214
πράγματα ταύτῃ οἰόμενος, πρέσβεις παρὰ Βελισάριον 5.20.8 ἄλλους τε καὶ Ἄλβιν ἔπεμψεν. οἳ, ἐπειδὴ ἐς ὄψιν τὴν Βελισαρίου ἀφίκοντο, παρόντων Ῥωμαίων τε τῶν ἐκ βουλῆς καὶ ὅσοι τοῦ στρατοῦ ἄρχοντες ἦσαν, ἔλεξαν τοιάδε «Πάλαι, ὦ στρατηγὲ, τοῖς ἀνθρώποις εὖ τε καὶ «καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα. ἐν 5.20.9 «οἷς ἓν τόδε ἐστὶ, θράσος κεχώρισται ἀνδρείας. τὸ «μὲν γὰρ αὐτῶν οἷς ἂν προσγένοιτο, ξὺν ἀτιμίᾳ ἐς «κίνδυνον ἄγει, τὸ δὲ δόξαν ἀρετῆς ἱκανῶς φέρεται. 5.20.10 «τούτων θάτερόν σε εἰς ἡμᾶς ἤνεγκεν, ὁπότερον «μέντοι, αὐτίκα δηλώσεις. εἰ μὲν γὰρ ἀνδρείᾳ πιστεύων «ἐπὶ Γότθους ἐστράτευσας, ὁρᾷς γὰρ δήπου ἀπὸ τοῦ «τείχους τὸ τῶν πολεμίων στρατόπεδον καί σοι ἀνδρα»γαθίζεσθαι, ὦ γενναῖε, διαρκῶς πάρεστιν· εἰ δέ γε «θράσει ἐχόμενος ἐφ' ἡμᾶς ὥρμησαι, πάντως σοι καὶ 5.20.11 «μεταμέλει τῶν εἰκῆ πεπραγμένων. τῶν γὰρ ἀπονε»νοημένων αἱ γνῶμαι, ὅταν ἐν τοῖς ἀγῶσι γένωνται, «μετανοεῖν φιλοῦσι. νῦν οὖν μήτε Ῥωμαίοις τοῖσδε «περαιτέρω τὴν ταλαιπωρίαν μηκύνεσθαι ποίει, οὓς «δὴ Θευδέριχος ἐν βίῳ τρυφερῷ τε καὶ ἄλλως ἐλευ»θέρῳ ἐξέθρεψε, μήτε τῷ Γότθων τε καὶ Ἰταλιωτῶν 5.20.12 «δεσπότῃ ἐμποδὼν ἵστασο. πῶς γὰρ οὐκ ἄτοπον, σὲ «μὲν οὕτω καθειργμένον τε καὶ τοὺς πολεμίους κατ»επτηχότα ἐν Ῥώμῃ καθῆσθαι, τὸν δὲ ταύτης βασιλέα «ἐν χαρακώματι διατρίβοντα τὰ τοῦ πολέμου κακὰ τοὺς 5.20.13 «αὑτοῦ κατηκόους ἐργάζεσθαι; ἡμεῖς δὲ σοί τε καὶ τοῖς 5.20.13 «ἑπομένοις ποιεῖσθαι ἤδη τὴν ἄφοδον κατ' ἐξουσίαν «παρέξομεν, ἅπαντα τὰ ὑμέτερα αὐτῶν ἔχουσι. τὸ «γὰρ ἐπεμβαίνειν τοῖς τὸ σῶφρον μεταμαθοῦσιν οὔτε «ὅσιον οὔτε ἄξιον τρόπου τοῦ ἀνθρωπίνου εἶναι νομί5.20.14 «ζομεν. ἡδέως δ' ἂν καὶ Ῥωμαίους ἔτι ἐροίμεθα «τούσδε, τί ποτε ἄρα Γότθοις ἐπικαλεῖν ἔχοντες ἡμᾶς «τε αὖ καὶ σφᾶς αὐτοὺς προὔδοσαν, οἵ γε τῆς μὲν «ἡμετέρας ἐπιεικείας ἄχρι τοῦδε ἀπήλαυσαν, νῦν δὲ «καὶ τῆς παρ' ὑμῶν ἐπικουρίας εἰσὶν ἔμπειροι.» 