364
μηχανῇ οὐδεμιᾷ 8.14.32 εἶχον. οὕτω δὴ κόπτοντες Ῥωμαῖοι ἐπιστροφάδην αὐτοὺς διεχρῶντο. ξυνέβη δὲ τότε καὶ τῶν ἐλεφάντων ἕνα πληγέντα, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ ταὐτομάτου ξυνταραχθέντα, περιστρέφεσθαί τε οὐδενὶ κόσμῳ καὶ ἀναχαιτίζειν, καὶ τοὺς μὲν ἐπιβάτας ῥίπτειν, τῶν δὲ 8.14.33 δὴ ἄλλων τὴν τάξιν ἐκλύειν. καὶ ἀπ' αὐτοῦ οἱ μὲν βάρβαροι ἀνεπόδιζον, Ῥωμαῖοι δὲ ἀδεέστερον τοὺς ἐν 8.14.34 ποσὶν ἀεὶ διεχρῶντο. θαυμάσειε δ' ἄν τις ἐνταῦθα δικαίως, εἰ Ῥωμαῖοι μὲν, ἐξεπιστάμενοι καθ' ὅ τι χρὴ ἀποκρούσασθαι τῶν πολεμίων τὴν διὰ τῶν ἐλεφάντων ἐπίθεσιν, τῶν δεόντων οὐδὲν ἔδρασαν, τοῖς παροῦσι δηλονότι ξυνταραχθέντες, ἀπὸ ταὐτομάτου δὲ τὸ τοιοῦτον σφίσι ξυνηνέχθη γενέσθαι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω. 8.14.35 Ἡνίκα Χοσρόης τε καὶ ὁ Μήδων στρατὸς ἐτειχο8.14.35 μάχουν ἀμφὶ τὸν Ἐδέσσης περίβολον, τῶν τις ἐλεφάντων, ἐπιβεβηκότος οἱ ὁμίλου πολλοῦ τῶν ἐν Πέρσαις μαχιμωτάτων, ἀγχοῦ τοῦ περιβόλου γενόμενος ἐπίδοξος ἦν ὅτι δὴ δι' ὀλίγου βιασάμενος τοὺς ἀπὸ τοῦ ἐκείνῃ πύργου ἀμυνομένους ἅτε κατὰ κορυφὴν συχνὰ 8.14.36 βαλλομένους τὴν πόλιν αἱρήσει. ἐδόκει γάρ τις μηχανὴ τὸ τοιοῦτον ἑλέπολις εἶναι. ἀλλὰ Ῥωμαῖοι χοῖρον ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τοῦτον 8.14.37 διέφυγον. κραυγμὸν γάρ τινα, ὢν, ὡς τὸ εἰκὸς, ἠρτημένος, ὁ χοῖρος ἐνθένδε ἠφίει, ὅνπερ ὁ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζε καὶ κατὰ βραχὺ ἀναποδίζων ὀπίσω ἐχώρει. 8.14.38 ἐκεῖνο μὲν οὖν ταύτῃ ἐχώρησε. νῦν δὲ τὸ παρειμένον τῇ Ῥωμαίων ὀλιγωρίᾳ ἡ τύχη ἐπλήρου. ἀλλ' ἐπειδὴ Ἐδέσσης ἐμνήσθην, οὐ σιωπήσομαι τὸ ἐκείνῃ τέρας 8.14.39 πρὸ τοῦδε τοῦ πολέμου ξυνενεχθέν. ἡνίκα γὰρ ὁ Χοσρόης λύειν ἔμελλε τὰς ἀπεράντους καλουμένας σπονδὰς, γυνή τις ἐν πόλει βρέφος ἐκύει τὰ μὲν ἄλλα ἐπιεικῶς ἀνθρωπόμορφον, δύο δέ τοι κεφαλὰς ἔχον. 8.14.40 ὃ δὴ τοῖς ἀποβεβηκόσι φανερὸν γέγονεν. Ἔδεσσά τε γὰρ καὶ ἡ ἑῴα σχεδόν τι πᾶσα καὶ πρὸς βορρᾶν ἄνεμον ἡ πολλὴ Ῥωμαίων ἀρχὴ βασιλεῦσι περιμάχητος δυοῖν γέγονε. ταῦτα μὲν οὖν τῇδε ξυνέπεσεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι. 8.14.41 Τῆς δὲ ταραχῆς οὕτως ἐπιπεσούσης τῷ Μήδων στρατῷ, ὅσοι δὴ αὐτῶν ὄπισθεν ἐτετάχατο, τὴν μὲν ταραχὴν τῶν ἔμπροσθεν ὄντων θεώμενοι, τὸ δὲ ξυμβεβηκὸς οὐδαμῆ πεπυσμένοι, κατωρρώδησαν, ἔς τε ὑπα8.14.42 γωγὴν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο. ταὐτὸ δὲ τοῦτο καὶ οἱ ∆ολομῖται παθόντες (ἐξ ὑπερδεξίων γὰρ μαχόμενοι τὰ ποιούμενα πάντα ἑώρων) αἰσχράν τινα φυγὴν 8.14.43 ἔφευγον, ἥ τε τροπὴ λαμπρὰ ἐγεγόνει. καὶ τετρακισχίλιοι μὲν τῶν βαρβάρων αὐτοῦ ἔπεσον, ἐν τοῖς καὶ τῶν ἀρχόντων τρεῖς τετύχηκεν εἶναι, τέσσαρα δὲ τῶν Περσικῶν σημείων Ῥωμαῖοι εἷλον, ἅπερ εὐθὺς ἐς Βυ8.14.44 ζάντιον βασιλεῖ ἔπεμψαν. ἵππους δέ φασιν αὐτῶν οὐχ ἥσσους ἢ ἐς δισμυρίους ἀπολωλέναι, οὐ βληθέντας οὐδὲ πληγέντας πρὸς τῶν πολεμίων, ἀλλὰ μακρὰν μὲν ὁδὸν πορευθέντας, κόπῳ δὲ ὡμιληκότας ἐν ταύτῃ πολλῷ, τροφῶν δὲ, ἐπεὶ ἐν Λαζικῇ ἐγένοντο, ὡς ἥκιστα ἐς κόρον ἐλθόντας, οὕτω τε λιμῷ καὶ ἀσθενείᾳ πιεζομένους πολλῇ διεφθάρθαι. 8.14.45 Ταύτης δὲ τῆς πείρας ὁ Μερμερόης ἀποτυχὼν παντὶ τῷ στρατῷ ἐς Μοχήρησιν ἀπεχώρησεν, ἐπεὶ καὶ Ἀρχαιοπόλεως ἀποτυχόντες, Λαζικῆς τῆς ἄλλης τὴν ἐπικράτη8.14.46 σιν ἐκ τοῦ ἐπὶ πλεῖστον οἱ Πέρσαι εἶχον. Ἀρχαιοπόλεως δὲ ἡ Μοχήρησις ἡμέρας μιᾶς ὁδῷ ἀπέχει, πολλὰς καὶ πολυανθρώπους κώμας ἔχουσα. καὶ γῆς τῆς Κολχίδος αὕτη μάλιστα ἡ ἀρίστη ἐστίν· ἐπεὶ καὶ οἶνος ἐνταῦθα καὶ οἱ ἄλλοι καρποὶ ἀγαθοὶ φύονται, καίτοι 8.14.47 τά γε ἄλλα τῆς Λαζικῆς οὐ ταύτῃ ἔχει. ταύτην παραρρεῖ τὴν χώραν ποταμὸς, Ῥέων ὄνομα, οὗ δὴ καὶ φρούριον ᾠκοδομήσαντο ἐκ παλαιοῦ Κόλχοι, οὗπερ ὕστερον αὐτοὶ τὸ πλεῖστον ἐς ἔδαφος καθεῖλον, ἐπεὶ ἐν πεδίῳ κείμενον ἐσάγαν ὑπτίῳ εὐέφοδον σφίσιν 8.14.48 ἔδοξεν εἶναι. Κοτιάϊον δὲ τότε τὸ φρούριον ὠνομάζετο τῇ Ἑλλήνων φωνῇ, νῦν μέντοι Κόταϊς αὐτὸ καλοῦσι Λαζοὶ τῇ τῆς φωνῆς ἀγνοίᾳ τὴν τοῦ ὀνόματος διαφθείροντες ἁρμονίαν. ταῦτα μὲν Ἀριανὸς οὕτως 8.14.49 ἱστόρησεν. ἕτεροι δέ φασι πόλιν τε γεγονέναι ἐν τοῖς ἄνω χρόνοις τὸ χωρίον καὶ Κοίταιον