51
«δοῦλον ἀπάτῃ τε περιελθεῖν καὶ βασιλείας ἀποστῆσαι «τῆς σῆς ἔργον πεποίηται, Οὔννους δὲ τοὺς οὐδαμό»θεν αὐτῷ γνωρίμους ἐπὶ τοῖς σοῖς ἔναγχος ἑταιρί»ζεσθαι πράγμασιν ἐν σπουδῇ ἔσχε; καίτοι πρᾶξις «ἀτοπωτέρα ταύτης οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου. 2.3.48 «ἐπειδὴ γὰρ ᾔσθετο, οἶμαι, εἰς πέρας αὐτῷ ὅσον οὔπω «ἀφίξεσθαι τὴν τῶν ἑσπερίων καταστροφὴν, τοὺς «ἑῴους ἤδη μετελθεῖν ὑμᾶς ἐγκεχείρηκεν, ἐπεὶ καὶ «μόνον ἀπολέλειπται αὐτῷ ἐς ἀγῶνα τὸ Περσῶν κρά2.3.49 «τος. ἡ μὲν οὖν εἰρήνη τὸ ἐκείνου μέρος ἤδη σοι «λέλυται, καὶ σπονδαῖς αὐτὸς πέρας ταῖς ἀπεράντοις 2.3.50 «ἐπέθηκε. λύουσι γὰρ τὴν εἰρήνην οὐχ οἳ ἂν ἐν «ὅπλοις γένοιντο πρῶτοι, ἀλλ' οἳ ἂν ἐπιβουλεύοντες 2.3.51 «ἐν σπονδαῖς τοῖς πέλας ἁλοῖεν. τὸ γὰρ ἔγκλημα τῷ «ἐγκεχειρηκότι, κἂν ἀπῇ τὸ κατορθοῦν, πέπρακται. «ὅπη ποτὲ δὲ ὁ πόλεμος χωρήσει παντί που δῆλον. «οὐ γὰρ οἱ τὰς αἰτίας τῷ πολέμῳ παρασχόμενοι, ἀλλ' «οἱ τοὺς παρασχομένους αὐτὰς ἀμυνόμενοι, κρατεῖν 2.3.52 «ἀεὶ τῶν πολεμίων εἰώθασιν. οὐ μὴν οὐδὲ ἐξ ἀντι»πάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ῥωμαίοις «γὰρ τῶν τε στρατιωτῶν πλείστους πρὸς ταῖς τῆς «οἰκουμένης ἐσχατιαῖς ξυμβαίνει εἶναι καὶ δυοῖν στρα»τηγοῖν, οἵπερ αὐτοῖς ἄριστοι ἦσαν, τὸν ἕτερον μὲν «Σίτταν κτείναντες ἥκομεν, Βελισάριον δὲ οὔποτε Ἰου»στινιανὸς τὸ λοιπὸν ὄψεται. οὗπερ ἐκεῖνος ὀλιγωρή»σας μεμένηκε πρὸς ταῖς ἡλίου δυσμαῖς, αὐτὸς ἔχων 2.3.53 «τὸ Ἰταλῶν κράτος. ὥστε σοι ἐπὶ τοὺς πολεμίους «ἰόντι ἀπαντήσει τῶν πάντων οὐδεὶς, ἕξεις δὲ καὶ «ἡμᾶς εὐνοίᾳ τε, ὡς τὸ εἰκὸς, καὶ χωρίων ἐμπειρίᾳ 2.3.54 «πολλῇ τῷ σῷ στρατῷ ἐξηγουμένους.» ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, ἥσθη τε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ἐς πάντας ἐξήνεγκεν ἅ τε Οὐίττιγις ἔγραψε καὶ ὅσα οἱ Ἀρμένιοι εἶπον, ἀμφί τε τῷ πρακτέῳ 2.3.55 βουλὴν προὔθηκεν. ἔνθα δὴ ἐλέχθησαν μὲν γνῶμαι πολλαὶ ἐφ' ἑκάτερα φέρουσαι, τέλος δὲ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι. 2.3.56 ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχον2.3.57 τος. οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν ταῦτα, ὧν ἄρτι ἐμνήσθην. 2.4.1 Τότε καὶ ὁ κομήτης ἀστὴρ ἐφάνη, τὰ μὲν πρῶτα ὅσον εὐμήκης ἀνὴρ μάλιστα, ὕστερον δὲ καὶ πολλῷ μείζων. καὶ αὐτοῦ τὸ μὲν πέρας πρὸς δύοντα ἥλιον, ἡ δὲ ἀρχὴ πρὸς ἀνίσχοντα ἦν, αὐτῷ δὲ τῷ 2.4.2 ἡλίῳ ὄπισθεν εἵπετο. ὁ μὲν γὰρ ἐν αἰγοκέρῳ ἦν, αὐτὸς δὲ ἐν τοξότῃ. καὶ αὐτὸν οἱ μέν τινες ἐκάλουν ξιφίαν, ὅτι δὴ ἐπιμήκης τε ἦν καὶ λίαν ὀξεῖαν τὴν ἀρχὴν εἶχεν, οἱ δὲ πωγωνίαν, ἡμέρας τε πλείους ἢ 2.4.3 τεσσαράκοντα ἐφάνη. οἱ μὲν οὖν ταῦτα σοφοὶ ἀλλήλοις ὡς ἥκιστα ὁμολογοῦντες ἄλλος ἄλλα προὔλεγον πρὸς τούτου δὴ τοῦ ἀστέρος σημαίνεσθαι· ἐγὼ δὲ ὅσα γενέσθαι ξυνηνέχθη γράφων δίδωμι ἑκάστῳ τοῖς 2.4.4 ἀποβεβηκόσι τεκμηριοῦσθαι ᾗ βούλοιτο. μέγα μὲν εὐθὺς στράτευμα Οὐννικὸν, διαβάντες ποταμὸν Ἴστρον, ξυμπάσῃ Εὐρώπῃ ἐπέσκηψαν, γεγονὸς μὲν πολλάκις ἤδη, τοσαῦτα δὲ τὸ πλῆθος κακὰ ἢ τοιαῦτα τὸ μέγεθος οὐκ ἐνεγκὸν πώποτε τοῖς ταύτῃ ἀνθρώποις. ἐκ κόλπου γὰρ τοῦ Ἰονίου οἱ βάρβαροι οὗτοι ἅπαντα ἐφεξῆς ἐληίσαντο μέχρι ἐς τὰ Βυζαντίων προάστεια. 2.4.5 καὶ φρούρια μὲν δύο καὶ τριάκοντα ἐν Ἰλλυριοῖς εἷλον, πόλιν δὲ τὴν Κασσάνδρειαν κατεστρέψαντο βίᾳ (ἣν οἱ παλαιοὶ Ποτίδαιαν ἐκάλουν, ὅσα γε ἡμᾶς εἰδέναι) οὐ 2.4.6 τειχομαχήσαντες πρότερον. καὶ τά τε χρήματα ἔχοντες αἰχμαλώτων τε μυριάδας δυοκαίδεκα ἀπαγόμενοι ἐπ' οἴκου ἅπαντες ἀνεχώρησαν, οὐδενὸς σφίσιν ἐναντιώμα2.4.7 τος ἀπαντήσαντος. χρόνῳ τε τῷ ὑστέρῳ πολλάκις ἐνταῦθα γενόμενοι ἀνήκεστα ἐς Ῥωμαίους δεινὰ ἔδρασαν. 2.4.8 οἳ δὴ καὶ ἐν Χερρονήσῳ τειχομαχήσαντες, βιασάμενοί τε τοὺς ἐκ τοῦ τείχους ἀμυνομένους καὶ διὰ τοῦ τῆς θαλάσσης ῥοθίου τὸν περίβολον ὑπερβάντες, ὃς πρὸς κόλπῳ τῷ μέλανι καλουμένῳ ἐστὶν, οὕτω τε