121
κυβερνήτας ἐκέλευε πάντας. 3.13.4 οὕτω τε τῶν νεῶν τῶν τριῶν ἡγουμένων παντὶ τῷ στόλῳ τετύχηκεν αὐτῶν οὐδεμίαν ἀπολελεῖφθαι. ὅτε μέντοι ἐκ λιμένος ἀπαίρειν μέλλοιεν, ἐσήμαινον αὐτοῖς αἱ σάλπιγγες τοῦτο. 3.13.5 Ἐκ δὲ Ἀβύδου ἀναχθεῖσιν αὐτοῖς ἄνεμοι σκληροὶ ἐπιπεσόντες ἤγαγον εἰς τὸ Σίγειον. αὖθίς τε νηνεμίᾳ χρησάμενοι σχολαίτεροι ἐς Μαλέαν ἦλθον, ἔνθα δὴ 3.13.6 αὐτοῖς ἡ νηνεμία ξυνήνεγκεν ἐς τὰ μάλιστα. ἅτε γὰρ ἐν στόλῳ μεγάλῳ καὶ ναυσὶν ὑπερμεγέθεσι, νυκτὸς ἐπιγενομένης, ἡ στενοχωρία ξυνετάραξέ τε ἅπαντα καὶ 3.13.7 ἐς ἔσχατον κινδύνου ἤνεγκεν. ἐνταῦθα οἵ τε κυβερνῆται καὶ οἱ ἄλλοι ναῦται ἀρετὴν ἐπεδείξαντο, βοῇ τε καὶ πατάγῳ πολλῷ χρώμενοι καὶ τοῖς κοντοῖς διωθούμενοι, ἐμπείρως τε ἀπ' ἀλλήλων τὰς διαστάσεις ποιούμενοι, ὥστε εἰ καὶ πνεῦμα ἐπίφορον ἢ καὶ ἀπ' ἐναντίας αὐτοῖς ἐπεγένετο, μόλις ἂν οἱ ναῦταί μοι 3.13.8 δοκεῖ σφᾶς τε αὐτοὺς καὶ τὰς ναῦς διεσώσαντο. νῦν δὲ οὕτως ὥσπερ εἴρηται διαφυγόντες Ταινάρῳ προσέ3.13.9 μιξαν, ἣ νῦν Καινούπολις ἐπικαλεῖται. εἶτα ἐνθένδε ὁρμηθέντες Μεθώνῃ προσέσχον, εὗρόν τε ὀλίγῳ πρότερον τοὺς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον αὐτόσε 3.13.10 ἀφικομένους. καὶ ἐπεὶ ἄνεμοι οὐκ ἐπέπνεον σφίσι, τὰς μὲν ναῦς Βελισάριος ἐνταῦθα ὥρμισε, τὸ δὲ στράτευμα ἀπεβίβασεν ἅπαν, καὶ ἀποβάντας τούς τε ἄρχον3.13.11 τας διεκόσμησε καὶ τοὺς στρατιώτας διέτασσε. ταῦτά τε αὐτοῦ διέποντος καὶ ἀνέμων ἥκιστα ἐπιγινομένων, ἐπῆλθε πολλοῖς τῶν στρατιωτῶν νόσῳ διαφθαρῆναι ἐξ αἰτίας τοιᾶσδε. 3.13.12 Ὁ τῆς αὐλῆς ἔπαρχος Ἰωάννης φλαῦρός τε ἦν τὸν τρόπον καὶ οὕτω δυνατὸς εἰς τὸ προσαγαγεῖν εἰς τὸ δημόσιον ἐπινοῆσαι χρήματα ἐπὶ λύμῃ ἀνθρώπων, ὡς 3.13.13 οὐκ ἄν ποτε ἔγωγε φράσαι ἱκανῶς ἔχοιμι. ἀλλὰ ταῦτα μὲν καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἡνίκα 3.13.14 πρὸς τῆς ἱστορίας ἐς τόδε ἠγόμην τοῦ λόγου. τὰ δὲ νῦν ὅτῳ ποτὲ τρόπῳ τούτους δὴ τοὺς στρατιώτας διε3.13.15 χρήσατο ἐρῶν ἔρχομαι. τὸν ἄρτον, ᾧ δὴ μέλλουσιν ἐν τῷ στρατοπέδῳ οἱ στρατιῶται σιτίζεσθαι, δὶς