1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

114

βάρων. ὁ μὲν οὖν Χαγάνος ἐπικινδύνως διασωθεὶς κατὰ τὸν Τισσὸν γίνεται ποταμόν. τριακοστὴ δὲ ἡμέρα, καὶ ὁ βάρβαρος συνέλεξε δύναμιν. ἐπεὶ δὲ καὶ πρὸς τέταρτον πόλεμον τὴν ἐπιβολὴν ἐποιεῖτο, καὶ τούτων ὁ τῶν ῾Ρωμαίων στρατηγὸς ἠκηκόει, στρατοπεδεύει ὁ Πρίσκος ἐπὶ τὸν Τισσὸν 8.3. ποταμόν. ὁρίζεται τοιγαροῦν ἑκατέρᾳ δυνάμει ἡμέρα πρὸς πόλεμον. ἐπεὶ δὲ τὸ διωρισμένον πέρας ἐλάμβανεν, ὑπὸ πρώτην ἕω ὁ Πρίσκος ἐναλλὰξ τὰς δυνάμεις συνέταξεν, καὶ τὴν μὲν εὐώνυμον φάλαγγα δεξιὰν ἐποιήσατο, τὴν δὲ μέσην εὐώνυμον. ὁ δὲ βάρβαρος δυοκαίδεκα συστήμασιν ἐξοπλίζει 8.3.10 τὸν πόλεμον. οἱ μὲν οὖν ῾Ρωμαῖοι ἡρωϊκώτερον τῆς μάχης ἀντείχοντο. τῇ τοίνυν ἐνστάσει τοὺς βαρβάρους κατεπολέμησαν, καὶ διόλλυται καὶ κατὰ ταύτην τὴν μάχην πλῆθος πολεμίων πολύ. ταύτην τοίνυν τὴν νίκην ἐνδοξοτέραν τὸ τῶν ῾Ρωμαίων 8.3.11 ὁπλιτικὸν ἀνεδήσατο. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τισσὸν διανήξασθαι ἐκέλευε ταύταις ἀνερευνᾶσθαί <τε> τὰ τῶν πολεμίων κινήματα. οἱ μὲν οὖν ὑπὸ τοῦ στρατηγοῦ ἐκπεμφθέντες τὸν γείτονα ποταμὸν διαπεραιοῦνται. περιτυγχάνουσι τοιγαροῦν χωρίοις Γηπαίδων τρισίν. οἱ δὲ βάρβαροι μηδὲν τῶν ἐν τῇ προτεραίᾳ διεγνωκότες συμπόσιόν τε καθίσαντες 8.3.12 πανήγυριν ἑώρταζον ἐπιχώριον. τὰς τοίνυν φροντίδας ἀναθέντες τῇ μέθῃ κατεπαννυχίζοντο εὐωχούμενοι. οἱ δὲ ῾Ρωμαῖοι ἐπὶ τὸ λεγόμενον λυκόφως, ἔτι λειψάνων ὑπούσης νυκτός, κραιπαλῶσι τοῖς βαρβάροις ἐπίκεινται καὶ μέγιστον ἀπεργάζονται φόνον· ἀναιροῦνται γὰρ βαρβάρων χιλιάδες 8.3.13 τριάκοντα. πλείστης τε αἰχμαλωσίας κρατήσαντες τὸν ποταμὸν ἀντενήξαντο πρός τε τὸν Πρίσκον τὴν προνομὴν διεσώσαντο. ἡμέρα δὲ εἰκοστή, καὶ πάλιν ὁ βάρβαρος περὶ τοῦτον δὴ τὸν ποταμὸν συναγείρει δυνάμεις. διὰ τοῦτο ὁ Πρίσκος παλιννοστεῖ περὶ τὸν Τισσὸν τὸν ποταμόν. γίνεται τοιγαροῦν κατὰ τοῦτον τὸν χῶρον μεγίστη καὶ ἀξιολογωτάτη παράταξις. 