205
πρότερον (κοιαίστωρα δὲ τὴν ἀρχὴν ταύτην καλοῦσι Ῥωμαῖοι), Βελισάριον ἐς Ῥώμην ἐκάλουν, ἀμαχητὶ 5.14.6 τὴν πόλιν παραδώσειν ὑποσχόμενοι. ὁ δὲ διὰ τῆς Λατίνης ὁδοῦ ἀπῆγε τὸ στράτευμα, τὴν Ἀππίαν ὁδὸν ἀφεὶς ἐν ἀριστερᾷ, ἣν Ἄππιος ὁ Ῥωμαίων ὕπατος ἐννακοσίοις ἐνιαυτοῖς πρότερον ἐποίησέ τε καὶ ἐπώνυμον ἔσχεν. ἔστι δὲ ἡ Ἀππία ὁδὸς ἡμερῶν πέντε εὐζώνῳ ἀνδρί· ἐκ Ῥώμης γὰρ αὕτη ἐς Καπύην διήκει. 5.14.7 εὖρος δέ ἐστι τῆς ὁδοῦ ταύτης ὅσον ἁμάξας δύο ἀντίας ἰέναι ἀλλήλαις, καὶ ἔστιν ἀξιοθέατος πάντων μάλιστα. 5.14.8 τὸν γὰρ λίθον ἅπαντα, μυλίτην τε ὄντα καὶ φύσει σκληρὸν, ἐκ χώρας ἄλλης μακρὰν οὔσης τεμὼν Ἄππιος 5.14.9 ἐνταῦθα ἐκόμισε. ταύτης γὰρ δὴ τῆς γῆς οὐδαμῆ πέφυκε. λείους δὲ τοὺς λίθους καὶ ὁμαλοὺς ἐργασάμενος, ἐγγωνίους τε τῇ ἐντομῇ πεποιημένος, ἐς ἀλλήλους ξυνέδησεν, οὔτε χάλικα ἐντὸς οὔτε τι ἄλλο ἐμβε5.14.10 βλημένος. οἱ δὲ ἀλλήλοις οὕτω τε ἀσφαλῶς συνδέδενται καὶ μεμύκασιν, ὥστε ὅτι δὴ οὐκ εἰσὶν ἡρμοσμένοι, ἀλλ' ἐμπεφύκασιν ἀλλήλοις, δόξαν τοῖς ὁρῶσι παρέ5.14.11 χονται· καὶ χρόνου τριβέντος συχνοῦ δὴ οὕτως ἁμάξαις τε πολλαῖς καὶ ζῴοις ἅπασι διαβατοὶ γινόμενοι ἐς ἡμέραν ἑκάστην οὔτε τῆς ἁρμονίας παντάπασι διακέκρινται οὔτε τινὶ αὐτῶν διαφθαρῆναι ἢ μείονι γίνεσθαι ξυνέπεσεν, οὐ μὴν οὐδὲ τῆς ἀμαρυγῆς τι ἀποβαλέσθαι. τὰ μὲν οὖν τῆς Ἀππίας ὁδοῦ τοιαῦτά ἐστι. 5.14.12 Γότθοι δὲ, οἳ ἐν Ῥώμῃ φυλακὴν εἶχον, ἐπεὶ τούς τε πολεμίους ἄγχιστά πη εἶναι ἐπύθοντο καὶ Ῥωμαίων τῆς γνώμης ᾔσθοντο, ἤσχαλλον τότε τῇ πόλει καὶ τοῖς ἐπιοῦσι διὰ μάχης ἰέναι οὐχ οἷοί τε ὄντες ἠπόρουν· 5.14.13 ἔπειτα δὲ Ῥωμαίων σφίσιν ἐνδιδόντων ἐνθένδε ἀπαλλαγέντες ἐπὶ Ῥαβέννης ἐχώρησαν ἅπαντες, πλήν γε δὴ ὅτι Λεύδερις, ὃς αὐτῶν ἦρχεν, αἰδεσθεὶς, οἶμαι, τύχην 5.14.14 τὴν παροῦσαν, αὐτοῦ ἔμεινε. ξυνέπεσέ τε ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τὸν αὐτὸν χρόνον Βελισάριον μὲν καὶ τὸν βασιλέως στρατὸν ἐς Ῥώμην εἰσιέναι διὰ πύλης, ἣν καλοῦσιν Ἀσιναρίαν, Γότθους δὲ ἀναχωρεῖν ἐνθένδε διὰ πύλης ἑτέρας, ἣ Φλαμινία ἐπικαλεῖται, Ῥώμη τε αὖθις ἑξήκοντα ἔτεσιν ὕστερον ὑπὸ Ῥωμαίοις γέγονεν, ἐνάτῃ τοῦ τελευταίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου ∆εκεμβρίου μηνὸς ἑνδέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. 