308
ἐποιοῦντο, ἐπικαλοῦντες ὅτι δὴ χρήματα προϊεμένη τοῖς τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι τὰς Θευδερίχου εἰκόνας διαφθείρειε, τοὺς φόνους ἀμυνομένη Συμμάχου τε τοῦ πατρὸς καὶ 7.20.30 Βοετίου τοῦ ξυνοικήσαντος. Τουτίλας δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὴν ξυνεχώρησεν, ἀλλ' αὐτήν τε καὶ τὰς ἄλλας ἁπάσας ὕβρεως ἐκτὸς διεφύλαξε, καίπερ Γότθων ἐς κοίτην ὡς μάλιστα ἐφιεμένων αὐταῖς ξυνελθεῖν. 7.20.31 διόπερ αὐτῶν οὐδεμιᾷ ἐς τὸ σῶμα ὑβρίσθαι ξυνέβη οὔτε ἀνδρὶ ξυνοικούσῃ οὔτε παρθένῳ ἢ χήρᾳ οὔσῃ, μέγα τε κλέος ἐπὶ σωφροσύνῃ ἐκ τούτου τοῦ ἔργου Τουτίλας ἔσχε. 7.21.1 Τῇ δὲ ὑστεραίᾳ Γότθους ἅπαντας ξυγκαλέσας ὁ Τουτίλας ἔλεξε τοιάδε «Οὐ καινήν τινα οὐδὲ ἀγνῶτα «ὑμῖν παραίνεσιν ποιησόμενος ἐνθάδε ὑμᾶς, ἄνδρες «ξυστρατιῶται, ξυνήγαγον, ἀλλ' ἐκεῖνα ἐρῶν, ἅπερ «ἐγὼ μὲν πολλάκις ἐς ὑμᾶς εἶπον, ὑμῖν δὲ αὐτὰ ἐν»δεξαμένοις τὰ μέγιστα τῶν ἀγαθῶν ξυνηνέχθη γενέ7.21.2 «σθαι. μὴ τοίνυν τινὶ ὀλιγωρίᾳ διὰ τοῦτο ἐς τὴν 7.21.3 «παραίνεσιν τανῦν χρήσησθε. λόγων γὰρ τῶν ἐς «εὐδαιμονίαν ἀγόντων κόρον οὐκ εἰκὸς ἀνθρώπῳ γενέ»σθαι, κἂν τῇ πολυλογίᾳ τις ἀποκναίειν δοκῇ· ἐπεὶ «οὐδὲ πρὸς τὴν ἐξ αὐτῶν εὐεργεσίαν ἀπειπεῖν ἄξιον. 7.21.4 «λέγω δὲ ὅτι πρώην μὲν ἐς μυριάδας εἴκοσι μαχιμω»τάτων ξυνιόντες στρατιωτῶν πλούτῳ τε ὑπερφυεῖ «χρώμενοι καὶ ἵππων τε καὶ ὅπλων περιουσίαν τινὰ, «ὡς ἔνι μάλιστα, ἐνδεικνύμενοι, καὶ γερόντων ξυν»ετωτάτων πολὺν ὅμιλον, ὅπερ τοῖς ἐς ἀγῶνας καθιστα»μένοις ξυμφορώτατον εἶναι δοκεῖ, πρὸς ἀνδρῶν ἑπτα»κισχιλίων Γραικῶν ἡσσηθέντες, τήν τε ἀρχὴν καὶ τὰ 7.21.5 «ἄλλα ξύμπαντα λόγῳ οὐδενὶ ἀφῃρήμεθα. νῦν δ' «ἡμῖν ἐς ὁλίγους ἀπολειφθεῖσι γυμνούς τε καὶ οἰκτροὺς «καὶ οὐδ' ὁτουοῦν τῶν πάντων ἐμπείρους κρατεῖν τῶν 7.21.6 «πολεμίων πλέον ἢ δισμυρίων ὄντων τετύχηκε. τὰ «μὲν οὖν πεπραγμένα συλλήβδην εἰπεῖν τοιαῦτά ἐστι· «τὰς δὲ τῶν οὕτω ξυμβαινόντων αἰτίας ἐν εἰδόσιν ὑμῖν «αὐτίκα δηλώσω· ὅτι Γότθοι μὲν πρότερον τῶν ἄλλων «ἁπάντων περὶ ἐλάσσονος πεποιημένοι τὸ δίκαιον, «ἔπρασσον ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους Ῥω»μαίους ἀνόσια ἔργα, οἷς δὴ, ὡς τὸ εἰκὸς, ἠγμένος ὁ «θεὸς ἐπ' αὐτοὺς τότε ξὺν τοῖς πολεμίοις ἐστράτευσε. 