μὲν ἐπάναγκες ἐς τὸν πνιγέα εἰσάγεσθαι, ἐπιμελῶς δὲ οὕτως ὀπτᾶσθαι ὥστε ἐξικνεῖσθαί τε ἐπὶ πλεῖστον καὶ μὴ χρόνῳ βραχεῖ διαφθείρεσθαι, τόν τε οὕτως ὀπτώμενον ἄρτον ἀνάγκη ἐλάσσω τὸν σταθμὸν ἕλκειν, καὶ διὰ τοῦτο ἐν ταῖς τοιαῖσδε ἀρτοδαισίαις εἰώθασιν οἱ στρατιῶται τοῦ συνειθισμένου σταθμοῦ τὸ τεταρτη3.13.16 μόριον ἀποτέμνεσθαι. Ἰωάννης οὖν λογισάμενος ὅπως ἐλάσσω τε τὰ ξύλα καὶ τὸν μισθὸν τοῖς ἀρτοποιοῖς ἥσσονα δοίη, καὶ ὅπως οἱ οὐκ ἐνδεὴς ὁ σταθμὸς εἴη, ὠμὸν ἔτι τὸν ἄρτον ἐς τὸ δημόσιον βαλανεῖον ἐσκομίσας τὸν Ἀχιλλέα, οὗ δὴ ἔνερθεν τὸ πῦρ καίεται, 3.13.17 καταθέσθαι ἐκέλευσε. καὶ ἐπειδὴ ἀμωσγέπως ὀπτᾶσθαι ἐδόκει, ἐμβαλὼν θυλακίοις ἐνθέμενός τε ἐν ταῖς 3.13.18 ναυσὶν ἔστελλε. καὶ ἐπεὶ ὁ στόλος ἐς Μεθώνην ἀφίκετο, διαρρυέντες οἱ ἄρτοι ἐπανῆκον αὖθις ἐς ἄλευρα, οὐχ ὑγιᾶ μέντοι, σεσηπότα δὲ καὶ εὐρωτιῶντα καί 3.13.19 τινα ὀσμὴν ἤδη βαρεῖαν φέροντα. ἐχορήγουν τε αὐτὰ τοῖς στρατιώταις πρὸς μέτρον οἷς προσέκειτο ἡ τιμὴ αὕτη, χοίνιξί τε ἤδη καὶ μεδίμνοις τὴν ἀρτοδαισίαν 3.13.20 ποιούμενοι. τούτοις δὲ οἱ στρατιῶται ὥρᾳ θέρους ἐν χωρίῳ αὐχμοὺς ἔχοντι σιτιζόμενοι ἐνόσησάν τε καὶ αὐτῶν ἀπέθανον οὐχ ἧσσον ἢ πεντακόσιοι· ὃ δὴ καὶ τοῖς πλείοσι ξυμπεσεῖν ἔμελλεν, ἀλλὰ Βελισάριος διεκώλυσεν, ἄρτους αὐτοῖς ἐπιχωρίους χορηγεῖσθαι κελεύσας. βασιλεῖ δὲ τὸ πρᾶγμα δηλώσας αὐτὸς μὲν ηὐδοκίμησεν, οὐ μήν τινα τότε Ἰωάννῃ ζημίαν ἤνεγκε. 3.13.21 Ταῦτα μὲν δὴ οὕτως ἐγένετο. ἐκ δὲ Μεθώνης ὁρμηθέντες ἀφίκοντο ἐς τὸν Ζακυνθίων λιμένα, ἔνθα δὴ ὕδωρ τε ἐμβεβλημένοι ὅσον σφίσιν ἐξικνεῖσθαι ἔμελλε τὸ Ἀδριατικὸν πέλαγος διαπλέουσι καὶ τὰ ἄλλα 3.13.22 παρασκευασάμενοι ἔπλεον. ἀνέμου δὲ σφίσι μαλακοῦ τε καὶ νωθροῦ κομιδῆ ἐπιπνεύσαντος ἑκκαιδεκαταῖοι κατέπλευσαν τῆς Σικελίας ἐς χῶρον ἔρημον, οὗ τὸ 3.13.23 ὄρος ἐγγὺς ἡ Αἴτνη ἀνέχει. ἐν δὲ τῷ διάπλῳ τούτῳ διατρίψασιν αὐτοῖς ὥσπερ εἴρηται, ξυνέπεσεν ἅπασι διαφθαρῆναι τὰ ὕδατα, πλήν γε δὴ οὗ Βελισάριός τε 3.13.24 αὐτὸς καὶ οἱ ξυμπόται ἔπινον. τοῦτο γὰρ διεσώσατο μόνον ἡ