279
κινδύνους ἔχειν 7.1.30 αἰτιώτατος ἐγένετο ἀνθρώπων ἁπάντων. Βυζάντιοι δὲ αὐτὸν καὶ Ψαλίδιον ἐπίκλησιν ἐκάλουν, ὅτι δὴ αὐτῷ ῥᾴδιον ἦν ἀποτεμνομένῳ κύκλῳ τὸ χρυσοῦν νόμισμα ἔλασσον μὲν αὐτὸ ἐς ὅσον βούλοιτο ἐξεργάζεσθαι, φυλάσσειν δὲ καὶ ὣς τὸ κυκλοτερὲς σχῆμα ἐφ' 7.1.31 οὗπερ τὸ πρότερον ἦν. ψαλίδιον γὰρ τοῦτο καλοῦσι τὸ ὄργανον, ὅτῳ τις τὰ τοιαῦτα ἐργάζεται. τοῦτον βασιλεὺς τὸν Ἀλέξανδρον, ἐπειδὴ Βελισάριον μετεπέμ7.1.32 ψατο, ἐς Ἰταλίαν πέμπει. ὁ δὲ γεγονὼς ἐν Ῥαβέννῃ λογισμοὺς προὔθηκε λόγον οὐκ ἔχοντας. τοὺς μὲν γὰρ Ἰταλιώτας οὔτε τῶν βασιλέως ἁψαμένους χρημάτων οὔτε τι ἄτοπον εἰς τὸ δημόσιον ὑπουργήσαντας ἐπὶ τὰς εὐθύνας ἐκάλει, τὴν ἐς Θευδέριχον καὶ τοὺς ἄλλους Γότθων ἄρχοντας ἀδικίαν ἐπικαλῶν, ἀναγκάζων τε ἀποτιννύναι, εἴ τι ἐκείνους ἐξαπατήσαντες, ὥσπερ 7.1.33 αὐτὸς ἔφασκεν, ἐκέρδαινον. τῶν δὲ στρατιωτῶν τά τε τραύματα καὶ τοὺς κινδύνους τῇ τῶν λογισμῶν μικρολογίᾳ παρὰ δόξαν ἠμείβετο. διὸ δὴ οἵ τε Ἰταλιῶται Ἰουστινιανῷ βασιλεῖ δύσνοι ἐγένοντο καὶ τῶν στρατιωτῶν οὐδεὶς ἔτι ἐς κίνδυνον πολέμου καθίστασθαι ἤθελεν, ἀλλ' ἐθελοκακοῦντες ἐπὶ μέγα χωρεῖν 7.1.34 ἐποίουν ἀεὶ τοῖς πολεμίοις τὰ πράγματα. οἱ μὲν οὖν ἄλλοι ἄρχοντες διὰ ταῦτα ἡσυχῆ ἔμενον, Βιτάλιος δὲ μόνος (ἔτυχε γὰρ ἐν Βενετίοις ἄλλο τε πλῆθος στρατιᾶς ἔχων καὶ βαρβάρων Ἐρούλων πολύν τινα ὅμιλον) διὰ μάχης ἐλθεῖν Ἰλδιβάδῳ ἐτόλμησε, δείσας, ὅπερ ἐγένετο, μὴ ἐπὶ μέγα δυνάμεως χρόνῳ τῷ ὑστέρῳ αὐτὸν ἥκοντα 7.1.35 οὐκέτι ἀναστέλλειν οἷοί τε ὦσι. μάχης δὲ καρτερᾶς ἀμφὶ πόλιν Ταρβήσιον γενομένης Βιτάλιος παρὰ πολὺ ἡσσηθεὶς ἔφυγεν, ὀλίγους μέν τινας σώσας, τοὺς δὲ πολλοὺς αὐτοῦ ἀπολέσας. ἐν ταύτῃ τῇ μάχῃ Ἔρουλοί τε πολλοὶ πίπτουσι καὶ Οὐίσανδος ὁ τῶν Ἐρούλων 7.1.36 ἀρχηγὸς θνήσκει. Θευδιμοῦνδος δὲ ὁ Μαυρικίου τοῦ Μούνδου υἱὸς, μειράκιον ὢν ἔτι, ἐς κίνδυνον μὲν θανάτου ἦλθεν, ὅμως δὲ ξὺν Βιταλίῳ διέφυγεν. Ἰλδιβάδου τε ὄνομα ἐκ τοῦ ἔργου τούτου παρά τε βασιλέα ἦλθε καὶ πάντας ἀνθρώπους. 