14
ἐξεληλυθότων τὸν ὅμιλον λογισάμενοι ἑπτὰ μάλιστα ἡμερῶν ηὕρισκον δαπάνην ἐν τῇ πόλει ἀπολελεῖφθαι, καίπερ Γλώνου τε καὶ τοῦ ἐκείνου παιδὸς ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν πολλοῦ χρόνου 1.9.22 ἐνδιδόντος τὰ σιτία Πέρσαις. Ῥωμαίοις γὰρ τοῖς ἐν τῇ πόλει, ὥσπερ μοι προδεδήλωται, ξὺν αὐτοῖς μείνασιν οὐδὲν τὸ παράπαν χορηγεῖν ἔγνωσαν, ἐξ ὅτου οἱ πολέμιοι ἐς τὴν πολιορκίαν κατέστησαν, οἳ δὴ ἐς βρώσεις ἀήθεις τὰ πρῶτα ἐλθόντες τῶν τε οὐ θεμιτῶν ἁψάμενοι πάντων, εἶτα τελευτῶντες καὶ ἀλλήλων ἐγεύ1.9.23 σαντο. διὸ δὴ ἐξηπατημένοι τε πρὸς τῶν βαρβάρων οἱ στρατηγοὶ ᾔσθοντο καὶ τοῖς στρατιώταις τὴν ἀκρασίαν ὠνείδιζον, ὅτι δὴ ἀπειθεστέρους αὑτοὺς παρεχόμενοι σφίσι, παρὸν δορυαλώτους Πέρσας τε τοσούτους τὸ πλῆθος καὶ Γλώνου τὸν υἱὸν σὺν τῇ πόλει ἑλεῖν, οἱ δὲ τὰ Ῥωμαίων χρήματα ἐς τοὺς πολεμίους μετενεγκόντες αἶσχός τε ἀνεδήσαντο μέγα καὶ Ἄμιδαν ἀρ1.9.24 γυρώνητον πρὸς Περσῶν ἔλαβον. ὕστερον δὲ Πέρσαι τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπεβέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων, ἐπ' οἴκου τε ἀμφότεροι 1.9.25 ἀναχωρήσαντες ἡσυχῆ ἔμενον. οὕτω μὲν, ὥσπερ ἐρρήθη, ἀρξάμενος ὁ Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐς τόδε ἐτελεύτα. τὰ δὲ ἀμφὶ πύλας τὰς Κασπίας ξυνενεχθέντα ἐρῶν ἔρχομαι. 1.10.1 Τὸ Κιλίκων ὄρος ὁ Ταῦρος ἀμείβει μὲν τὰ πρῶτα Καππαδόκας τε καὶ Ἀρμενίους καὶ τῶν Περσαρμενίων καλουμένων τὴν γῆν, ἔτι μέντοι Ἀλβανούς τε καὶ Ἴβηρας, καὶ ὅσα ἄλλα ἔθνη αὐτόνομά τε καὶ Πέρ1.10.2 σαις κατήκοα ταύτῃ ᾤκηνται. ἐξικνεῖται γὰρ ἐς χώραν πολλὴν, προϊόντι δὲ ἀεὶ τὸ ὄρος τοῦτο ἐς μέγα τι 1.10.3 χρῆμα εὔρους τε καὶ ὕψους διήκει. ὑπερβάντι δὲ τοὺς Ἰβήρων ὅρους ἀτραπός τίς ἐστιν ἐν στενοχωρίᾳ 1.10.4 πολλῇ, ἐπὶ σταδίους πεντήκοντα ἐξικνουμένη. αὕτη δὲ ἡ ἀτραπὸς ἐς ἀπότομόν τινα καὶ ὅλως ἄβατον τελευτᾷ χῶρον. δίοδος γὰρ οὐδεμία τὸ λοιπὸν φαίνεται, πλήν γε δὴ ὅτι ὥσπερ τινὰ χειροποίητον πυλίδα ἐνταῦθα ἡ φύσις ἐξεῦρεν, ἣ Κασπία ἐκ παλαιοῦ ἐκλήθη. 