252
μὲν θηρίων ἀεὶ τῶν ἁλισκομένων σιτίζονται, τὰ δέρματα δὲ ἀμφιέννυνται, ἐπεί τε αὐτοῖς οὔτε λίνον οὔτε ὄργανον ὅτῳ ῥάπτοιέν ἐστιν, οἱ δὲ τῶν θηρίων τοῖς νεύροις τὰ δέρματα ἐς ἄλληλα ταῦτα ξυνδέοντες οὕτω δὴ ἐς 6.15.20 τὸ σῶμα ὅλον ἀμπίσχονται. οὐ μὴν οὐδὲ τὰ βρέφη αὐτοῖς κατὰ ταῦτα τιθηνοῦνται τοῖς ἄλλοις ἀνθρώποις. 6.15.21 οὐ γὰρ σιτίζονται Σκριθιφίνων παιδία γυναικῶν γάλακτι οὐδὲ μητέρων ἅπτονται τιτθοῦ, ἀλλὰ ζῴων τῶν 6.15.22 ἁλισκομένων τοῖς μυελοῖς ἐκτρέφονται μόνοις. ἐπειδὰν οὖν γυνὴ τάχιστα τέκοι, δέρματι τὸ βρέφος ἐμβαλομένη κρεμᾷ μὲν εὐθὺς ἐπὶ δένδρου τινὸς, μυελὸν δέ οἱ ἐπὶ τοῦ στόματος ἐνθεμένη ξὺν τῷ ἀνδρὶ ἐπὶ τὴν εἰωθυῖαν στέλλεται θήραν. ἐπὶ κοινῇ γὰρ τά τε ἄλλα 6.15.23 δρῶσι καὶ τὸ ἐπιτήδευμα μετίασι τοῦτο. τούτοις μὲν οὖν δὴ τοῖς βαρβάροις τὰ ἐς τὴν δίαιταν ταύτῃ πη ἔχει. οἱ μέντοι ἄλλοι Θουλῖται ὡς εἰπεῖν ἅπαντες οὐδέν τι μέγα διαλλάσσουσι τῶν ἄλλων ἀνθρώπων, θεοὺς μέντοι καὶ δαίμονας πολλοὺς σέβουσιν, οὐρανίους τε καὶ ἀερίους, ἐγγείους τε καὶ θαλασσίους, καὶ ἄλλα ἄττα δαιμόνια ἐν ὕδασι πηγῶν τε καὶ ποταμῶν 6.15.24 εἶναι λεγόμενα. θύουσι δὲ ἐνδελεχέστατα ἱερεῖα πάντα καὶ ἐναγίζουσι, τῶν δὲ ἱερείων σφίσι τὸ κάλλιστον ἄνθρωπός ἐστιν ὅνπερ δορυάλωτον ποιήσαιντο πρῶ6.15.25 τον. τοῦτον γὰρ τῷ Ἄρει θύουσιν, ἐπεὶ θεὸν αὐτὸν νομίζουσι μέγιστον εἶναι. ἱερεύονται δὲ τὸν αἰχμάλωτον οὐ θύοντες μόνον, ἀλλὰ καὶ ἀπὸ ξύλου κρεμῶντες, καὶ ἐς τὰς ἀκάνθας ῥιπτοῦντες, ταῖς ἄλλαις τε κτείνοντες θανάτου ἰδέαις οἰκτίσταις. οὕτω μὲν Θουλῖται 6.15.26 βιοῦσιν. ὧν ἔθνος ἓν πολυάνθρωπον οἱ Γαυτοί εἰσι, παρ' οὓς δὴ Ἐρούλων τότε οἱ ἐπηλύται ἱδρύσαντο. 6.15.27 Νῦν δὲ Ἔρουλοι, οἳ δὴ παρὰ Ῥωμαίοις ᾤκηνται, φόνου σφίσι τοῦ βασιλέως ἐξειργασμένου ἔπεμψαν τῶν λογίμων τινὰς ἐς Θούλην τὴν νῆσον, τοὺς διερευνησομένους τε καὶ κομιοῦντας, ἤν τινα ἐνταῦθα εὑρεῖν 6.15.28 αἵματος τοῦ βασιλείου οἷοί τε ὦσιν. ἐπεί τε οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ ἐγένοντο, πολλοὺς μὲν ἐνταῦθα γένους τοῦ βασιλείου εὗρον, ἕνα