389
ἀνακυκλεῖν πόλεμον, πόνῳ τε καὶ χρόνῳ πεπαυμένον πολλῷ, πρός τε Ῥωμαίους καὶ Λαγγοβάρδας ἔτι 8.27.26 ἤθελεν. ὕστερον μέντοι ἐπενόει τάδε. πέμψας παρὰ τὸν Αὐδουὶν ἐξῃτεῖτο τὸν Ἐλεμούνδου υἱὸν Οὐστρίγοτθον, ἐπὶ τὴν ὁμοίαν αὐτῷ ἁμαρτάδα ὁρμῶν, τῶν τε ἱκετῶν ἀνταλλάσσεσθαι τὴν προδοσίαν παρακαλῶν. 8.27.27 τῇ γὰρ τῆς ἐμφεροῦς ἀτοπίας ὀκνήσει τὴν ἐπίταξιν αὐτῶν ἀναχαιτίσειν εἶχεν, ἀλλ' Αὐδουὶν αὐτὸν μηδεμιᾷ 8.27.28 μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι. τούτων τε αὐτοῖς δεδογμένων ἐξεπιστάμενοι ὡς οὔτε Λαγγοβάρδαι οὔτε Γήπαιδες ἐθέλουσι τοῦ μιάσματος μεταλαχεῖν σφίσιν, ἐς μὲν οὖν τὸ ἐμφανὲς οὐδὲν ἔδρασαν, ἑκάτερος δὲ δόλῳ τὸν θατέρου ἐχθρὸν ἔκτει8.27.29 νεν. ὅντινα μέντοι τρόπον, ἀφίημι λέγειν. οὐ γὰρ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀμφ' αὐτοῖν λόγοι, ἀλλὰ κατὰ πολὺ διαλλάσσουσιν οἷά γε τῶν πραγμάτων τὰ λαθραιότατα. τὰ μὲν οὖν κατὰ Ἰλδιγισὰλ καὶ Οὐστρίγοτθον ἐς τοῦτο ἐτελεύτα. 8.28.1 Τοῖς δὲ ἀμφὶ Ναρσῆν ἀφικομένοις ἐς Ῥάβενναν πόλιν ἀνεμίγνυντο Βαλεριανὸς καὶ Ἰουστῖνος οἱ στρατηγοὶ, καὶ εἴ τι ἄλλο στράτευμα Ῥωμαίων 8.28.2 ταύτῃ ἐλέλειπτο. ἐπειδὴ δὲ αὐτοῖς ἐννέα ἡμερῶν χρόνος ἐς Ῥάβενναν ἐτέτριπτο, Οὐσδρίλας, Γότθος ἀνὴρ, διαφερόντως ἀγαθὸς τὰ πολέμια, τοῦ ἐν Ἀριμίνῳ φυλακτηρίου ἄρχων, πρὸς Βαλεριανὸν ἔγραψε τάδε «Πάντα «ταῖς φήμαις καταλαβόντες, τοῖς τε φάσμασιν ἤδη ξύμ»πασαν Ἰταλίαν συσχόντες καὶ ὀφρυάσαντες οὐχ ὅσα «γε τὰ ἀνθρώπεια, ταύτῃ τε Γότθους, ὥσπερ οἴεσθε, «δεδιξάμενοι, εἶτα κάθησθε νῦν ἐν Ῥαβέννῃ τῷ μὲν «ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι, οἶμαι, «ξυμφρουροῦντες ἔτι τὸ φρόνημα τοῦτο, βαρβάρων «δὲ παμμίκτῳ ὁμίλῳ τὴν οὐδαμόθεν προσήκουσαν ὑμῖν 8.28.3 «κατατρίβοντες χώραν. ἀλλ' ἀνάστητε ὅτι τάχιστα καὶ «πολεμίων ἔργων τὸ λοιπὸν ἅπτεσθε, δείξατέ τε «ὑμᾶς αὐτοὺς Γότθοις, μηδὲ ἀναρτήσητε μακροτέραις 8.28.4 «ἐλπίσιν ἡμᾶς, προσδεχομένους ἐκ παλαιοῦ τὸ θέα»μα.» ἡ μὲν γραφὴ τοσαῦτα ἐδήλου. ἐπειδὴ δὲ ταῦτα Ναρσῆς ἀπενεχθέντα εἶδε, Γότθων τῆς ἀλαζονείας γελάσας, καθίστατο εὐθὺς παντὶ τῷ στρατῷ ἐς τὴν ἔξοδον, φρουρὰν ξὺν Ἰουστίνῳ ἐν Ῥαβέννῃ ἀπολιπών. 