8.3.14 οἱ μὲν οὖν βάρβαροι καταπολεμηθέντες ὡς ἔπος εἰπεῖν ἐγκρατῶς κατὰ ταύτην δὴ τὴν ἡμέραν ἐπὶ τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀποπνίγονται, συναπόλλυνται δὲ τούτοις καὶ Σκλαυη8.3.15 νῶν πλείστη ἀπόμοιρα. ἐζωγρεῖτο δὲ μετὰ τὴν ἧτταν τὸ βάρβαρον, καὶ ἥλωσαν ῎Αβαροι μὲν τρισχίλιοι, ἄλλοι δὲ βάρβαροι πρὸς ταῖς τέτρασι χιλιάσι δισχίλιοί τε καὶ διακόσιοι, καὶ Σκλαυηνῶν χιλιάδες ὀκτώ. οὕτω μὲν οὖν ζωγρηθέντες δεσμοῖς παρεδίδοντο, ὁ δὲ στρατηγὸς ἐν Τόμει τῇ πόλει τοὺς λαφυραγωγηθέντας βαρβάρους ἐξέπεμπεν. 8.4.1 ὁ δὲ Χαγάνος, πρίν τι τὸν αὐτοκράτορα τῶν γεγενημένων ἐν εἰδήσει γενέσθαι, πρέσβεις ἐς Μαυρίκιον ἔπεμψεν, ἀναλαβεῖν 8.4.2 τοὺς ζωγρηθέντας πειρώμενος. ὁ δὲ Μαυρίκιος ταῖς ἀπειλαῖς τοῦ βαρβάρου καταπλαγεὶς καὶ τοῖς λόγοις ἀποβουκολούμενος δι' ἐπιστολέως τῷ Πρίσκῳ προσέταξεν ἀποδοῦναι τοὺς ζωγρηθέντας τῷ Χαγάνῳ ᾿Αβάρους. οὕτω μὲν οὖν ἀπὸ τῆς Τόμεως ἀνεδίδοντο τῷ Χαγάνῳ οἱ βάρβαροι. 8.4.3 ῾Ο δὲ Κομεντίολος ὥσπερ ἀπό τινων ἐνυπνίων μακρῶν μόλις διανήψας ἔδοξεν ἀπηλλάχθαι τῆς νόσου. παραγίνεται τοιγαροῦν εἰς τὰς Νόβας, καὶ συγκαλεσάμενος τῶν ἐγχωρίων τινὰς τὸν ποδηγοῦντα παρ' αὐτῶν ἠξίου ἀναλαβεῖν, ὅπως τὴν λεγομένην Τραϊανοῦ παροδεύσηται τρίβον· ἠπείγετο γὰρ 8.4.4 ἐς Βυζάντιον τὴν χειμέριον ὥραν ποιήσασθαι. οἱ μὲν οὖν ἐγχώριοι ἀπηγόρευον τῷ Κομεντιόλῳ ταύτην δὴ τὴν ἀτραπόν. ἐπὶ τούτῳ μανεὶς δύο τῶν ἀπαγορευόντων ἀπέτεμεν. οἱ μὲν οὖν περὶ τὰς Νόβας ἔφασκον τῷ Κομεντιόλῳ μὴ ἔχειν τὸν ὑποδείξοντα, ὑπεῖναι δὲ ἀπὸ σημείων δέκα καὶ δύο παλαίτατον λίαν γερόντιον χρόνων πεφυκὸς ἑκατὸν πρὸς τοῖς δεκαδύο· τοῦτον ἐπίστασθαι τὴν λεγομένην τρίβον Τραϊανοῦ 8.4.5 τοῦ αὐτοκράτορος κατισχυρίζοντο. γενόμενος τοίνυν κατὰ τὸν χῶρον ἐκεῖνον Κομεντίολος ὁ στρατηγὸς τὸν πρεσβύτην ἠξίου τῆς ὁδοιπορίας προηγήσασθαι. ὁ δὲ γέρων διηπορεῖτο καὶ ἤσχαλλεν, καὶ λίαν χαλεπὸν τὸ ἐγχείρημα τῷ στρατηγῷ προηγόρευε τήν τε δυσχωρίαν τόν τε χειμῶνα καὶ τὸ τῆς τρίβου