδίῳ γὰρ μᾶλλον ἐκ τοῦ εὐθέος διακρίνεσθαι μάχῃ πρὸς αὐτοὺς ἤθελεν ἢ τέχναις τισὶ καὶ σοφίσμασι διαμάχεσθαι. μοῖραν μέντοι αὐτοῦ καθελὼν πολλὴν τὸ λοιπὸν εἴασεν. 7.8.12 Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖός τις αὐτῷ προσελθὼν, Καλαβρὸς γένος, ᾐτιᾶτο τῶν δορυφόρων τῶν αὐτοῦ τινα τὴν παῖδα παρθένον οὖσαν οὔτι ἑκουσίαν 7.8.13 βιάσασθαι. καὶ ὃς τὸν ἄνθρωπον οὐκ ἀπαρνηθέντα τὸ ἔγκλημα τίσασθαι τῆς ἁμαρτάδος ἐν σπουδῇ ἔχων 7.8.14 ἐν δεσμωτηρίῳ καθεῖρξε. δείσαντες δὲ ἀμφ' αὐτὸν τῶν βαρβάρων οἱ δοκιμώτατοι (δραστήριος γάρ τις ἀνὴρ ἐτύγχανεν ὢν καὶ ἀγαθὸς τὰ πολέμια) ξυλλεγέντες εὐθὺς καὶ Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐδέοντο τῷ ἀν7.8.15 θρώπῳ τὴν αἰτίαν ἀφεῖναι. ὁ δὲ πρᾴως τε καὶ ταραχῇ οὐδεμιᾷ τῶν λεγομένων τὴν μάθησιν ποιησάμενος ἔλεξε τοιάδε «Οὐκ ἀπανθρωπίας ὑπερβολῇ εἴκων οὐδὲ «ξυγγενῶν ὑπερηδόμενος ξυμφοραῖς, ἀλλ' ὡς ἔνι μά»λιστα δεδιὼς μή τι Γότθοις ξυμβήσεται φλαῦρον, ἐς 7.8.16 «λόγους τούσδε, ὦ ξυστρατιῶται, καθίσταμαι. ἐγὼ «μὲν οὖν τοῦτο οἶδα, ὡς τῶν ἀνθρώπων ὁ πολὺς «ὅμιλος τὰ τῶν πραγμάτων ὀνόματα μεταβάλλουσιν 7.8.17 «ἐπὶ τοὐναντίον. φιλανθρωπίαν μὲν γὰρ καλεῖν τὴν «παρανομίαν εἰώθασιν, ἐξ ἧς διεφθάρθαι τε τὰ χρηστὰ «πάντα καὶ ξυντεταράχθαι ξυμβαίνει, σκαιὸν δὲ καὶ «ἀτεχνῶς δύσκολον, ὃς ἂν τὰ νόμιμα περιστέλλειν ἐς «τὸ ἀκριβὲς βούληται, ὅπως δὴ τοῖς ὀνόμασι τούτοις «παραπετάσμασιν ἐς τὴν ἀσέλγειαν χρώμενοι ἀδεέστερον «ἐξαμαρτάνειν τε ἱκανοὶ εἶεν καὶ τὴν μοχθηρίαν ἐν7.8.18 «δείκνυσθαι. ὑμῖν δὲ παραινῶ μὴ τῆς ὑμῶν αὐτῶν «σωτηρίας ἁμαρτάδα ἑνὸς ἀνδρὸς ἀνταλλάξασθαι, μηδὲ «τοῦ μιάσματος τοῦδε αὐτοὶ τὸ μέρος οὐδὲν ἀδικοῦντες «μεταλαχεῖν. τό τε γὰρ ἐξαμαρτεῖν καὶ τὸ διακωλύειν «τὴν ἐς τοὺς ἐξημαρτηκότας τιμωρίαν, οἶμαι, ἐν ἴσῳ 7.8.19 «ἐστί. βούλομαι τοίνυν οὑτωσὶ σκοπουμένους ὑμᾶς «ποιήσασθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν, ὡς «νῦν αἵρεσις ὑμῖν δυοῖν πρόκειται, ἢ τὸν ἄνδρα τοῦ»τον ὧν ἠδίκηκε μὴ δοῦναι τὴν δίκην, ἢ τὸ Γότθων «γένος σεσῶσθαί τε καὶ τὸ τοῦ πολέμου κεκτῆσθαι 7.8.20 «κράτος. σκέψασθε γάρ· ἦν ἡμῖν κατ' ἀρχὰς τοῦδε «τοῦ πολέμου στρατιωτῶν μὲν πλῆθος δόξῃ τε καὶ τῇ «ἐς τοὺς κινδύνους ἐμπειρίᾳ λαμπρὸν, χρήματα δὲ «ξυνελόντα εἰπεῖν ἀριθμοῦ κρείσσω, ἵππων δὲ καὶ «ὅπλων περιουσίας ὑπερβολή τις, καὶ πάντα ὅσα ἔν «γε Ἰταλιώταις ὀχυρώματά ἐστιν. καὶ ταῦτα γὰρ «οὐκ ἀχρεῖα παντάπασιν εἶναι δοκεῖ τοῖς ἐς πόλεμον 7.8.21 «καθισταμένοις ἐφόδια. ἐπεὶ δὲ ὑπὸ Θευδάτῳ ταττό»μενοι, ἀνδρὶ τὸ δίκαιον περὶ ἐλάσσονος τῆς ἐς τὸ «πλουτεῖν ἐπιθυμίας πεποιημένῳ, ἵλεων ἡμῖν αὐτοῖς «τὸν θεὸν παρανομίᾳ τῇ ἐς τὴν δίαιταν ὡς ἥκιστα «κατεστήσαμεν, ὅπη ποτὲ κεχώρηκεν ἡμῖν ἡ τύχη «ἐπίστασθε δή που, ὑφ' οἵων τε καὶ ὁπόσων ἡσση7.8.22 «μένοις ἀνδρῶν. νῦν δὲ τὴν δίκην παρ' ἡμῶν ὁ θεὸς «ὧν ἐξημάρτομεν ἱκανῶς ἔχων αὖθις ἡμῖν κατὰ τὸ «βούλημα ῥυθμίζει τὸν βίον καὶ τὸ ξύμπαν εἰπεῖν «ἄμεινον ἡμῖν ἢ κατ' ἐλπίδα τὰ πράγματα ἄγει, οἷς «γε ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν νενικηκέναι τοὺς 7.8.23 «πολεμίους τετύχηκε· περιστέλλειν οὖν τὴν τῆς νίκης «πρόφασιν τῷ τὰ