1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

85

κατασκευῆς 6.1.2 μηδὲν πρὸς βασίλειον ἐκπομπὴν ἀποδέουσαι. τοῦ ἀπόπλου τοιγαροῦν ἀπαρχομένου τοῦ αὐτοκράτορος, κατηνέχθη ὕδωρ ἐξαίσιον, ἀνέμων τε ἀκαθέκτων ἐπηκολούθει κινήματα, ὡς τοὺς ἐρέτας τούς τε προσκώπους χαίρειν φράσαντας τῇ κώπῃ ἐρέττειν παύεσθαι, τύχῃ δὲ ἐπιτρέψαι τὰ σκάφη, τὸν δὲ αὐτοκράτορα ἅμα τῇ περὶ αὐτὸν πεντηκοντόρῳ παραδόξῳ σωτηρίᾳ ἐν τῷ ∆αονίῳ διασωθῆναι τὴν ναυαγίαν ἐκκλίναντα. 6.1.3 ἐν τούτῳ δῆτα τῷ χωρίῳ καταπαννυχιζόμενος ὁ αὐτοκράτωρ, ἐξ ἑωθινοῦ αἰθρίας γενομένης, ἀναβὰς ἐπὶ τὸν βασίλειον ἵππον ἐς ῾Ηράκλειαν γίνεται. ἐπὶ τὸν τοίνυν Γλυκερίας, τῆς μάρτυρος νεὼν ἐντεμενίζεται, ὡς οἷόν τε ἦν τιμήσας τὸ τέμενος χρήματά τε ἐπιδούς, ἐφ' ᾧ τὰ πυρὶ καταπεπτωκότα τοῦ ναοῦ ὑπὸ τῶν ᾿Αβάρων πρὸς νεώτερον κάλλος μεταχωρεῖν, τὰς 6.1.4 δυνάμεις ἐκτάξας ἀπεφοίτα τοῦ ἄστεος. ποιήσας τοίνυν παρασάγγας τέσσαρας, ἡλίου κεκλικότος στρατοπεδεύεται ἐπί τι ὕπτιον χωρίον τὴν θέσιν, πολύανδρόν τε καὶ ἀφθονίᾳ τῶν εἰς ἐπισιτισμὸν περιρρεόμενον. κατὰ τοῦτον δὴ τὸν χῶρον 6.1.5 τάφρον ὁ βασιλεὺς διεγράψατο. τῶν δὲ περιπόλων τοῦ αὐτοκράτορος τὰς αὐλαίας τῇ βασιλικῇ σκηνῇ περιβαλλομένων δορυφορίας πρὸς κοσμιότητα, ἐκεκράγει γύναιον, ἡ δὲ βοὴ διήχει καὶ ἐς τὸ πυκνότερον κατεφέρετο· ὠδῖνες γὰρ παρε6.1.6 λύπουν τὸ γύναιον. τῶν μὲν οὖν περὶ τὸν αὐτοκράτορά τις ὑπασπιστὴς ἐξεχώρει κωλύσων τῆς δυσφωνίας τὴν ἄνθρωπον. ἐπεὶ δὲ ἐν τῷ οἰκίσκῳ ἐγίγνετο τήν τε τῆς βοῆς αἰτίαν διεπυνθάνετο, τίκτει τὸ γύναιον. ὁ δὲ τόκος πλημμέλημα 6.1.7 φύσεως ἐτύγχανεν ὄν. παιδίον γὰρ ἦν ὀφθαλμῶν τε καὶ βλεφαρίδων καὶ ὀφρύων ἀμέτοχον, χειρῶν τε καὶ βραχιόνων ἀλλότριόν τε καὶ ἀδιατύπωτον· πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος αὐτῷ οὔραιον ἦν προσφυές. ἀτὰρ τούτου δῆτα τοῦ θεάματος ὁ ὑπασπιστὴς ἱστορήσας τὸν τρόπον ὡς τὸν βασιλέα τόν τε 6.1.8 πατέρα καὶ τὴν μητέρα καὶ τὸ παιδίον καθείλκυσεν. ὁ μὲν οὖν αὐτοκράτωρ ἐς θέαν τοῦ τέρατος γεγονώς, καὶ ὅπως τοῦτο ἐπηκολουθήκει τοὺς γονεῖς τοῦ τέρατος ἐξετάσας, μηδέν τι διαγνοὺς ὑπὸ τῶν τεκόντων καταλύει τὸ θέατρον, τὸ δὲ τέρας ἀναιρεῖσθαι κελεύει. ἡ μὲν οὖν τερατοτόκος ἀφέθη, τὸ δὲ παιδίον τὸ ξίφος ἠσπάζετο. 