5.20.15 Τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε «Ὁ μὲν τῆς ξυμβουλῆς καιρὸς οὐκ ἐφ' «ὑμῖν κείσεται. γνώμῃ γὰρ τῶν πολεμίων ἥκιστα «εἰώθασι πολεμεῖν ἄνθρωποι, ἀλλ' αὐτόν τινα τὰ «οἰκεῖα διατίθεσθαι νόμος, ὅπη ἂν αὐτῷ δοκῇ ὡς 5.20.16 «ἄριστα ἔχειν. φημὶ δὲ ὑμῖν ἀφίξεσθαι χρόνον, ἡνίκα «ὑπὸ ταῖς ἀκάνθαις βουλόμενοι τὰς κεφαλὰς κρύπτε5.20.17 «σθαι οὐδαμῆ ἕξετε. Ῥώμην μέντοι ἑλόντες ἡμεῖς τῶν «ἀλλοτρίων οὐδὲν ἔχομεν, ἀλλ' ὑμεῖς ταύτης τὰ πρό»τερα ἐπιβατεύσαντες, οὐδὲν ὑμῖν προσῆκον, νῦν οὐχ 5.20.18 «ἑκόντες τοῖς πάλαι κεκτημένοις ἀπέδοτε. ὅστις δὲ «ὑμῶν Ῥώμης ἐλπίδα ἔχει ἀμαχητὶ ἐπιβήσεσθαι, γνώ»μης ἁμαρτάνει. ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι «ταύτης ἀδύνατον.» τοσαῦτα μὲν καὶ Βελισάριος εἶπε. 5.20.19 Ῥωμαῖοι δὲ ἐν δέει μεγάλῳ γενόμενοι ἡσυχῆ ἐκάθηντο, καὶ οὐδὲν τοῖς πρέσβεσιν ἀντιλέγειν ἐτόλμων, καίπερ ἐπὶ τῇ ἐς Γότθους προδοσίᾳ πολλὰ πρὸς αὐτῶν κακιζόμενοι, πλήν γε δὴ ὅτι Φιδέλιος αὐτοὺς ἐρεσχελεῖν 5.20.20 ἔγνω. ὃς τότε τῆς αὐλῆς ὕπαρχος καταστὰς πρὸς Βελισαρίου ἐτύγχανε, καὶ ἀπ' αὐτοῦ πάντων μάλιστα ἔδοξε βασιλεῖ εὐνοϊκῶς ἔχειν. 5.21.1 Οὕτω μὲν δὴ οἱ πρέσβεις ἐς τὸ σφέτερον στρατόπεδον ἐκομίζοντο. καὶ ἐπεὶ αὐτῶν Οὐίττιγις ἐπυνθάνετο ὁποῖός τε ἀνὴρ Βελισάριος εἴη καὶ γνώμης ὅπως ποτὲ ἀμφὶ τῇ ἐνθένδε ἀναχωρήσει ἔχοι, ἀπεκρίναντο ὡς οὐκ εἰκότα Γότθοι ἐλπίζουσι, δεδίξεσθαι 5.21.2 Βελισάριον ὅτῳ δὴ τρόπῳ οἰόμενοι. Οὐίττιγις δὲ ταῦτα ἀκούσας τειχομαχεῖν τε πολλῇ σπουδῇ ἐβουλεύετο καὶ τὰ ἐς τὴν τοῦ περιβόλου ἐπιβουλὴν ἐξηρ5.21.3 τύετο ὧδε. πύργους ξυλίνους ἐποιήσατο ἴσους τῷ τείχει τῶν πολεμίων, καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς μέτρου πολλάκις ξυμμετρησάμενος ταῖς τῶν λίθων ἐπιβολαῖς. 5.21.4 τούτοις δὲ τοῖς πύργοις τροχοὶ ἐς τὴν βάσιν ἐμβεβλημένοι πρὸς γωνίᾳ ἑκάστῃ ὑπέκειντο, οἳ δὴ αὐτοὺς κυλινδούμενοι ῥᾷστα περιάξειν ἔμελλον ὅπη οἱ τειχομαχοῦντες ἀεὶ βούλοιντο, καὶ βόες τοὺς πύργους ξυν5.21.5 δεδεμένοι εἷλκον. ἔπειτα δὲ κλίμακας πολλάς τε τὸ πλῆθος καὶ ἄχρι ἐς τὰς ἐπάλξεις ἐξικνουμένας ἡτοίμαζε 5.21.6 καὶ μηχανὰς τέσσαρας, αἳ κριοὶ καλοῦνται. ἔστι δὲ ἡ μηχανὴ τοιαύτη.