7.21.7 «καὶ διὰ ταῦτα πλήθει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ τοῦ «πολέμου παρασκευῇ τῶν ἐναντίων παρὰ πολὺ ὑπεραί»ροντες δυνάμει τινὶ ἀφανεῖ τε καὶ ὡς ἥκιστα γινω7.21.8 «σκομένῃ ἡσσήθημεν. οὐκοῦν τὸ φυλάξαι τὰ ἀγαθὰ «ἐφ' ὑμῖν κείσεται, διασώζουσι δηλονότι τὸ δίκαιον. «μεταβαλλομένοις γὰρ καὶ τὰ παρὰ τοῦ θεοῦ αὐτίκα 7.21.9 «δὴ μάλα πολέμια ἔσται. οὐ γὰρ ἀνθρώπων γένει «οὐδὲ φύσει ἐθνῶν ξυμμαχεῖν εἴωθεν, ἀλλ' οἷς ἂν «μᾶλλον ὁ τοῦ δικαίου λόγος τιμῷτο. πόνος τε οὐδεὶς 7.21.10 «αὐτῷ τἀγαθὰ ἐφ' ἑτέρους μετενεγκεῖν. ἀνθρώπῳ «μὲν γὰρ τὸ μὴ ἀδικεῖν μόνον ἐν γνώμῃ ἐστὶ, θεῷ δὲ 7.21.11 «ξύμπαντα ἐν τῇ ἐξουσίᾳ πέφυκε κεῖσθαι. φημὶ τοίνυν «ὑμᾶς χρῆναι τὴν δικαιοσύνην ἔς τε ἀλλήλους καὶ «τοὺς κατηκόους τηρεῖν. ταὐτὸν γὰρ ἂν εἴη λέγειν «τὴν εὐημερίαν ἐς ἀεὶ διασώζεσθαι.» 7.21.12 Τοσαῦτα ὁ Τουτίλας ἐς τοὺς Γότθους εἰπὼν καὶ τοὺς ἐκ τῆς Ῥωμαίων βουλῆς ξυγκαλέσας πολλὰ ὠνείδισέ τε καὶ ἐκάκισεν, οἳ δὴ πολλὰ πρός τε Θευδερίχου καὶ Ἀταλαρίχου ἀγαθὰ πεπονθότες, ἐπί τε τῆς ἀρχῆς ἁπάσης αὐτοὶ ἐς ἀεὶ καταστάντες καὶ τήν τε πολιτείαν διοικησάμενοι, πλούτου τε περιβεβλημένοι μέγα τι χρῆμα, εἶτα ἐς Γότθους τοὺς εὐεργέτας πολλῇ ἀγνωμοσύνῃ ἐχόμενοι, ἐς ἀπόστασίν τε οὐ δέον ἐπὶ τῷ σφετέρῳ πονηρῷ ἴδοιεν καὶ τοὺς Γραικοὺς ἐπὶ τῇ πατρίδι ἐπαγάγοιντο, προδόται σφῶν αὐτῶν ἐκ τοῦ αἰφνι7.21.13 δίου γεγενημένοι. καὶ ἀνεπυνθάνετο μὲν εἴ τι πρὸς 7.21.14 Γότθων πάθοιεν αὐτοὶ κακὸν πώποτε. λέγειν δὲ ἠνάγκαζεν, εἴ τι ἀγαθὸν σφίσι πρὸς Ἰουστινιανοῦ βασιλέως ξυμβαίνοι, καταλέγων ἐφεξῆς ἅπαντα, ὅτι δὴ τὰς μὲν ἀρχὰς ἀφῄρηντο σχεδόν τι ἁπάσας, πρὸς δὲ τῶν καλουμένων λογοθετῶν αἰκιζόμενοι λογισμοὺς ἐκτίνειν τῶν σφίσιν ἐς Γότθους πεπολιτευμένων ἀναγκασθεῖεν καὶ τῷ πολέμῳ κεκακωμένοι φόρους τοὺς δημοσίους οὐδέν τι ἐνδεέστερον ἢ ἐν τῇ εἰρήνῃ τοῖς Γραικοῖς φέροιεν· ἄλλα τε πολλὰ ἐνετίθει τῷ λόγῳ,