1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

100

ποιοῦνται. ἐπεὶ δὲ τὰ πλήθη συνέρρευσαν, ἐς μέγα φόβου οἱ Καρχηδόνιοι γίνονται. ὁ μὲν οὖν Γεννάδιος, <ὃς> τὸ τηνικαῦτα δὴ καιροῦ στρατηγὸς ἐτύγχανεν ὢν τῆς Λιβύης, τεθεαμένος ἀμυθήτῳ πλήθει τινὶ τὸν κατ' αὐτοῦ συστάντα πόλεμον, δόλῳ τοὺς βαρβάρους 7.6.7 κατεπολεμήσατο. ὑποκρινόμενος γὰρ πεποιῆσθαι ἅπαντα, ὅσα περ οἱ βάρβαροι βούλονται, καὶ εἰς ἄνεσιν περιτρέψας τὸ βάρβαρον εὐωχουμένοις αὐτοῖς ἐπιτίθεται. τοῦ φόνου τοιγαροῦν γεγονότος πολλοῦ τῆς τε λείας περιφανοῦς ὁ Καρχηδόνιος πόλεμος ἐλάμβανε τὴν διάλυσιν. οὕτω μὲν οὖν <τὰ> κατὰ τὴν Λιβύην εὖ καὶ μάλα καλῶς διετίθετο τοῖς ῾Ρωμαίοις. 7.6.8 ᾿Εν ταύταις ταῖς ἡμέραις κομήτης ἐν τῷ ὑπεκκαύματι 7.6.8 φαίνεται. περὶ τούτων τοιγαροῦν τῶν δοκούντων συνεστάναι ἀστέρων οἱ μὲν φιλόσοφοι πρὸς μετεωρολογικὰς καταφεύγουσιν ἀφορμάς, ἃς Σταγειρῖται καὶ Πλάτωνες ἐν τῷ ῾Ελικῶνι τῆς 7.6. μνήμης βίβλοις ἐναπεγράψαντο· ἀστρολόγοι δὲ καὶ ἱστοριογράφοι τινὲς προαγόρευσιν ἐσομένων τινῶν λυπηρῶν ἀπεφήναντο. ἀλλ' ἡμεῖς τοὺς περὶ τούτων λόγους τῇ ἀναβολῇ τῆς διηγήσεως χαρισάμενοι πρὸς τὸν σκοπὸν ἐπιτοξάζεσθαι τὴν ἱστορίαν καταναγκάσωμεν. 7.7.1 ῏Ηρος ἀρχομένου καὶ ὁ Πρίσκος τοῦ Βυζαντίου ἀποφοιτᾷ. εἶτα πρὸς τῇ ᾿Αστικῇ τὰς δυνάμεις συνήθροισε τόν τε ἀριθμὸν τῆς δυνάμεως ἐξετάσας εὑρίσκει ὁ στρατηγὸς πολὺ 7.7.2 τῶν ῾Ρωμαίων πλῆθος διαφθαρέν. πειρᾶται τοιγαροῦν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα κατάδηλα τὰ τοῦ Πέτρου ποιήσασθαι σφάλματα. ὅμως ὑποπείθεται ὑπὸ συμβούλων τινῶν 7.7.3 κρύψαι τὰ πλημμελήματα. δέκα τοίνυν καὶ πέντε ποιησάμενος χάρακας τόν τε ῎Ιστρον διαπεραιωθεὶς ποταμόν, τετάρτη ἡμέρα, καὶ εἰς Νόβας τὰς ἄνω ὁ στρατηγὸς παραγίνεται. ὁ δὲ Χαγάνος τοῦτο μεμαθηκὼς ὡς τὸν Πρίσκον πρέσβεις ἐξέπεμψε τήν τε αἰτίαν ἐξηρευνᾶτο μαθεῖν τῆς