6.2.1 ∆ευτέρᾳ δὲ ἡμέρᾳ μετεφοίτησεν ὁ βασιλεὺς καὶ πρὸς τὸ λεγόμενον ῎Ενατον στρατοπεδεύεται, ὁδοιπορήσας τε παρασάγγας δύο τάφρον ἐδείματο. κατὰ τοῦτον δῆτα τὸν χῶρον ἐκ τῶν βασιλείων ἵππων ὁ ἐπισημότερος, τῷ χρυσέῳ κόσμῳ 6.2.2 καταλαμπόμενος, πεσὼν ἀπέσκλη ἀθρόον διαρραγείς. ὁ δὲ βασιλεὺς οἰωνισάμενος ἐπὶ τούτοις πᾶσι τοῖς συμβόλοις ἀπαισίων καὶ λίαν δεινῶν ἐσομένων πραγμάτων αὐτῷ περίλυπος ἦν, δέει τοῦ μέλλοντος ἐπὶ τοῖς παροῦσι προταραττόμενος. τῇ δὲ ὑστεραίᾳ παροδευομένῳ τῷ βασιλεῖ ἐντυγχάνει αὐτῷ 6.2.3 ἐλάφων πληθύς. οἱ μὲν οὖν περὶ τὸν αὐτοκράτορα τόξοις καὶ βέλεσι τῶν ζώων ἐπετοξάζοντο. πλήττεται γοῦν τὸ μέγιστον τῶν ἀγελαζομένων ἐλάφων, καὶ εἰκότως ἐπιδίωξις καρτερὰ 6.2.4 ὑπὸ τῶν κυνηγετούντων ἐγίνετο. ἡλίου τε δυομένου, καὶ τῆς ἐλάφου ἐξαλλομένης καὶ τῷ τάχει τῶν ποδῶν ἀποκλινούσης τὴν θήραν, οἱ μὲν ἄλλοι ἐπαύοντο, τῶν δὲ τῷ βασιλεῖ τις δορυφόρων καὶ Γήπαις τὸ γένος ἀνὴρ εἴχοντο 6.2.5 τῆς διώξεως. ἐπί τινα τοίνυν δρυμὸν χωρησάσης ἐκείνης αὐτῆς τῆς ἐλάφου τῇ τοῦ δρόμου ὠκύτητι ἐγκρυπτομένης τε τῷ κατακόμῳ τῆς λόχμης, καὶ οἱ ἄνδρες ἐς τὸ πρόσω ἐχώρουν τῷ φιλονίκῳ τῆς θήρας παροτρυνόμενοι μᾶλλον πρὸς τὴν 6.2.6 ἐπίτευξιν. ὁ μὲν οὖν Γήπαις τὸν νεανίαν ὁρῶν ἐσθῆτα περιβεβλημένον λαμπρὰν ζώνην τε χρυσῆν ἐμπορπησάμενον οὐκ ἄκομψον, τόν τε ἵππον αὐτοῦ χρυσοχάλινον, ἀνεῖλε τὸν 6.2.7 δείλαιον δολοφονήσας αὐτὸν ὑπό τινα φάραγγα. ὁ μὲν οὖν δορυφόρος ἀντὶ τῆς ἐλάφου κακὸν κακίστης ἐφέσεως γέγονε θήραμα οἴκοθεν καὶ ἀφ' ἑαυτοῦ τὴν ἐπιβουλὴν ἐνεγκάμενος· λίνα γὰρ αὐτῷ καὶ ἄρκυς καὶ δίκτυα ὁ χρύσεος κόσμος ἐγίγνετο, συνέκδημος κατάκοσμος καὶ συνοδοιπόρος ἐπίβουλος. 6.2.8 πρώτης δὲ