1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

21

βαρβάρου [τοῦ Πέρσου]· ἐδόκουν γὰρ καὶ ῾Ρωμαῖοι μεγαλαυχεῖν ἐπὶ τοῖς ἔναγχος γεγενημένοις, ὡς ἐσέδυσαν ἐς τὴν Περσῶν πολιτείαν, ὡς λείας ἐκράτησαν, ὡς τὸν Καρδαριγὰν ἐφενάκισαν. 1.15.12 ὁ δὲ στρατηγὸς τὴν ἐκκλησίαν διέλυσεν, καὶ ὁ Πέρσης οὐκ ἐπέθηκε τέλος τοῖς ῥήμασιν. ὀλίγαι τοίνυν ἡμέραι διῳχήκασιν, καὶ ὁ τῆς Νισίβιδος τῆς ἱερατικῆς προλάμπων τιμῆς ὡς τὸν στρατηγὸν ἀφικνεῖται τὰ αὐτὰ τῷ Μεβόδῃ ῥήματα ἐς μέσον 1.15.13 τιθέμενος. τὸ τηνικαῦτα τοιγαροῦν ὁ στρατηγὸς τοὺς Περσῶν λόγους δι' ἐπιστολέως ἐς βασιλέα παρέπεμψεν. βασιλεὺς δὲ τὰς τοῦ στρατηγοῦ ἱστορήσας κεραίας βασιλικοῖς παραυτίκα ἀνεῖλε προστάγμασιν, τὸν Φιλιππικὸν ἐγκελευσάμενος τὰς αἰσχίστας ταύτας σπονδὰς ἀποπέμπεσθαι ὡς ἀπᾳδούσας 1.15.14 ῾Ρωμαϊκῆς μεγαλειότητος. καὶ μέντοι ὁ στρατηγὸς τὰς αὐτοκρατορικὰς δέλτους περιπτυξάμενος ἐπὶ τὸ Μαμβραθῶν 1.15.15 στρατοπεδεύεται. οὕτω μὲν οὖν ἐσφρίγα ὁ πόλεμος. ὁ δὲ στρατίαρχος συναγείρας τὸ ὁπλιτικὸν ἐπυνθάνετο, εἰ τὰς ψυχὰς ἀρρενικῷ τινι ἔρωτι ἐπιτεθειασμένας ἐπιφέρονται πρὸς παράταξιν. ἐπεὶ δὲ κατένευον αἱ δυνάμεις συνθήκαις τε ὅρκων τὰς ἐλπίδας ἐχύρουν, μεταστὰς ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ Βίβας παραγίνεται, ἔνθα ὁ ποταμὸς παραρρεῖ τοῦ ᾿Αρζάμων.