8.28.5 γενόμενοί τε πόλεως Ἀριμίνου ἄγχιστα, εὗρον οὐκ εὐπετῆ σφίσι τὸ ἐνθένδε τὴν δίοδον οὖσαν, Γότθων περιῃρηκότων τὴν ἐκείνῃ γέφυραν οὐ πολλῷ πρότερον. 8.28.6 ὁ γὰρ ποταμὸς ὁ τὴν Ἀρίμινον παραρρέων ἀνδρὶ μὲν ἀόπλῳ ἑνὶ πεζῇ ἰόντι μόλις διαβατὸς γίνεται διὰ τῆς γεφύρας πόνῳ τε καὶ ταλαιπωρίᾳ πολλῇ, καὶ ταῦτα μηδενὸς ἐνοχλοῦντος ἢ τὴν δίοδον ἀναστέλλοντος· πλήθει δὲ ἀνθρώπων καὶ διαφερόντως ἐξωπλισμένων, ἄλλως τε καὶ πολεμίων ἀντιστατούντων, τρόπῳ ὁτῳοῦν 8.28.7 ἐνταῦθα διαπορθμεύσασθαι ἀδύνατά ἐστι. διόπερ ὁ Ναρσῆς ἐν τῷ γεφύρας χώρῳ γενόμενος ξὺν ὀλίγοις τισὶν ἀπορούμενος ἐπὶ πλεῖστον διεσκοπεῖτο ὁπόθεν 8.28.8 ἄν ποτε πόρον τινὰ τῷ πράγματι εὕροι. οὗ δὴ καὶ Οὐσδρίλας τινὰς ἐπαγαγόμενος ἱππέων ἦλθε, μή τι τῶν πρασσομένων αὐτὸν διαλάθοι. τῶν δέ τις Ναρσῇ ἐπισπομένων τὸ τόξον ἐντείνας ἐπ' αὐτοὺς ἔβαλλεν, 8.28.9 ἑνί τε τῶν ἵππων κατατυχὼν εὐθὺς ἔκτεινεν. οἵ τε ἀμφὶ τὸν Οὐσδρίλαν τότε μὲν ἐνθένδε κατὰ τάχος ἀπαλλαγέντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, αὐτίκα δὲ καὶ ἄλλους ἐπαγαγόμενοι τῶν σφίσι μαχιμωτάτων διὰ πύλης ἑτέρας ἐπ' αὐτοὺς ἵεντο, ὡς ἀπροσδόκητοί τε αὐτοῖς ἐπιπεσόντες καὶ τὸν Ναρσῆν διαχρησόμενοι 8.28.10 αὐτίκα δὴ μάλα. ἐπὶ θάτερα γὰρ τοῦ ποταμοῦ διερευνώμενος τῇ στρατιᾷ τὴν διάβασιν ἤδη ἀφῖκτο. ἀλλὰ τῶν τινες Ἐρούλων τύχῃ αὐτοῖς τινι ἐνταῦθα ὑπαντιάσαντες κτείνουσί τε τὸν Οὐσδρίλαν, καὶ ὅστις ποτὲ ἦν ἐπιγνωσθέντα παρὰ Ῥωμαίου ἀνδρὸς τὴν κεφαλὴν ἀφαιρούμενοι, ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθον, καὶ Ναρσῇ ἐπιδείξαντες τῇ προθυμίᾳ ἐπέρρωσαν πάντας, τεκμηριουμένους τῷ ξυμβεβηκότι τὰ ἐκ τοῦ θεοῦ Γότθοις πολέμια εἶναι· οἵ γε τῶν πολεμίων τῷ στρατηγῷ ἐνεδρεύσαντες αὐτοὶ οὐκ ἐξ ἐπιβουλῆς ἢ προνοίας τινὸς τὸν ἄρχοντα σφῶν ἐξαπιναίως ἀφῄρηντο. 8.28.11 Ναρσῆς δὲ, καίπερ Οὐσδρίλα πεπτωκότος, ὃς τοῦ ἐν