1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

92

Πρίσκος τοὺς λόγους ἀράμενος δώροις τε λαμπροῖς τὸν ηὐτομοληκότα λιπάνας ἐπαγγελίαις τε περιδόξοις ἐχυρωσάμενος, ἐξαπατῆσαι 6..5 τοῦτον ἐπεπόμφει τὸν βάρβαρον. καὶ οὖν ὁ Γήπαις πρὸς Μουσώκιον γίνεται αἰτεῖ τε μονοξύλων πλήθη ἀπὸ τούτου ἑλεῖν, ὅπως τοὺς ἠτυχηκότας περὶ τὸν ᾿Αρδάγαστον περαιώ6..6 σηται. ὁ μὲν οὖν Μουσώκιος ἕρμαιόν τι δοκῶν τὰ ὑπὸ τῆς ἀπάτης αὐτῷ καττυόμενα ἐδίδου μονόξυλα, ὅπως ὁ Γήπαις τοὺς περὶ τὸν ᾿Αρδάγαστον διασώσηται. ἑκατὸν τοίνυν πρὸς τοῖς πεντήκοντα ἀκατίοις λαβών, καὶ προσκώπους τριάκοντα, εἰς τὸ ἀντιπέραν τοῦ ποταμοῦ παραγίνεται, ὃν οἱ ἐγχώριοι 6..7 Πασπίριον ὀνομάζουσιν. ὁ δὲ Πρίσκος κατὰ τὸ σύνθημα ἐξ ἑωθινοῦ ἀπήρχετο τῆς βαδίσεως. ἀτὰρ ὁ Γήπαις ἀνὴρ τῶν συνεληλυθότων κλέψας τὴν αἴσθησιν μεσούσης τῆς νυκτὸς πρὸς τὸν τῶν ῾Ρωμαίων πολέμαρχον γίνεται, καὶ ἠξίου ἑκατὸν ὁπλίτας ἀποίσεσθαι, ὅπως στόματι μαχαίρας 6..8 τοὺς πρὸς τῇ σκοπῇ βαρβάρους ὀλέσειεν. τοίνυν ὁ στρατηγὸς ἄνδρας διακοσίους συμφράξας τῷ ταξιάρχῳ δίδωσιν ᾿Αλεξάνδρῳ. ἐπεὶ δὲ τὸ ῾Ρωμαϊκὸν τῷ Πασπιρίῳ ἐπλησίαζε ποταμῷ, 6.. εἰς ἐνέδραν τὸν ᾿Αλέξανδρον ὁ Γήπαις ἐκάθισεν. νυκτὸς τοιγαροῦν γεγονυίας οἱ μὲν βάρβαροι κατωφερεῖς περὶ τὸν ὕπνον ὄντες ἐτύγχανον ἔξοινοί τε γεγονότες λίαν τῶν ἐνυπνίων ἀντείχοντο. ὁ δὲ Γήπαις τοὺς βαρβάρους διαφθείρειν 6..10 κατειρωνεύετο. τρίτη δὲ φυλακή, καί τι μικρὸν μεταστὰς καὶ πρὸς τὴν ἐνέδραν γενόμενος ὑπεξάγει τοῦ λόχου ᾿Αλέξανδρον. καὶ οὖν διιθύνας ῾Ρωμαίους ἐπὶ τὸν Πασπίριον ποταμὸν καὶ σύνθημα λαβών τε καὶ δοὺς ἐπὶ τοὺς βαρβάρους ἐχώρησεν. ἔτι τοίνυν τῶν βαρβάρων προσομιλούντων τῷ ὕπνῳ, δι' ᾿Αβαρικῶν ᾀσμάτων ἐδίδου ὁ Γήπαις τῷ ᾿Αλεξάν-6..11 δρῳ τὸ σύνθημα. ὁ δὲ ᾿Αλέξανδρος ἐπιστὰς τοῖς βαρβάροις ὕπνου καὶ ζωῆς τὴν ζημίαν παρείχετο. ἐπεὶ δὲ τῶν ἀκατίων γέγονεν ἐγκρατής, πρὸς τὸν στρατηγὸν ἀγγέλους ἐξέπεμπε τῆς 6..12 ἐπιβολῆς τὰς ὁρμὰς ἐπιτείνων. ὁ δὲ Πρίσκος τρισχιλίους ἀράμενος καὶ διανείμας εἰς τὰ ἀκάτια τὸν Πασπίριον ποταμὸν διενήξατο. καὶ δῆτα μεσούσης νυκτὸς τῇ ἐφόδῳ παρεῖχον τὴν ἔναρξιν. ὁ μὲν οὖν βάρβαρος κάτοινος ὢν τῇ μέθῃ διέφθαρτο· ἦν γὰρ αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπιτάφιος 6..13 ἑορτὴ ἐπὶ ἀδελφῷ κατοιχομένῳ, ὡς ἔθος αὐτοῖς. ὁ μὲν οὖν φόβος μέγας ἐγίνετο. ζωγρηθεὶς τοίνυν ἥλω ὁ βάρβαρος. οἱ δὲ ῾Ρωμαῖοι κατεπαννυχίζοντο ἐν τοῖς αἵμασιν. ἡμέρας δὲ λαμπούσης ἐλάμβανεν ὁ φόνος ἀπὸ τοῦ στρατηγοῦ τὴν ἀνάπαυλαν. ὑπὸ δὲ τρίτην ἕω τὴν ἀποσκευὴν τάς τε δυνάμεις 6..14 ὁ στρατηγὸς διεπορθμεύσατο. τοίνυν οἱ ῾Ρωμαῖοι φρονηματισθέντες ἐπὶ τοῖς συγκυρήσασι πρὸς τρυφὴν κατεκλίνοντο, εἶτα τῇ μέθῃ συρράπτονται, καὶ τῇ παροινίᾳ τὰς εὐπραξίας νοθεύσαντες τῆς διαφρουρᾶς κατημέλησαν, ἣν σκούλκαν 6..15 σύνηθες τῇ πατρίῳ φωνῇ ῾Ρωμαίοις ἀποκαλεῖν. τὸ μὲν οὖν νενικημένον συναθροισθὲν ἀντιταλαντεύει ῾Ρωμαίοις τὴν ἔφοδον· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς ἐπιτεύξεως, εἰ μὴ ὁ Γέντζων τὰς δυνάμεις τὰς πεζικὰς περιστησάμενος τῆς μάχης ἐκράτησεν. ἐξ ἑωθινοῦ δὲ ὁ Πρίσκος τοὺς φρουράρχας ἀνεσκολόπισεν, ναὶ δὴ καί τινας τοῦ ὁπλιτικοῦ πικρῶς ἐμαστίγωσεν. 6.10.1 ῾Ο δὲ αὐτοκράτωρ Τατίμερα ἀντιπέμπει πρὸς τὸν πολέμαρχον βασιλείους δέλτους ἐπιφερόμενον· ἦν δὲ ἡ τῶν δέλτων ἀξίωσις τὴν χειμέριον ὥραν αὐτόθι τοὺς ῾Ρωμαίους ποιήσασθαι. παραγεγονότος τοίνυν τοῦ Τατίμερ, καὶ τῶν βασιλικῶν γνωρισθέντων λογίων, θρῦλος ὑφάπτεται τῷ στρα6.10.2 τεύματι. καταστασιάζει τοίνυν ἡ τῶν ῾Ρωμαίων πληθὺς παρωσαμένη τοὺς λόγους τοῦ αὐτοκράτορος, οἴκοι τε τὴν τοῦ ψύχους ὥραν ἐνεχείρει ποιήσασθαι· οὐ γὰρ ἐπὶ βαρβάρου γῆς ἐναυλίζεσθαι· ἔφασκον γὰρ ψύχη ὑπεῖναι δυσυπομόνητα, τά τε 6.10.3 τῶν βαρβάρων πλήθη ἀκαταγώνιστα. ὁ δὲ στρατηγὸς πειθοῖ τινι τακτικῇ τῆς στρατιᾶς τὸ δυσήνιον ὑπεμάλαττεν. ἐπεὶ δὲ γίνονται αἱ δυνάμεις πειθήνιοι, ἐπὶ βαρβάρου γῆς ὁ τῶν ῾Ρωμαίων πολέμαρχος διαλύει τὸν χάρακα. 6.10.4 ᾿Εν ταύταις τοιγαροῦν ταῖς ἡμέραις