291
ἐκείνῃ χωρία ἐπεκδρομὰς ἐποιήσαντο. τοῖς τε πολεμίοις τύχῃ τινὶ ὑπαντιάσαντες πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι ἐς χεῖρας 7.10.11 ἦλθον. καὶ παρὰ πολὺ ἡσσηθέντες τῇ μάχῃ ἐς τὸ τῆς θαλάσσης ὕδωρ οἱ πολλοὶ ἔφυγον, ἵνα δὴ ἑβδομήκοντα καὶ ἑκατὸν ἀποβαλόντες ἐς τὸ φρούριον οἱ λοιποὶ ἀνε7.10.12 χώρησαν. Βαλεντῖνος δὲ τοὺς μὲν πάλαι φρουροὺς ἐνθένδε ἡμιθνῆτας εὑρὼν ὑπεξήγαγεν, ἑτέρους δὲ ἀντικαταστησάμενος ἀκραιφνεῖς, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, καὶ τὰ ἐπιτήδεια ἐς χρόνον αὐτοῖς ἀπολιπὼν ἐνιαύσιον, ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Σάλωνας 7.10.13 ἦλθε. καὶ Βελισάριος παντὶ τῷ στόλῳ ἐνθένδε ἄρας Πόλῃ προσέσχεν. οὗ δὴ τὸ στράτευμα διέπων χρόνον 7.10.14 τινὰ ἔμενε. Τουτίλας δὲ ἥκειν αὐτὸν ἐνταῦθα ἀκούσας, τήν τε δύναμιν ἐθέλων γνῶναι, ἥνπερ ἐπήγετο, ἐποίει τάδε. Βόνος ἦν τις Ἰωάννου ἀνεψιὸς φρουρᾶς 7.10.15 ἄρχων τῆς ἐν Γενούᾳ. τούτου δὲ τῷ ὀνόματι χρησάμενος γράμματα δῆθεν τῷ λόγῳ παρ' αὐτοῦ πρὸς Βελισάριον ἔγραψεν ἅτε παρακαλοῦντος αὐτὸν ὅτι τάχιστα παραγενέσθαι σφίσιν ἐν κινδύνοις τισὶ χαλε7.10.16 ποῖς οὖσιν. ἄνδρας τε ἀπολεξάμενος περιέργους ἐς τὰ μάλιστα πέντε τά τε γράμματα ἐνεχείρισε καὶ δύναμιν ἀκριβῶς κατανοεῖν τὴν Βελισαρίου ἐπέστελλεν, 7.10.17 ἐνδεικνυμένους ὅτι δὴ ἀπὸ Βόνου σταλεῖεν. Βελισάριος μὲν οὖν τοὺς ἄνδρας οἱ ἐς ὄψιν ἐλθόντας ξὺν φιλο7.10.18 φροσύνῃ πολλῇ, ὥσπερ εἰώθει, εἶδεν. ἀναλεξάμενός τε τὰ γράμματα Βόνῳ ἀπαγγέλλειν ἐκέλευεν ὅτι δὴ παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἥξει. οἱ δὲ περισκοπήσαντες ἅπαντα, καθάπερ σφίσιν ἐπέστελλε Τουτίλας, ἔς τε τὸ Γότθων στρατόπεδον ἐπανῆκον καὶ ὡς ἥκιστα λόγου ἀξίαν τὴν Βελισαρίου δύναμιν ἰσχυρίζοντο εἶναι. 