μέντοι ἀπολέξαντες, ὅσπερ αὐτοῖς μάλιστα ἤρεσκεν, ὀπίσω ἀναστρέφοντες 6.15.29 ξὺν αὐτῷ ᾔεσαν. ὃς δὴ ἐπεὶ ἐν ∆ανοῖς ἐγένετο, τελευτᾷ νόσῳ. διὸ δὴ αὖθις οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ γενόμενοι ἕτερον ἐπηγάγοντο ∆άτιον ὄνομα. ᾧ δὴ ὅ τε ἀδελφὸς Ἄορδος εἵπετο καὶ τῶν ἐν Θούλῃ 6.15.30 Ἐρούλων νεανίαι διακόσιοι. χρόνου δὲ αὐτοῖς ἐν τῇ πορείᾳ ταύτῃ τριβέντος συχνοῦ Ἐρούλοις τοῖς ἀμφὶ Σιγγιδόνον ἔννοια γέγονεν ὡς οὐ τὰ ξύμφορα σφίσιν αὐτοῖς ποιοῖεν ἐκ Θούλης ἀρχηγὸν ἐπαγόμενοι Ἰουστι6.15.31 νιανοῦ βασιλέως οὔτι ἐθελουσίου. πέμψαντες οὖν ἐς Βυζάντιον βασιλέως ἐδέοντο ἄρχοντα σφίσι πέμψαι, 6.15.32 ὃν ἂν αὐτῷ βουλομένῳ εἴη. ὁ δὲ αὐτοῖς τῶν τινα Ἐρούλων ἐκ παλαιοῦ διατριβὴν ἐνταῦθα ἔχοντα εὐθὺς 6.15.33 ἔπεμψε, Σουαρτούαν ὄνομα. ὅνπερ Ἔρουλοι εἶδον μὲν τὰ πρῶτα καὶ προσεκύνησαν ἄσμενοι ἐπιστέλλοντί τε τὰ εἰωθότα ἐπήκουον, ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἧκέ τις ἀγγέλλων τοὺς ἐκ Θούλης νήσου ἄγχιστά πη 6.15.34 εἶναι. καὶ Σουαρτούας μὲν ὡς ἀπολέσων αὐτοὺς ὑπαντιάζειν ἐκέλευεν, Ἔρουλοι δὲ τὸ βούλευμα ἐπαινέ6.15.35 σαντες εὐθὺς εἵποντο. ἐπεὶ δὲ ἡμέρας ὁδῷ ἀλλήλων διεῖχον, νύκτωρ μὲν ἀφέντες αὐτὸν ἅπαντες ἐς τοὺς ἐπηλύτας αὐτόμολοι ἦλθον, αὐτὸς δὲ μόνος ἐς 6.15.36 Βυζάντιον ἀποδρὰς ᾤχετο. καὶ βασιλεὺς μὲν πάσῃ δυνάμει κατάγειν ἐς τὴν ἀρχὴν αὐτὸν ἐν σπουδῇ ἐποιεῖτο, Ἔρουλοι δὲ δύναμιν τῶν Ῥωμαίων δειμαίνοντες Γήπαισι προσχωρεῖν ἔγνωσαν. αὕτη μὲν Ἐρούλοις αἰτία τῆς ἀποστάσεως γέγονε. 6.16.1 Βελισάριος δὲ καὶ Ναρσῆς ξὺν ἀμφοτέροις στρατεύμασιν ἀλλήλοις ἀνεμίγνυντο ἀμφὶ πόλιν Φίρμον, ἣ κεῖται μὲν παρὰ τὴν ἠϊόνα τοῦ Ἰονίου κόλπου, 6.16.2 ἀπέχει δὲ Αὐξίμου πόλεως ἡμέρας ὁδόν. ἐνταῦθα δὲ ξὺν πᾶσι τοῖς τοῦ στρατοῦ ἄρχουσιν ἐν βουλῇ ἐποιοῦντο, ὅπη ποτὲ σφίσι πρότερον ἐπὶ τοὺς πολεμίους 6.16.3 ἰοῦσι μᾶλλον ξυνοίσει. ἤν τε γὰρ ἐπὶ τοὺς Ἀρίμινον πολιορκοῦντας χωρήσειαν, τοὺς ἐν Αὐξίμῳ ὑπώπτευον μὴ κατὰ νώτου ἰόντες σφᾶς τε καὶ Ῥωμαίους τοὺς ταύτῃ ᾠκημένους τὰ ἀνήκεστα, ὡς τὸ εἰκὸς,