5.14.15 Λεύδεριν μὲν οὖν τὸν Γότθων ἄρχοντα καὶ τῶν πυλῶν τὰς κλεῖς Βελισάριος βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ τοῦ περιβόλου πολλαχῆ διερρυηκότος ἐπεμελεῖτο, ἔπαλξιν δὲ ἑκάστην ἐγγώνιον ἐποίει, οἰκοδομίαν δή τινα ἑτέραν ἐκ πλαγίου τοῦ εὐωνύμου τιθέμενος, ὅπως οἱ ἐνθένδε τοῖς ἐπιοῦσι μαχόμενοι πρὸς τῶν ἐν ἀριστερᾷ σφίσι τειχομαχούντων ἥκιστα βάλλωνται, καὶ τάφρον ἀμφὶ τὸ τεῖχος βαθεῖάν τε καὶ λόγου 5.14.16 ἀξίαν πολλοῦ ὤρυσσε. Ῥωμαῖοι δὲ τὴν μὲν πρόνοιαν τοῦ στρατηγοῦ καὶ διαφερόντως τὴν ἐς τὰς ἐπάλξεις ἀποδεδειγμένην ἐμπειρίαν ἐπῄνουν, ἐν θαύματι δὲ μεγάλῳ ποιούμενοι ἤσχαλλον, εἴ τινα ὡς πολιορκηθήσεται ἔννοιαν ἔχων, ᾠήθη ἐσιτητά οἱ ἐς Ῥώμην εἶναι, ἣ οὔτε πολιορκίαν οἵα τέ ἐστι φέρειν τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, διὰ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, καὶ τείχους περιβαλλομένη τοσοῦτόν τι χρῆμα, ἄλλως τε καὶ ἐν πεδίῳ κειμένη ἐς ἄγαν ὑπτίῳ τοῖς ἐπιοῦσιν εὐέφοδος, 5.14.17 ὡς τὸ εἰκὸς, ἔστιν. ὁ δὲ καὶ ταῦτα ἀκούων τὰ ἐς πολιορκίαν οὐδέν τι ἧσσον ἅπαντα ἐξηρτύετο, καὶ τὸν σῖτον, ὃν ταῖς ναυσὶν ἔχων ἐκ Σικελίας ἀφίκετο, ἐν οἰκήμασι καταθέμενος δημοσίοις ἐφύλασσε, καὶ Ῥωμαίους ἅπαντας, καίπερ δεινὰ ποιουμένους, ἠνάγκαζεν ἅπαντα σφίσι τὰ ἐπιτήδεια ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι. 5.15.1 Τότε δὴ καὶ Πίτζας, Γότθος ἀνὴρ, ἐκ Σαμνίου ἥκων, αὑτόν τε καὶ Γότθους, οἳ ἐκείνῃ ξὺν αὐτῷ ᾤκηντο, καὶ Σαμνίου τοῦ ἐπιθαλασσίου μοῖραν τὴν ἡμίσειαν Βελισαρίῳ ἐνεχείρισεν, ἄχρι ἐς τὸν ποταμὸν, 5.15.2 ὃς τῆς χώρας μεταξὺ φέρεται. Γότθοι γὰρ, ὅσοι ἐπὶ θάτερα τοῦ ποταμοῦ ἵδρυντο, οὔτε τῷ Πίτζᾳ ἕπεσθαι οὔτε βασιλεῖ κατήκοοι εἶναι ἤθελον. στρατιώτας τέ οἱ Βελισάριος οὐ πολλοὺς ἔδωκεν, ὅπως αὐτῷ ξυμφυ5.15.3 λάξωσι τὰ ἐκείνῃ χωρία. πρότερον δὲ Καλαβροί τε καὶ Ἀπούλιοι, Γότθων σφίσι τῇ χώρᾳ οὐ παρόντων, Βελισαρίῳ ἐθελούσιοι