15
καὶ Περσῶν διορίζει, ὀκτὼ καὶ εἴκοσι 1.10.15 μάλιστα. Πέρσαι δὲ κωλύειν τὴν οἰκοδομίαν σπουδὴν ἔχοντες οὐδαμῆ ἴσχυον ἀσχολίᾳ τῇ ἐς πόλεμον τὸν 1.10.16 Οὐννικὸν πιεζόμενοι. ἐπειδή τε αὐτὸν τάχιστα Καβάδης κατέλυσε, πέμψας παρὰ Ῥωμαίους ᾐτιᾶτο πόλιν αὐτοὺς οἰκοδομήσασθαι ἄγχιστά που τῶν σφετέρων ὁρίων, ἀπειρημένον τοῦτο ἐν τοῖς Μήδοις τε καὶ Ῥω1.10.17 μαίοις ξυγκειμένοις τὰ πρότερα. τότε μὲν οὖν Ἀναστάσιος τὰ μὲν ἀπειλῶν, τὰ δὲ φιλίαν τε τὴν ἐς αὐτὸν προτεινόμενος καὶ χρήμασιν οὐ φαύλοις δωρούμενος 1.10.18 παρακρούεσθαί τε καὶ τὴν αἰτίαν ἐκλύειν ἤθελε. καὶ πόλιν δὲ ἄλλην ταύτῃ ὁμοίαν ἐν Ἀρμενίοις ὁ βασιλεὺς οὗτος ἀγχοτάτω ἐδείματο τῶν Περσαρμενίας ὁρίων, ἣ κώμη μὲν ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, πόλεως δὲ ἀξίωμα μέχρι ἐς τὸ ὄνομα πρὸς Θεοδοσίου βασιλέως 1.10.19 λαβοῦσα ἐπώνυμος αὐτοῦ ἐγεγόνει. ἀλλ' Ἀναστάσιος τείχει αὐτὴν ὀχυρωτάτῳ περιβαλὼν πράγματα Πέρσαις οὐδέν τι ἧσσον ἢ διὰ τῆς ἑτέρας παρέσχετο· ἐπιτειχίσματα γὰρ αὐτῶν τῇ χώρᾳ γέγονεν ἄμφω. 1.11.1 Ἀναστασίου δὲ ὀλίγῳ ὕστερον τελευτήσαντος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, ἀπεληλαμένων αὐτῆς τῶν Ἀναστασίου ξυγγενῶν ἁπάντων, καίπερ 1.11.2 πολλῶν τε καὶ λίαν ἐπιφανῶν ὄντων. τότε δὴ μέριμνά τις Καβάδῃ ἐγένετο μή τι Πέρσαι νεωτερίσωσιν ἐς τὸν αὑτοῦ οἶκον, ἐπειδὰν τάχιστα αὐτὸς τελευτήσῃ τὸν βίον, ἐπεὶ οὐδὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων 1.11.3 τινὰ παραπέμψαι τὴν ἀρχὴν ἔμελλε. τῶν γάρ οἱ παίδων τὸν πρεσβύτατον Καόσην τῆς μὲν ἡλικίας ἕνεκα ἐς τὴν βασιλείαν ὁ νόμος ἐκάλει, ἀλλὰ Καβάδην οὐδαμῆ ἤρεσκεν. ἐβιάζετο δὲ τήν τε φύσιν καὶ τὰ νό1.11.4 μιμα ἡ τοῦ πατρὸς γνώμη. Ζάμην δὲ, ὃς τὰ δευτερεῖα ἐφέρετο, τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐκκεκομμένον ἐκώλυεν ὁ νόμος. ἑτερόφθαλμον γὰρ ἢ ἄλλῃ τινὶ λώβῃ ἐχόμενον οὐ θέμις Πέρσαις βασιλέα καθίστα1.11.5 σθαι. Χοσρόην δὲ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεγόνει, ὑπερηγάπα μὲν ὁ πατὴρ, ὁρῶν δὲ Πέρσας σχεδόν τι εἰπεῖν ἅπαντας τεθηπότας τὴν Ζάμου ἀνδρείαν (ἦν γὰρ ἀγαθὸς τὰ πολέμια) καὶ τὴν ἄλλην ἀρετὴν σέβοντας ἔδεισε μὴ Χοσρόῃ ἐπαναστάντες ἔργα 1.11.6 ἀνήκεστα ἐς τὸ γένος καὶ τὴν βασιλείαν ἐργάσωνται. ἔδοξεν οὖν αὐτῷ ἄριστον εἶναι τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ' ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο· οὕτω γάρ οἱ μόνως τὸ ὀχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς 1.11.7 Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· «Οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥω»μαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα, ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλή»ματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα, ἐκεῖνο εἰδὼς, «ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε, «προσόντος αὐτοῖς τοῦ δικαίου, εἶτα ἐλασσούμενοι 1.11.8 «ἑκόντες εἶναι τῶν φίλων ἡσσῶνται. χάριν μέντοι «αἰτοῦμαι σε ὑπὲρ τούτων τινὰ, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς «μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ «ξυγγενές, συνδέουσα καὶ τὴν ἀπ' αὐτοῦ ὡς τὸ εἰκὸς «εὔνοιαν, ἐς κόρον δή που τῶν τῆς εἰρήνης ἀγαθῶν 1.11.9 «καταστήσασθαι ἱκανὴ εἴη. λέγω δὲ ὅπως ἂν Χοσρόην «τὸν ἐμὸν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, «εἰσποιητὸν παῖδα ποιήσαιο.» 1.11.10 Ταῦτα ἐπεὶ ἀπενεχθέντα Ἰουστῖνος βασιλεὺς εἶδεν, αὐτός τε περιχαρὴς ἐγένετο καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέ1.11.11 ξασθαι ἐπίδοξος ἦν. καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι, ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν, ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶς ἀδωρό1.11.12 τατος. διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶς ἔγραφεν οὔτε τι τῶν καθεστώτων κινεῖν ἤθελεν, ὃς καὶ τότε ἀνταί1.11.13 ρων ἔλεξε τοιάδε· «Νεωτέροις μὲν ἐγχειρεῖν πράγμα»σιν οὔτε εἴωθα καὶ ἄλλως δέδοικα πάντων μάλιστα, «εὖ εἰδὼς ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐ1.11.14 «δαμῶς σώζεται. δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν «περὶ ταῦτα θρασὺς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν 1.11.15 «πρᾶξιν καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς