277
ἔγνωτε. καίτοι ἐχρῆν ἐκλογίζεσθαι ὑμῶν «ἕκαστον ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ᾗ δοκεῖ «γίγνεται, ἀλλὰ τῶν δεδογμένων παρὰ δόξαν πολλάκις «ἡ τῶν πραγμάτων ἀπόβασις ἀπ' ἐναντίας ἐχώρησε. 6.30.23 «τύχη γὰρ καὶ μετάμελος τὰ πολλὰ κατορθοῦν ἐκ τοῦ «ἀπροσδοκήτου πεφύκασιν. ὅπερ καὶ νῦν Βελισαρίῳ 6.30.24 «ξυμβήσεσθαι οὐδὲν ἀπεικός. ἄμεινον τοίνυν πυθέ»σθαι μὲν αὐτοῦ πρότερον, πειρᾶσθαι δὲ ἀντικαθιστά»ναι τὸν ἄνθρωπον ἐπὶ τὰ πρώην ξυγκείμενα, οὕτω 6.30.25 «τε ὑμᾶς ἐπὶ τῶν πράξεων τὰ δεύτερα ἰέναι.» ταῦτα Ἰλδίβαδος εἰπὼν εὖ τε βεβουλεῦσθαι Γότθοις ἔδοξε καὶ πρέσβεις ἐς Ῥάβενναν κατὰ τάχος ἔπεμψεν. οἳ δὴ Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες τῶν τε ξυγκειμένων σφίσιν ὑπέμνησαν καὶ ἅτε διαλυτὴν τῶν ὡμολογημένων ἐκάκιζον, αὐθαίρετον μὲν ἀποκαλοῦντες ἀνδράποδον, ὀνειδίζοντες δὲ, ὅτι δὴ οὐκ ἐρυθριῴη πρὸ τῆς βασιλείας τὴν δουλείαν αἱρούμενος, ἄλλα τε τοιαῦτα πολλὰ λέ6.30.26 γοντες ἐπὶ τὴν ἀρχὴν παρεκάλουν. οὕτω γὰρ καὶ Ἰλδίβαδον ἐθελούσιον ἀφίξεσθαι ἰσχυρίζοντο, τήν τε πορφυρίδα καταθησόμενον ἐς τοὺς αὐτοῦ πόδας καὶ βασιλέα Βελισάριον Γότθων τε καὶ Ἰταλιωτῶν προσκυ6.30.27 νήσοντα. οἱ μὲν πρέσβεις ταῦτα ἔλεγον, οἰόμενοι τὸν ἄνδρα τὸ τῆς βασιλείας ὄνομα οὐδὲν μελλήσαντα 6.30.28 ἐπισπάσασθαι αὐτίκα δὴ μάλα. ὁ δὲ οὐ προσδεχομένοις αὐτοῖς ἄντικρυς ἀπεῖπεν, ὡς οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ βασιλέως Βελισάριος ἐπιβατεύοι τοῦ τῆς 6.30.29 βασιλείας ὀνόματος. καὶ οἱ μὲν ταῦτα ἀκούσαντες ἀπηλλάσσοντό τε ὡς τάχιστα καὶ Ἰλδιβάδῳ τὸν πάντα 6.30.30 λόγον ἀπήγγελλον. Βελισάριος δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν. 7.τ.1 ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒ∆ΟΜΟΣ. 7.1.1 Οὕτω μὲν Βελισάριος, ἔτι τῶν πραγμάτων ᾐωρημένων, ξύν τε Οὐιττίγιδι καὶ Γότθων τοῖς δοκίμοις καὶ τοῖς Ἰλδιβάδου παισὶ τὰ χρήματα πάντα ἐπαγόμενος ἐς Βυζάντιον ἧκε, καί οἱ Ἴλδιγέρ τε καὶ Βαλεριανὸς καὶ Μαρτῖνος ξὺν Ἡρωδιανῷ εἵποντο μόνοι. 7.1.2 βασιλεὺς δὲ Ἰουστινιανὸς Οὐίττιγιν μὲν ξὺν τῇ γυναικὶ ἀσμένως εἶδε, καὶ τῶν βαρβάρων τὸν ὅμιλον κάλλους 7.1.3 τε σώματος καὶ μεγέθους πέρι ἐθαύμασε. τὸν δὲ Θευδερίχου πλοῦτον ἀξιοθέατον ὄντα δεξάμενος ἐν Παλατίῳ τοῖς μὲν ἐκ βουλῆς ἐν παραβύστῳ θέαμα προὔθηκεν, ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων φιλοτιμούμενος, οὔτε δὲ ἐς τὸν δῆμον ἐξήνεγκεν οὔτε τὸν θρίαμβον Βελισαρίῳ παρέσχετο, ὥσπερ ἡνίκα Γελίμερά τε καὶ 7.1.4 Βανδίλους νενικηκὼς ἦλθε. πᾶσι μέντοι ἐν διηγήμασι Βελισάριος ἦν, νίκας τε δύο ἀναδησάμενος, οἵας οὔπω πρότερον ἀνθρώπων οὐδενὶ διαπεπρᾶχθαι ξυνέπεσε, καὶ βασιλεῖς μὲν ἀγαγὼν αἰχμαλώτους ἐς Βυζάντιον δύο, Γιζερίχου δὲ καὶ Θευδερίχου τό τε γένος καὶ τὰ χρήματα λάφυρον Ῥωμαίοις παρὰ δόξαν πεποιημένος, ὧν δὴ ἐπιφανέστερος ἔν γε βαρβάροις οὐδεὶς πώποτε γεγονὼς ἔτυχε, καὶ τὸν μὲν πλοῦτον ἐκ τῶν πολεμίων αὖθις ἐς τὴν πολιτείαν ἀποκομίσας, γῆς τε καὶ θαλάσσης τὴν ἡμίσειαν μάλιστα μοῖραν τῇ βασιλείᾳ ἐν 7.1.5 χρόνῳ ὀλίγῳ ἀνασωσάμενος. ἦν τε Βυζαντίοις πρὸς ἡδονὴν Βελισάριον ἐπὶ τῆς ἀγορᾶς ἐς ἡμέραν ἑκάστην ἐκ τῆς οἰκίας προϊόντα ἰδεῖν, ἢ ἐς αὐτὴν ἐπανήκοντα, 7.1.6 κόρον τε αὐτῶν τοῦ θεάματος τούτου οὐδεὶς ἔλαβε. πομπῇ γὰρ αὐτοῦ ἰσχυροτάτῃ ἡ πρόοδος ἐῴκει, ἐπεί οἱ Βανδίλων τε πλῆθος καὶ Γότθων τε καὶ Μαυρουσίων ἀεὶ εἵπετο. ἦν δὲ καὶ τὸ σῶμα καλός τε καὶ μέγας καὶ 7.1.7 εὐπρόσωπος πάντων μάλιστα. οὕτω δὲ πρᾷόν τε καὶ εὐπρόσοδον παρεῖχεν ἑαυτὸν τοῖς ἐντυγχάνουσιν ὥστε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερὴς εἶναι. 7.1.8 ἔρως δὲ αὐτοῦ τῆς ἀρχῆς πρός τε στρατιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχός τις ἐγένετο, ὅτι δὴ ἐς μὲν τοὺς στρατιώτας φιλοδωρότατος ἐγεγόνει ἀνθρώπων ἁπάντων· τῶν τε γὰρ ἐν ξυμβολῇ ἠτυχηκότων χρήμασι μεγάλοις παρεμυθεῖτο τὰ πρότερα τραύματα καὶ τοῖς εὐδοκιμήσασι ψέλλιά τε καὶ στρεπτοὺς ἔχειν ἆθλα παρεῖχεν, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν στρατιώτου ἐν τῇ μάχῃ ἀπολωλότος ἕτερον ἀντ' αὐτοῦ πρὸς Βελισαρίου αὐτίκα ὑπῆρχεν· ἐς δὲ τοὺς