1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

122

τῶν τεθνεώτων ἐπίδακρυ παίγνιον τοῖς τῆς θαλάττης ἀκοντίζονται κύμασιν, καὶ ἦν ἰδεῖν τὸ ῥεῖθρον ὡς ἔπος εἰπεῖν τὸ θαλάττιον ποτὲ τῇ χέρσῳ τὰ νεοσφαγῆ φιλοτιμούμενον σώματα, ποτὲ φιλυποστρόφοις τισὶν ἀντωθήμασι πρὸς τὴν ὑποδεξαμένην ἐναγκαλιζόμενον θάλατ8.12.2 ταν. θεατρίζεται τοίνυν τοῖς ὄχλοις τὰ τῆς βασιλικῆς συμφορᾶς, εἰπεῖν δὲ μᾶλλον οἰκειότερον τὰ περὶ τὴν οἰκουμένην συμπτώματα, οἵ τε τῆς Χαλκηδόνος αἰγιαλοὶ ἐπληροῦντο τῶν ὄχλων, καὶ τῆς ἑαυτῶν ἀνοίας τὴν ἱστορίαν ἐλάμβανον, πίνακας δυστυχημάτων τινὰς τὰ τῆς θαλάττης ἀτενίζοντες 8.12.3 κύματα γυμνὰ τὰ τῶν βασιλέων σώματα θεατρίζοντα. τούτων δῆτα ὑπὸ τοῦ συγγραφέως ᾀδομένων ἐπὶ τοῦ βήματος τῆς τυραννίδος ληξάσης, πληροῦται δακρύων ὁ ξύλλογος, μονονουχὶ ἐπ' ὄψεσι πάντων εἶναι δοκούντων τῶν βασιλικῶν συμ8.12.4 φορῶν. διά τοι τοῦτο ὁ τῆς ἱστορίας πατήρ, τὸ ἀκροατήριον θεασάμενος ἅπαν ὑπὸ τῶν δακρύων περιρρεόμενον διὰ τὸν θρῆνον, ἐγκοπὴν τοῖς ἀφηγήμασιν ἐμβαλὼν αὐτοσχεδίοις τισὶν ὀδυρμοῖς τάδε τοῖς συνεληλυθόσι παρέθετο. 8.12.5 "Θέατρον καὶ βῆμα καὶ παρρησία συμπενθείτω μοι σήμερον. πανηγυριζέτω δὲ τραγῳδία καὶ δάκρυον. ἐξαλλέσθω δὲ κατορχούμενος θρῆνος τηλικαύτης κατηφείας ἑορτῇ θρη8.12.6 σκευόμενος καὶ τιμώμενος. ἀποκειράσθωσαν οἱ λόγοι τὸν κρότον, τὴν εὐφημίαν αἱ μοῦσαι, τὸ λευκὸν ᾿Αθῆναι τριβώνιον. χηρεύουσι γὰρ ἀρεταὶ καὶ τὸν ἑαυτῶν ἀναζητοῦσιν ἡνίοχον, ῥαγδαίου φθόνου τινὸς τὸν ἐκείνου διαρρήξαντος ἄξονα. 8.12.7 ἄνδρες θεαταί, ἀλλ' εἴθε μὴ τηλικούτων κακῶν γεγόνατε μάρτυρες. ᾿Ιλιὰς κακῶν ἡ ὑπόθεσις, ᾿Ερινύες τῷ λόγῳ χορός. ἡ δὲ σκηνή μοι τοῦ δράματος τάφος ἐπίσημος .... 8.12.8 ῾Ο μὲν οὖν Λίλιος (οὗτος γὰρ ὑπὸ τοῦ τυράννου τὸν τοῦ αὐτοκράτορος ἐπεπίστευτο φόνον) διαπορθμεύει τὰς τῶν ἀνῃρημένων πρὸς τὸν τύραννον κεφαλάς. εἶτα πρὸς τὸ πεδίον τὸ ἀνακείμενον ἐν τῷ λεγομένῳ ῾Εβδόμῳ, ὃν Κάμπον ῾Ρω-μαῖοι κατονομάζουσιν, ταῖς τυράννοις στρατιαῖς τὴν τῶν 8.12. βασιλέων στηλιτεύει ἀναίρεσιν. ἔδει γὰρ τοῦ μύσους καὶ διὰ τῆς θεωρίας μετασχεῖν τὸ ἀφιλάνθρωπον στράτευμα, ἵνα καὶ ἅπαντας τοὺς ἐπὶ τούτῳ καταμανέντας ἡ μισοπόνηρος τοῦ θεοῦ καὶ ἀδέκαστος κρίσις τοῖς τῆς ἀντιδόσεως σαγηνεύσῃ δικτύοις. ἅπαντες γὰρ οἱ τῶν παλαμναίων στρατοπέδων ἐκείνων μεγίστοις τε καὶ ποικίλοις περιπεπτωκότες κακοῖς τὸν 8.12.10 τῇδε βίον κατέλυσαν. τοῦ Περσικοῦ γὰρ λαβόντος παρρησίαν πολέμου, θεηλάτοις τισὶν ἀπειλαῖς τῶν κακῶν ἐπιχείρων ἐκείνων κατεκληροδοτήσαντο τὴν ἀντίδοσιν, ποτὲ μὲν πυρὶ οὐρανόθεν βαλλόμενοι κατὰ τὴν τῆς παρατάξεως ὥραν, ἄλλοτε 8.12.11 λιμοῖς καὶ προνομῇ ἀναλισκόμενοι· οἱ δὲ πλεῖστοι στόματι ῥομφαίας καὶ ξίφους παραδιδόμενοι τὴν φιλάμαρτον ταύτην ζωὴν κατεστρέψαντο, καὶ οὐ πρότερον Πέρσας τὰ τῆς νίκης ἀπέλιπεν, πρὶν ἂν εἰς τὸ παντελὲς διεφθάρη ἡ φιλοτύραννος 8.12.12 ἐκείνη καὶ ἀνοσιωτάτη πληθύς. ἱκανὸν δέ τῳ τεκμηριῶσαι τὸ λεχθησόμενον· διὰ γὰρ τοῦ· λόγου τὴν πίστωσιν τὴν συνέχειαν τῶν παρηκολουθηκότων μικρὸν ὑποκλέψομεν. ὁπηνίκα πρὸς τὸν ῾Ραζάτην τὸν πόλεμον ἐποιήσατο ὁ αὐτοκράτωρ ῾Ηράκλειος, ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἀνακρίνας δύο καὶ μόνους στρατιώτας τῆς φιλοτυράννου πληθύος ὑπολελειμμένους ἐξεῦρεν, καίτοι μὴ πολλῶν μεσολαβησάντων τῶν 8.12.13 χρόνων. ἐπεὶ δ' ἐνεόχμωσεν ἑτέρας ὁ χρόνος δυνάμεις τό τε κακὸν κατανάλωτο, τὰ τῆς εὐπραγίας μεταπίπτει τοῖς Πέρσαις, καὶ ἀναιρεῖται ὁ Βαβυλώνιος δράκων, ὁ τοῦ ῾Ορμίσδου 8.12.14 Χοσρόης, καὶ ὁ Περσικὸς καταπαύεται πόλεμος. ἀλλ' ἐπὶ τὰς τῆς τυραννίδος πράξεις τακτικῶς ἀναδράμωμεν, ἵνα μὴ διλογῶμεν ταῖς παρεκβάσεσιν. οὐ διέλιπε γὰρ ἐξ ἐκείνου καιροῦ μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς τῇ ῾Ρωμαίων ἀρχῇ ἀποτεύγματα ποικίλα τε καὶ ἐξαίσια καὶ τῷ μεγέθει ἀνυπομόνητα. 8.13.1 ῾Ο δὲ τύραννος (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) καταμεθυσθεὶς τοῖς ἀσεβήμασι πρὸς ἑτέρους ἐκβακχεύεται φόνους, καὶ τὸν ἀδελφὸν