1.10.5 τὸ δὲ ἐνθένδε πεδία τέ ἐστιν ἱππήλατα καὶ ὑδάτων πολλῶν ἀτεχνῶς ἔμπλεα, καὶ χώρα πολλὴ ἱππόβοτός 1.10.6 τε καὶ ἄλλως ὑπτία. οὗ δὴ τὰ Οὔννων ἔθνη σχεδόν τι ἅπαντα ἵδρυται ἄχρι ἐς τὴν Μαιῶτιν διήκοντα λίμ1.10.7 νην. οὗτοι ἢν μὲν διὰ τῆς πυλίδος, ἧς ἄρτι ἐμνήσθην, ἴωσιν ἐς τὰ Περσῶν τε καὶ Ῥωμαίων ἤθη, ἀκραιφνέσι τε τοῖς ἵπποις ἴασι καὶ περιόδῳ τινὶ οὐδαμῆ χρώμενοι οὐδὲ κρημνώδεσιν ἐντυχόντες χωρίοις, ὅτι μὴ τοῖς πεντήκοντα σταδίοις ἐκείνοις, οἷσπερ εἰς 1.10.8 τοὺς Ἰβηρίους ὅρους, ὥσπερ ἐρρήθη, διήκουσιν. ἐπ' ἄλλας δέ τινας ἐξόδους ἰόντες πόνῳ τε πολλῷ παραγίνονται καὶ ἵπποις οὐκέτι χρῆσθαι τοῖς αὐτοῖς ἔχοντες. περιόδους τε γὰρ αὐτοὺς περιιέναι πολλὰς 1.10.9 ἐπάναγκες καὶ ταύτας κρημνώδεις. ὅπερ ἐπειδὴ ὁ Φιλίππου Ἀλέξανδρος κατενόησε, πύλας τε ἐν χώρῳ ἐτεκτήνατο τῷ εἰρημένῳ καὶ φυλακτήριον κατεστήσατο. ὃ δὴ ἄλλοι τε πολλοὶ προϊόντος χρόνου ἔσχον καὶ Ἀμβαζούκης, Οὖννος μὲν γένος, Ῥωμαίοις δὲ καὶ 1.10.10 Ἀναστασίῳ βασιλεῖ φίλος. οὗτος Ἀμβαζούκης ἐπειδὴ ἔς τε γῆρας ἀφῖκτο βαθὺ καὶ τελευτᾶν ἔμελλε, πέμψας παρὰ τὸν Ἀναστάσιον, χρήματά οἱ δοθῆναι ᾔτει, ἐφ' ᾧ τό τε φυλακτήριον καὶ πύλας τὰς Κασπίας ἐνδώσει 1.10.11 Ῥωμαίοις. βασιλεὺς δὲ Ἀναστάσιος (δρᾶν γὰρ ἀνεπισκέπτως οὐδὲν οὔτε ἠπίστατο οὔτε εἰώθει) λογισάμενος ὅτι οἱ στρατιώτας ἐνταῦθα ἐκτρέφειν ἀδύνατα ἦν ἐν χωρίῳ ἐρήμῳ τε ἀγαθῶν ἁπάντων καὶ οὐδαμῆ ἐν γειτόνων ἔχοντι ἔθνος Ῥωμαίοις κατήκοον, χάριν μὲν τῷ ἀνθρώπῳ τῆς ἐς αὐτὸν εὐνοίας πολλὴν ὡμο1.10.12 λόγει, τὸ δὲ ἔργον τοῦτο οὐδενὶ λόγῳ προσίετο. Ἀμβαζούκης μὲν οὖν οὐ πολλῷ ὕστερον ἐτελεύτα νόσῳ, Καβάδης δὲ βιασάμενος τοὺς αὐτοῦ παῖδας τὰς πύλας ἔσχεν. 1.10.13 Ἀναστάσιός τε βασιλεὺς, ἐπειδὴ ἐγένοντο αὐτῷ αἱ πρὸς Καβάδην σπονδαὶ, πόλιν ἐδείματο ἐν χωρίῳ ∆άρας ὀχυράν τε ὑπερφυῶς καὶ λόγου ἀξίαν, αὐτοῦ 1.10.14 βασιλέως ἐπώνυμον. ἀπέχει δὲ αὕτη πόλεως μὲν Νισίβιδος σταδίους ἑκατὸν δυοῖν δέοντας, χώρας δὲ, ἣ τὰ Ῥωμαίων τε