163
ἥκοντας «ξύν τε τῇ πήρᾳ καὶ χιτωνίσκῳ ἑνὶ ξυναγαγὼν ἐς «Βυζάντιον τηλικούσδε εἶναι πεποίηκεν ὥστε τὰ Ῥω4.16.14 «μαίων πράγματα νῦν ἐφ' ὑμῖν κεῖσθαι. ὡς δὲ οὐ «περιυβρίσθαι μόνον, ἀλλὰ καὶ τὰ πάντων δεινότατα «παρ' ὑμῶν αὐτὸν πεπονθέναι τετύχηκε, ξυνεπίστασθε 4.16.15 «καὶ ὑμεῖς δήπουθεν. ὧν δὴ τὴν μνήμην ὑμῖν ἐς ἀεὶ «βουλόμενος διασώζεσθαι τὰς τῶν ἐγκλημάτων αἰτίας «ἀφῆκεν, ὄφλημα τοῦτό γε αὐτῷ μόνον ὀφείλεσθαι «παρ' ὑμῶν ἀξιῶν, τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύ4.16.16 «νην. ταύτῃ τοίνυν ἠγμένους ὑμᾶς μεταμανθάνειν τε «τὴν πίστιν εἰκὸς καὶ τὴν πρόσθεν ἀγνωμοσύνην 4.16.17 «ἐπανορθοῦν. μετάμελος γὰρ ἐν δέοντι τοῖς ἐπταικό»σιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημέ»νους ποιεῖν εἴωθεν, ὑπουργία τε εἰς καιρὸν ἐλθοῦσα 4.16.18 «τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ. εὖ δὲ «ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι «εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλα4.16.19 «βοῦσι λελείψεται μνήμη. πᾶσα γὰρ πρᾶξις πέφυκεν «ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι· «ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ' ἂν ἐν «χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι «τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς «σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιί4.16.20 «σταται. καίτοι, ἢν μὲν ὀλιγωρίᾳ τινὶ ἐς τούτους δὴ «τοὺς καταράτους τὰ νῦν χρήσησθε, ὕστερον δὲ πολ»λοὺς πολέμους ὑπὲρ Ῥωμαίων ἀγωνιζόμενοι τὸ κατὰ «τῶν πολεμίων πολλάκις ἀναδήσησθε κράτος, οὐκ ἂν 4.16.21 «ἔτι ὁμοίως ἀνθυπουργηκέναι βασιλεῖ δόξαιτε. οἱ γὰρ «ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπεστέραν «τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. τὰ μὲν οὖν ἐς βα4.16.22 «σιλέα ταύτῃ πη λογιζέσθω ὑμῶν ἕκαστος. ἐγὼ δὲ «οὔτε ἀδικίας τινὸς εἰς ὑμᾶς ἄρξας, ἐνδειξάμενός «τε πάσῃ δυνάμει τὴν εἰς ὑμᾶς εὔνοιαν, καὶ τανῦν «καθιστάμενος ἐς κίνδυνον τόνδε, τοσοῦτον αἰτεῖσθαι «ἅπαντας ἔγνωκα· μηδεὶς ξὺν ἡμῖν ἐπὶ τοὺς πολεμίους 4.16.23 «παρὰ γνώμην χωρείτω. ἀλλ' εἴ τῳ ὑμῶν ἐκείνοις «ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι, μηδὲν μελλήσας «ξὺν τοῖς ὅπλοις ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον «ἴτω, τοῦτο μόνον ἡμῖν χαριζόμενος, ὅτι οὐ λάθρα 4.16.24 «ἡμᾶς, ἀλλ' ἐκ τοῦ ἐμφανοῦς ἀδικεῖν ἔγνω. τούτου «γὰρ ἕνεκα οὐκ ἐν Καρχηδόνι, ἀλλ' ἐν μεταιχμίῳ γε»νόμενος τοὺς λόγους ποιοῦμαι, ὅπως ἂν μηδενὶ αὐτο»μολεῖν ἐς τοὺς ἐναντίους ἐθέλοντι ἐμπόδιος εἴην, «παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν 4.16.25 «ἐνδείκνυσθαι γνώμην.» Γερμανὸς μὲν τοσαῦτα εἶπε. ταραχὴ δὲ πολλὴ ἐν τῷ Ῥωμαίων στρατῷ γέγονεν, ἐπεὶ πρῶτος ἠξίου αὐτὸς ἕκαστος εὔνοιάν τε τὴν ἐς βασιλέα τῷ στρατηγῷ ἐπιδείξασθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι. 4.17.1 Χρόνον μὲν οὖν τινα ἑκάτεροι ἀλλήλοις ἀντικαθήμενοι ἔμενον. μετὰ δὲ οἱ στασιῶται οὐδὲν σφίσι προχωροῦν ἐνορῶντες ὧν προὔλεγε Στότζας, ἔδεισάν τε ἅτε τῆς ἐλπίδος παρὰ δόξαν ψευσθέντες, καὶ τὴν τάξιν διαλύσαντες ἀνεχώρησαν, ἔς τε Νουμίδας ἀπήλαυνον, οὗ δὴ αὐτοῖς αἵ τε γυναῖκες καὶ τῆς λείας 4.17.2 χρήματα ἦσαν. ἔνθα καὶ ὁ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ ἐς μακρὰν ἦλθε, τά τε ἄλλα παρεσκευασμένος ὡς ἄριστα καὶ ἁμάξας πολλὰς τῷ στρατοπέδῳ ἐπαγαγό4.17.3 μενος. καταλαβών τε τοὺς ἐναντίους ἐν χωρίῳ, ὃ δὴ Σκάλας Βέτερες καλοῦσι Ῥωμαῖοι, τὰ ἐς τὴν παράταξιν 4.17.4 ἐξηρτύετο τρόπῳ τοιῷδε. τὰς ἁμάξας μετωπηδὸν στήσας τοὺς πεζοὺς πάντας κατ' αὐτὰς ἔταξεν, ὧν ∆όμνικος ἦρχεν, ὅπως τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες θαρ4.17.5 σήσωσι μᾶλλον. τῶν δὲ ἱππέων ἄνδρας τε ἀρίστους καὶ τοὺς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκοντας αὐτὸς ἐν ἀριστερᾷ τῶν πεζῶν εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ἐς κέρας τὸ δεξιὸν οὐ ξυντεταγμένους, ἀλλὰ κατὰ λόχους 4.17.6 τρεῖς μάλιστα ἔστησε. καὶ αὐτῶν Ἰλδίγερ μὲν ἑνὸς ἡγεῖτο, ἑτέρου δὲ Θεόδωρος ὁ Καππαδόκης, τοῦ δὲ λειπομένου, μείζονος ὄντος, Ἰωάννης ὁ Πάππου ἀδελ4.17.7 φὸς, τέταρτος αὐτός. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο. οἱ δὲ στασιῶται ἀντίξοοι μὲν αὐτοῖς ἔστησαν, οὐκ ἐν κόσμῳ μέντοι ταξάμενοι, ἀλλὰ βαρβαρικώτερον ἐσκε4.17.8 δασμένοι. εἵποντο δὲ αὐτοῖς οὐ μακρὰν