1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

124

τὰς ἐκβάσεις ὁ Πέτρος, ἐς τὸ φανερὸν τὴν προαγόρευσιν ἐθριάμβευσε τόν τε εἰς κάλλος γράφοντα ἐς μέσον προὐβάλλετο καὶ κύριον αὐτὸν τῆς ἱστορίας ἐδεί8.13.15 κνυεν. πολλὰ μὲν καὶ ἕτερα κατὰ τὴν ῾Ρωμαίων πολιτείαν τῆς τῶν μελλόντων προαγορεύσεως θαύματα γίνεται, ἃ εἰ διεξοδικώτερον ἀναγράφειν διεγχειρήσομεν, ὁ πᾶς ἡμᾶς αἰὼν ἐπιλείψειεν. 8.13.16 Μενοῦνγε λέγεται τὸν Μαυρίκιον φιλοτίμως ἔχειν περὶ τὴν τῶν λόγων μεγαλοπρέπειαν τιμᾶν τε λίαν λαμπρῶς τοὺς ἐνηθληκότας περὶ τὰ κάλλιστα τῶν μαθημάτων. τοῦτον δείμασθαι καὶ τὸ ἐπὶ τῆς Ταρσοῦ ἱερὸν Παύλου τοῦ Κίλικος, τοῦ κατευαγγελισαμένου ἐν ὅλῃ τῇ οἰκουμένῃ σχεδὸν τὸ σωτήριόν τε καὶ παράδοξον κήρυγμα Χριστοῦ ᾿Ιησοῦ τοῦ 8.13.17 μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ἀναφέρεται δὲ καὶ τὴν τρίτην μοῖραν τῶν φόρων συγχωρῆσαι τοῖς ὑπηκόοις τὸν βασιλέα Μαυρίκιον, τάλαντά τε τριάκοντα τοῖς Βυζαντίοις φιλοτιμήσασθαι, ὅπως τὸν τῶν ὑδάτων ὁλκὸν νεουργήσοιντο. 8.14.1 Μὴ παραδράμοι δὲ τοὺς φιλοΐστορας καὶ τὰ κατὰ τὴν Εὐφημίαν τὴν μάρτυρα παραδόξως συμβεβηκότα κατ' ἐκεῖνο καιροῦ, ἀλλά τι μικρὸν παρεκτείνωμεν τὸν λόγον· τὰ γὰρ θείας ἐλλάμψεως διηγήματα τετευχότα πολλὴν ταῖς ψυχαῖς τῶν ἀκουόντων τὴν παρ' ἑαυτῶν φιλοτιμοῦνται ὠφέ8.14.2 λειαν. Χαλκηδὼν πόλις καθίδρυται ἐπὶ στόματος Πόντου, ἐς τὸ ἀντιπέρας τοῦ τῶν Βυζαντίων πολίσματος. ἐν ταύτῃ νεὼς ἵδρυται Εὐφημίας τῆς μάρτυρος, ἔνθα πρεσβύτης λόγος καθέστηκε τὸ πανίερον σῶμα ἐπὶ σηκῷ καθεστάναι τῆς μάρ8.14.3 τυρος. γίνεται τοιγαροῦν καθ' ἕκαστον ἐνιαυτὸν κατὰ τὴν ἡμέραν τοῦ κατ' αὐτὴν μαρτυρίου σημεῖον παραδοξότατον καὶ τοῖς μὴ τεθεαμένοις συλλήβδην εἰπεῖν ἀπιστότατον διὰ 8.14.4 τὴν ὑπεροχὴν τῆς θείας ἐνεργείας ἐκείνης. τετρακοσίοις γὰρ ἤδη που ἐνιαυτοῖς ἐν τῷ τάφῳ ἐγκειμένου τοῦ σώματος, κατὰ τὴν προαγορευθεῖσαν ἡμέραν ἐπ' ὄψεσι τῶν ὄχλων ὁ τῆς ἱερατικῆς τῶν αὐτόθι προεστὼς ἐκκλησίας σπόγγοις 8.14.5 ἀπὸ σώματος