39
ἔφραζε, καὶ τὸν οἰκέτην 1.23.14 ἐφ' ἅπασίν οἱ ὁμολογοῦντα παρείχετο. ταῦτα ἐπεὶ ὁ Χοσρόης ἔγνω, τῷ τε θυμῷ ἤδη ὑπερφυῶς εἴχετο καὶ δεινὰ ἐποιεῖτο εἰ πρὸς δούλου ἀνδρὸς τοιαῦτα ἔργα πεπονθὼς εἴη, οὐκ ἔχων τε ὅπως οἱ ὑποχείριον τὸν 1.23.15 ἄνδρα ποιοίη, ἐπενόει τάδε. ἡνίκα ἐκ γῆς τῆς Κολχίδος ἐπ' οἴκου ἀναχωρεῖν ἔμελλε, γράφει τῷ χαναράγγῃ τούτῳ ὅτι δὴ αὐτῷ βεβουλευμένα εἴη παντὶ τῷ στρατῷ ἐς γῆν τὴν Ῥωμαίων ἐσβάλλειν, οὐκ ἐν μιᾷ μέντοι τῆς χώρας εἰσόδῳ, ἀλλὰ δίχα ποιησαμένῳ τὸ Περσῶν στράτευμα, ὅπως οἱ ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Εὐ1.23.16 φράτου ἐπὶ τοὺς πολεμίους ἡ ἐσβολὴ ἔσται. μιᾷ μὲν οὖν τῆς στρατιᾶς μοίρᾳ ἐς τὴν πολεμίαν αὐτὸν, ὡς τὸ εἰκὸς, ἐξηγήσεσθαι, ἑτέρῳ δὲ οὐδενὶ ἐνδιδόναι τῶν αὐτοῦ δούλων ἴσα τῷ βασιλεῖ ἐν ταύτῃ δὴ τῇ τιμῇ 1.23.17 ἔχειν, ὅτι μὴ αὐτῷ χαναράγγῃ τῆς ἀρετῆς ἕνεκα. δεῖν τοίνυν αὐτὸν μὲν ἐν τῇ ἀποπορείᾳ κατὰ τάχος οἱ ἐς ὄψιν ἐλθεῖν, ὅπως αὐτῷ κοινολογησάμενος ἅπαντα ἐπιστέλλοι ὅσα ξυνοίσειν τῇ στρατιᾷ μέλλοι, τοὺς δὲ 1.23.18 ξὺν αὐτῷ ὄπισθε κελεύειν ὁδῷ ἰέναι. ταῦτα ἐπεὶ ὁ χαναράγγης ἀπενεχθέντα εἶδε, περιχαρὴς γεγονὼς τῇ ἐς αὐτὸν τοῦ βασιλέως τιμῇ, μακράν τε ἀπολελειμμένος τῶν οἰκείων κακῶν αὐτίκα τὰ ἐντεταλμένα ἐπιτελῆ 1.23.19 ἐποίει. ἐν δὲ τῇ ὁδῷ ταύτῃ ἀντέχειν τῷ πόνῳ οὐδαμῆ ἔχων (ἦν γάρ τις γέρων ὁ ἀνὴρ μάλιστα) τόν τε χαλινὸν μεθεὶς τοῦ ἵππου ἐκπίπτει καί οἱ τὸ ἐν τῷ σκέλει ὀστέον ἐρράγη· διὸ δὴ αὐτῷ ἐπάναγκες ἦν ἐνταῦθα θεραπευομένῳ ἡσυχῆ μένειν, ἔς τε τὸ χωρίον 1.23.20 τοῦτο τῷ βασιλεῖ ἥκοντι ἐς ὄψιν ἦλθε. καὶ αὐτῷ Χοσρόης ἔφασκε ξυστρατεύειν σφίσιν οὕτως ἔχοντι τοῦ ποδὸς ἀδύνατα εἶναι, ἀλλὰ χρῆναι αὐτὸν ἔς τι τῶν ἐκείνῃ φρουρίων ἰόντα τῆς πρὸς τῶν ἰατρῶν ἐπιμε1.23.21 λείας ἐνταῦθα τυχεῖν. οὕτω μὲν ὁ Χοσρόης τὴν ἐπὶ τῷ θανάτῳ τὸν ἄνθρωπον ἀπεπέμψατο, καὶ ξὺν αὐτῷ ὄπισθεν εἵποντο οἵπερ αὐτὸν ἐν τῷ φρουρίῳ ἀπολεῖν ἔμελλον, ἄνδρα ἐν Πέρσαις ἀήττητον στρατηγὸν ὄντα τε καὶ λεγόμενον, ὅσπερ ἐπὶ δώδεκα ἔθνη βαρβάρων 1.23.22 στρατεύσας ἅπαντα Καβάδῃ βασιλεῖ παρεστήσατο. τοῦ δὲ Ἀδεργουδουνβάδου ἐξ ἀνθρώπων ἀφανισθέντος, Οὐαρ1.23.23 ράμης ὁ παῖς τὸ τοῦ χαναράγγου ἀξίωμα ἔσχε. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον εἴτε Καβάδης αὐτὸς, ὁ τοῦ Ζάμου υἱὸς, εἴτε τις ἄλλος ἐπιβατεύων τοῦ Καβάδου ὀνόματος ἐς Βυζάντιον ἦλθε· Καβάδῃ μέντοι βασιλεῖ 1.23.24 τὴν ὄψιν ἐμφερέστατος ἦν. καὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἀμφιγνοῶν μὲν, ἅτε δὴ Καβάδου βασιλέως υἱωνὸν, ξὺν φιλοφροσύνῃ πολλῇ ἐν τιμῇ ἔσχε. τὰ μὲν οὖν ἀμφὶ Πέρσας τοὺς Χοσρόῃ ἐπαναστάντας ἐγένετο ὧδε. 1.23.25 Ὕστερον δὲ καὶ τὸν Μεβόδην ὁ Χοσρόης διεχρήσατο ἐξ αἰτίας τοιᾶσδε. τῶν τι σπουδαίων διαχειρίζων, παρόντι τῷ Ζαβεργάνῃ ἐπέταττε τὸν Μεβόδην καλεῖν· ἐτύγχανε δὲ τῷ Μεβόδῃ ὁ Ζαβεργάνης διάφορος ὤν· ὃς δὴ παρ' αὐτὸν ἀφικόμενος εὕρισκε μὲν στρατιώτας τοὺς αὐτῷ ἑπομένους διέποντα, ἔλεγε δὲ ὅτι δὴ αὐτὸν 1.23.26 ὡς τάχιστα ὁ βασιλεὺς καλοίη. καὶ ὁ μὲν αὐτίκα μάλα, ἐπειδὰν τὰ ἐν ποσὶ διάθηται, ἕψεσθαι ὡμολόγει, ὁ δὲ τῷ ἐς αὐτὸν ἔχθει ἠγμένος ἀπήγγελλε Χοσρόῃ ὡς οὐ βούλοιτο Μεβόδης ἐν τῷ παρόντι ἥκειν, φάσκων 1.23.27 οἵ τινα ἀσχολίαν εἶναι. θυμῷ τοίνυν ὁ Χοσρόης ἐχόμενος, στείλας τῶν οἱ ἑπομένων τινὰ παρὰ τὸν τρίποδα τὸν Μεβόδην ἐκέλευεν ἰέναι. ὅ τι δὲ τοῦτό ἐστιν, 1.23.28 αὐτίκα δηλώσω. τρίπους σιδηροῦς πρὸ τῶν βασιλείων ἐσαεὶ ἕστηκεν. ἐπειδὰν οὖν τις τῶν Περσῶν πύθηται ὅτι δὴ αὐτῷ ὁ βασιλεὺς χαλεπῶς ἔχοι, τούτῳ δὲ οὔτε πη ἐς ἱερὸν καταφυγεῖν θέμις οὔτε ἀλλαχόσε ἰέναι, ἀλλὰ παρὰ τοῦτον καθημένῳ τὸν τρίποδα τὴν βασιλέως προσδέχεσθαι ψῆφον, τῶν πάντων οὐδενὸς φυλάσ1.23.29 σειν αὐτὸν ἀξιοῦντος. ἐνταῦθα ὁ Μεβόδης ἐν σχήματι οἰκτρῷ ἐκάθητο ἡμέρας πολλὰς, ἕως τις αὐτὸν Χοσρόου ἐπαγγείλαντος λαβὼν ἔκτεινεν. ἐς τοῦτό τε αὐτῷ τὰ τῆς ἐς Χοσρόην εὐεργεσίας ἐχώρησεν. 1.24.1 Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐν Βυζαντίῳ 1.24.1 στάσις τῷ δήμῳ ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπεσεν, ἣ μεγίστη τε παρὰ δόξαν ἐγένετο καὶ ἐς