7.10.19 Ἐν τούτῳ δὲ Τουτίλας Τίβουριν πόλιν, Ἰσαύρων φρουρὰν ἔχουσαν, προδοσίᾳ εἷλε τρόπῳ τοιῷδε. τῶν τινες οἰκητόρων τὰς πύλας ξὺν τοῖς Ἰσαύροις ἐφύ7.10.20 λασσον. οὗτοι Ἰσαύροις τοῖς ξυμφυλάσσουσι διάφοροι γεγενημένοι ἀπ' οὐδεμιᾶς πρὸς αὐτῶν γινομένης αἰτίας ἄγχιστά που ἐνστρατοπεδευομένους τοὺς πολεμίους 7.10.21 ἐπηγάγοντο νύκτωρ. οἱ μὲν οὖν Ἴσαυροι ξυμφρονήσαντες ἁλισκομένης τῆς πόλεως σχεδόν τι ἅπαντες δια7.10.22 φυγεῖν ἴσχυσαν. τῶν δὲ οἰκητόρων οὐδενὸς οἱ Γότθοι ἐφείσαντο, ἀλλὰ ξὺν τῷ τῆς πόλεως ἱερεῖ ἅπαντας ἔκτειναν τρόπῳ δὴ ὅνπερ ἐξεπιστάμενος ἔγωγε ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπανθρωπίας ἀπολείπω μνημεῖα τῷ ὄπισθεν χρόνῳ· ἐν οἷς καὶ Κάτελλος ἀπώ7.10.23 λετο ἔν γε Ἰταλιώταις ἀνὴρ δόκιμος. καὶ οἱ μὲν βάρβαροι Τίβουριν ἔσχον, Ῥωμαῖοι δὲ οὐκέτι ἠδύναντο ἐκ Τούσκων τὰ ἐπιτήδεια διὰ τοῦ Τιβέριδος ἐσκομίζεσθαι. πρὸς γὰρ τῷ ποταμῷ ἡ πόλις κειμένη Ῥώμης ὕπερθεν ὡς ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐπιτείχισμα τὸ λοιπὸν τοῖς ἐνταῦθα εἰσπλεῖν βουλομένοις ἐγίνετο. 7.11.1 Τὰ μὲν οὖν ἀμφὶ Τιβούρει οὕτω γενέσθαι ξυνέπεσε. Βελισάριος δὲ παντὶ τῷ στόλῳ ἐς Ῥάβενναν ἀφικόμενος Γότθους τε τοὺς παρόντας καὶ Ῥωμαίων στρατιώτας ξυναγαγὼν ἔλεξε τοιάδε «Οὐ νῦν πρῶτον, «ὦ ἄνδρες, τὰ τῆς ἀρετῆς ἔργα πρὸς τῆς κακίας διερρυη7.11.2 «κέναι ξυμβέβηκεν. ἄνωθεν γὰρ τοῦτο τοῖς ἀνθρω»πίνοις ἐμπέφυκεν ἀτεχνῶς πράγμασι, πολλάς τε ἀν»δρῶν ἀγαθῶν πράξεις μοχθηρία τῶν πονηροτάτων «ἀναχαιτίζειν τε καὶ διαφθείρειν ἱκανῶς ἴσχυσεν. ὅπερ 7.11.3 «καὶ νῦν τὰ βασιλέως πράγματα ἔσφηλεν. ᾧ δὴ το»σοῦτον τὰ ἡμαρτημένα ἐπανορθοῦν μέλει, ὥστε «τὴν Περσῶν ἐπικράτησιν περὶ ἐλάσσονος τούτων «ποιούμενος ἀποστεῖλαί με τανῦν εἰς ὑμᾶς ἔγνωκεν, «ὅπως ἐπανορθώσω καὶ ἰάσωμαι εἴ τι τοῖς ἄρχουσι μὴ «ὀρθῶς ἢ ἐς τοὺς στρατιώτας τοὺς αὐτοῦ ἢ εἰς Γότθους 7.11.4 «εἴργασται. τὸ μὲν οὖν μηδὲν ὑφ' ὁτουοῦν ἁμαρ»τάνεσθαι οὔτε ἀνθρώπινον καὶ τῆς τῶν πραγμάτων «φύσεως ἔξω, τὸ δὲ τὰ ἡμαρτημένα ἐπανορθοῦν βασιλεῖ «τε διαρκῶς πρέπον καὶ παραψυχῆς τοῖς ἠγαπημένοις 7.11.5 «ἱκανῶς ἄξιον. οὐ γὰρ ὅσον ὑμῖν τῶν δυσκόλων «ἀπαλλαγῆναι ξυμβήσεται, ἀλλὰ καὶ τῆς βασιλέως εἰς «ὑμᾶς εὐνοίας ξυνεῖναί τε καὶ ἀπολαύειν αὐτίκα προσ»έσται· οὗ τί ἂν ἀξιώτερον γένοιτο ἀνθρώπῳ τῶν 7.11.6 «πάντων χρημάτων; ἐπειδὴ τοίνυν ἐπ' αὐτῷ τούτῳ «ὑμῖν