τεθνεῶτος πηγὰς αἱμάτων ἀρύεται· καὶ ἴδοις ἂν ὡς ἀπό τινος σώματος νεοσφαγοῦς ἰχῶρσι τραυμάτων ἀναμεμιγμένα τὰ αἵματα, μύροις συγκεκραμένα αὐτοφυέσι τισίν, καὶ τούτων τὰς διανομὰς ἐπὶ σκευῶν ἐξ ὑέλου πε8.14.6 ποιημένων μικρῶν τοῖς ὄχλοις τὸν ἱερέα ποιούμενον. εἰσέρχεται τοίνυν εἰς τὸν βασιλέα Μαυρίκιον ἔννοιά τις τῷ δυοκαιδεκάτῳ χρόνῳ τῆς αὐτοκρατορικῆς ἐξουσίας ῥαθυμίᾳ περὶ τὰ θεῖα ψυχῆς, καὶ σμικρολογεῖται τὰ θαύματα, καὶ ἀποδοκιμάζεται παρ' αὐτῷ τὸ παράδοξον, καὶ ῥᾳδιουργικαῖς ἐπι8.14.7 νοίαις ἀνθρώπων ἀνατίθησι τὸ μυστήριον. ἀπογυμνοῦται τοιγαροῦν τὸν ἀργύρεον κόσμον ὁ τάφος, καὶ περιφρουρεῖται ταῖς σφραγῖσι τὸ μνῆμα· οὕτω γὰρ τὸ τῆς ἀπιστίας θράσος 8.14.8 ἠβούλετο. ἐπεὶ δ' ἡ κυρία ἐπεδήμει ἡμέρα, βασανίζεται τὸ ἀπόρρητον, ἐξετάζεται τὸ μυστήριον, τὰ θαύματα δοκιμάζεται, καὶ γίνεται τῆς ἑαυτῆς δυνάμεως διὰ τῶν θαυμάτων ἀπαρά-γραφος μάρτυς, καὶ πάλιν μεμυρισμένων αἱμάτων ἀπὸ τοῦ μνήματος πηγάζουσι ποταμοί, καὶ βλύζει ταῖς ἐκπομπαῖς τὸ μυστήριον, καὶ πιαίνονται σπόγγοι εὐωδίας αἱμάτων, καὶ πολυπλασιάζει ἡ μάρτυς τὴν ἔκροιαν· οὐκ οἶδε γὰρ γνώσεως 8.14. φθονῆσαι θεὸς ἀπιστούμενος. οὕτω μὲν οὖν ἡ μάρτυς ἐπαιδαγώγει τοῦ βασιλέως τὸ ἄπιστον· ὁ δ' αὐτοκράτωρ ἀντέπεμπε ταῖς τῶν αἱμάτων ἐκβλύσεσι τὴν τῶν δακρύων ἐπίχυσιν, καὶ ταῖς ἐκροίαις τῶν μύρων ἀντεδίδου τῶν ὀμμά-των τὸν ὄμβρον, "θαυμαστὸς" φάσκων "ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ." 8.14.10 ᾿Επεὶ δὲ λίαν νουνεχόντως πρὸς τὴν παρέκβασιν εἴδομεν, ἀναμνησθῆναι καὶ τῆς ὑποστροφῆς ὁ καιρός, καὶ τὰ περὶ τὴν τυραννίδα γεγενημένα διεξοδικώτερον ἀναγράψασθαι. 8.15.1 Κωνσταντῖναν τοιγαροῦν τὴν παῖδα Τιβερίου τοῦ αὐτοκράτορος ἅμα τρισὶ θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ τινὶ κατάκλειστον ὁ τύραννος ἐποιήσατο· Λέοντος δ' ὁ οἶκος 8.15.2 προσηγορεύετο. μηνὶ δὲ πέμπτῳ καὶ γράμμασι τὴν ἑαυτοῦ ἀναγόρευσιν συντάξας ὁ τύραννος πρὸς Χοσρόην ἐξέπεμπε Λίλιον ἄγγελον τῆς τυραννικῆς χειροτονίας