2.τ.1 ΙΣΤΟΡΙΑ Βʹ

2.1.1 Τῇ δ' ὑστεραίᾳ τὸν χάρακα μετέβαλλεν εἰς τὰ παρύψηλα τοῦ πεδίου κατὰ τοὺς πρόποδας τοῦ ὄρους ἐν ἀριστερᾷ τοῦ ᾿Ιζαλὰ ὄρους πεποιηκώς. τὸ δὲ ὄρος ὁ ᾿Ιζαλὰς πολυτοκώτατον· οἰνοφόρον γάρ, καὶ ἄλλα γένη μυρία καρπῶν ἐπιφέρεται. πολυανθρωπότατόν τε τὸ ὄρος, καὶ οἰκήτορες αὐτῷ ἄνδρες ἀγαθοί, ἐπίμαχόν τε τὸ ὄρος ἐς τὰ μάλιστα 2.1.2 καὶ ἀμφίβολον· οὐ πόρρω γὰρ ἀπῴκισται τὸ πολέμιον. τούτους τε μεθιστάναι τῆς φιλονείκου χώρας οὐκ ἂν πείσαις οὔτε ἀπειλῶν οὔτε θωπεύων, καίτοι πολλάκις τῶν ὁμόρων Περσῶν 2.1.3 ὑποτεμνομένων τὴν αὐτῶν γῆν καὶ ληϊζομένων. τοῦτο δὴ τὸ ὄρος ὁ ᾿Ιζαλὰς ἕτερον παραμείβεται ὄρος προσαγορευόμενον ᾿Αϊσουμᾶς. τὸ δ' ᾿Αϊσουμᾶς ὥσπερ ἀκρώρειά τίς ἐστι καὶ ἐς μέγιστον ὕψος ἐκτείνεται, καὶ ἐκ τοῦ μετεώρου δύο καθέρπουσι 2.1.4 πρόποδες. ἐκ δὲ τούτων ὁ ᾿Ιζαλὰς τὴν πρόοδον ἐπιφέρεται, καὶ αὐτὸς ἀπαρχόμενος κάτωθεν εἰς ὕψος, εἶτα κατὰ σμικρὸν ἀνακύπτων, ταῖς ἐπιδόσεσιν ἐκτανύσας τὸν αὐχένα μέχρι τοῦ Τίγριδος γίνεται ποταμοῦ. καὶ ἂν τῷ ῾Εῴῳ ἢ Καυκάσῳ συνήπτετο, εἰ μὴ δημιουργικαὶ φροντίδες τινὲς τὴν διάκρισιν 2.1.5 ἐποιήσαντο. ἐνταῦθα τὸ μάχιμον ὁ στρατηγὸς ἐνωρμίσατο διανοούμενος ὡς ἐκ τοῦ Περσικοῦ ποταμοῦ τοῦ Βούρων μέχρι τοῦ ᾿Αρζάμων ὕδωρ οὐκ ἔνεστιν, καὶ δυοῖν θάτερον 2.1.6 ἀνάγκη τὸ πολέμιον ἑλέσθαι· ἢ γὰρ ἀτρεμήσει τὴν οἴκοι φρουρὰν ἀσπασάμενον, ἢ ἔμπαλιν Λατίνοις ἐπικεῖσθαι πειρώμενον μαλακισθήσεται τῷ πόνῳ καὶ τῷ δίψει, ἥ τε ἵππος διολεῖται ὡς τάχιστα, τῆς ῾Ρωμαίων μὴ συγχωρούσης δυνάμεως ἐκ τοῦ ποταμοῦ τοῦ ᾿Αρζάμων ὕδωρ τοὺς βαρβάρους 2.1.7 ἀρύσασθαι. τρίτη δ' ἡμέρα, καὶ τὸ Περσικὸν ἐπέπυστο σύνταγμα ὡς οἱ ῾Ρωμαῖοι ἀνὰ τὸ ᾿Αρζάμων διατρίβουσιν. 2.2.1 ῾Ο δὲ Καρδαριγὰν ἐς τοσοῦτον ἐληλάκει φρυάγματος ὡς γέλωτα τῶν ἀναγγελλόντων καταχέειν πλατὺν ὡς περὶ φληνάφου του πράγματος. ὡς δὲ τὰ τοῦ λόγου τὸ Περσικὸν περιε2.2.2 βόμβει τρανέστερον, παρεδριμύττετο τὸ πολέμιον. ὁ δὲ σατράπης τοὺς θεραπευτὰς τῶν μαγγανευμάτων διηρώτα καὶ παρὰ τῶν μάγων ἠξίου ἴχνη πυθέσθαι προρρήσεως, τάς τε πνεύματι Πύθωνος ἐνθουσιώσας καὶ φαντασίαν κυήσεως παρεχομένας τῇ τοῦ δαιμονίου περιφορᾷ ἠξίου τὸ ἐσόμενον 2.2.3 προαγορεῦσαι. οἱ δὲ τῶν δαιμονίων κάτοχοι ἔφασκον τὴν νίκην Μήδοις παρέπεσθαι, καὶ κατὰ τὴν ἔκταξιν ῾Ρωμαίους