7.1.37 Ὕστερον δὲ Οὐραΐαν Ἰλδιβάδῳ προσκεκρουκέναι ξυνέπεσεν ἀπ' αἰτίας τοιᾶσδε. ἦν τῷ Οὐραΐᾳ γυνὴ πλούτῳ τε καὶ σώματος κάλλει τὰ πρωτεῖα φερομένη 7.1.38 ἐν τούτοις δὴ τοῖς βαρβάροις πασῶν μάλιστα. αὕτη ἐς τὸ βαλανεῖον κατῆλθέ ποτε, κόσμου τε περιβεβλημένη πολύ τι χρῆμα καὶ θεραπείαν ἐπαγομένη λόγου 7.1.39 πολλοῦ ἀξίαν. τήν τε Ἰλδιβάδου γυναῖκα ἐν ἱματίοις λιτοῖς ἐνταῦθα ἰδοῦσα, οὔτε ὡς ξυνοικοῦσαν βασιλεῖ προσεκύνησεν, ἀλλὰ καὶ ἄλλως ὑπεριδοῦσα ἐς αὐτὴν ὕβρισεν. ἔτι γὰρ Ἰλδίβαδος πενίᾳ ξυνῆν ὡς ἥκιστα 7.1.40 βασιλικοῖς ἐντυχὼν χρήμασι. περιαλγὴς δὲ γενομένη τῆς ὕβρεως τῇ ἀτοπίᾳ τοῦ Ἰλδιβάδου γυνὴ, παρά τε τὸν ἄνδρα δεδακρυμένη ἦλθε καί οἱ ἀμῦναι τὰ ἀνήκεστα πρὸς τῆς Οὐραΐου γυναικὸς παθούσῃ ἠξίου. 7.1.41 διὸ δὴ τὰ μὲν πρῶτα Ἰλδίβαδος Οὐραΐαν ἐς τοὺς βαρβάρους διέβαλεν, ὡς δὴ ἐς τοὺς πολεμίους αὐτομολεῖν μέλλοι, ὀλίγῳ δὲ ὕστερον δόλῳ ἔκτεινε καὶ ἀπ' 7.1.42 αὐτοῦ ἐς τὸ Γότθων ἔχθος ἐνέπεσε. βουλομένοις γὰρ αὐτοῖς ὡς ἥκιστα ἦν οὕτως ἀνεπισκέπτως Οὐραΐαν ἐξ ἀνθρώπων ἀφανισθῆναι. πολλοί τε ἤδη ἐν σφίσιν αὐτοῖς ξυνιστάμενοι Ἰλδιβάδῳ ἅτε ἀνόσια εἰργασμένῳ ἐλοιδοροῦντο. τίσασθαι μέντοι τούτου δὴ τοῦ φόνου 7.1.43 αὐτὸν οὐδεὶς ἤθελεν. ἦν δέ τις ἐν αὐτοῖς Οὐέλας, Γήπαις μὲν γένος, ἐς δὲ τὸ τῶν βασιλέως δορυφόρων 7.1.44 ἀξίωμα ἥκων. οὗτος ἀνὴρ, μνησθεὶς γυναικὸς εὐπρεποῦς τὴν ὄψιν, ἐξαίσιόν τινα ἔρωτα ἤρα, ἐσταλμένου δὲ αὐτοῦ ἐπὶ τοὺς πολεμίους, ἐφ' ᾧ τινα ποιοίη ξὺν ἑτέροις τισὶν ἐπ' αὐτοὺς ἔφοδον, τὴν μνηστὴν ἑτέρῳ τῶν βαρβάρων τινὶ Ἰλδίβαδος, εἴτε ἀγνοίᾳ εἴτε τῳ 7.1.45 ἄλλῳ ἠγμένος, ξυνῴκισεν. ὡς δὲ ταῦτα ἐκ τοῦ στρατοπέδου ἐπανήκων Οὐέλας ἤκουσε, θυμοειδὴς ὢν φύσει, τὴν ἐκ τοῦ ἔργου ὕβριν οὐκ ἤνεγκεν, ἀλλὰ αὐτίκα κτεῖναι Ἰλδίβαδον ἔγνω, χαριεῖσθαι Γότθοις ἅπασι 7.1.46 ταύτῃ οἰόμενος. καί ποτε αὐτὸν Γότθων τοὺς ἀρίστους 7.1.47 ἑστιῶντα τηρήσας τῇ ἐπιβουλῇ ἐπεχείρησεν. ἀριστῶντα γὰρ τὸν βασιλέα πολλούς τε ἄλλους καὶ τοὺς δορυφόρους περιίστασθαι νόμος. ὁ μὲν οὖν τὴν