τῶν ῾Ρωμαίων 7.7.4 ἀφίξεως. ὁ δὲ στρατηγὸς τοὺς τόπους ἔφασκεν εὐφυεῖς ἐς κυνηγέσια πεφυκέναι, ἱππασίμους τε καὶ λίαν εὐύδρους. ὁ δὲ Χαγάνος ἐδήλου ἐπ' ἀλλοτρίας γῆς ἐπιβαίνειν ῾Ρωμαίους, παρασπονδῆσαί τε Πρίσκον, καὶ ἀοράτως τὴν εἰρήνην ὑπ' 7.7.5 αὐτοῦ περισχίζεσθαι. ἔφασκε τοίνυν ὁ Πρίσκος ῾Ρωμαϊκὸν ὑπεῖναι τὸ ἔδαφος, ὁ δὲ βάρβαρος ὅπλοις καὶ νόμοις πολέμων ῾Ρωμαίους ἀποκτήσασθαι τοῦτο. τοῦ τοίνυν Χαγάνου ζυγομαχοῦντος καὶ διαμφιβάλλοντος περὶ τούτων τῶν τόπων, φασὶ τὸν Πρίσκον τὴν ἐκ τῆς ἕω ἀπόδρασιν ὀνειδίσαι Χαγάνῳ. 7.7.6 ᾿Αλλ' ἐπεὶ περὶ τῶν Σκυθῶν τῶν πρὸς τῷ Καυκάσῳ τῶν τε πρὸς βορρᾶν τετραμμένων μνήμην ἐποιησάμεθα, φέρε δή, φέρε τὰ παρηκολουθηκότα κατὰ τούτους τοὺς χρόνους τοῖς μεγίστοις ἔθνεσι τούτοις ὥσπερ ἐμβόλιμά τινα διηγήματα 7.7.7 τὴν ἱστορίαν μεσολαβήσαντες παραθώμεθα. θέρους ἐνεστῶτος κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν ὁ πρὸς τῇ ἕῳ ὑπὸ τῶν Τούρκων Χαγάνος ὑμνούμενος πρέσβεις ἐξέπεμψε Μαυρικίῳ τῷ αὐτοκράτορι, ἐπιστολήν τε συντεταχὼς ἐπινίκια ἐνεχάραττεν 7.7.8 ἐν αὐτῇ. ἡ δὲ τῆς ἐπιστολῆς ἐπιγραφὴ εἶχεν ἐπὶ λέξεως οὕτως "τῷ βασιλεῖ τῶν ῾Ρωμαίων ὁ Χαγάνος ὁ μέγας δεσπότης ἑπτὰ γενεῶν καὶ κύριος κλιμάτων τῆς οἰκουμένης ἑπτά." τῷ ὄντι γὰρ τὸν ἐθνάρχην τῶν ᾿Αβδελῶν (φημὶ δὴ τῶν λεγομένων ᾿Εφθαλιτῶν) καταπολεμήσας οὗτος αὐτὸς ὁ Χαγάνος 7.7. ἐνίκησε τήν τε τοῦ ἔθνους ἀρχὴν περιεβάλετο. ἐπὶ τῇ νίκῃ τοίνυν εἰς μέγα ἀρθεὶς καὶ τὸν Στεμβισχάδαν σύμμαχον ποιησάμενος τὸ τῶν ᾿Αβάρων ἔθνος κατεδουλώσατο. ἀλλὰ μή τις οἰέσθω παριστορεῖν ἡμᾶς τὰ κατὰ τούτους τοὺς χρόνους ᾿Αβάρους εἶναι διανοούμενος τοὺς ἀνὰ τὴν Εὐρώπην καὶ τὴν Παννονίαν προσοικοῦντας βαρβάρους, καὶ τούτων τὴν ἄφιξιν πρεσβυτέραν γενέσθαι τῶν χρόνων Μαυρικίου τοῦ αὐτοκράτορος. 7.7.10 ψευδωνύμως γὰρ ᾿Αβάρων προσηγορίαν οἱ περὶ τὸν ῎Ιστρον περιεβάλοντο βάρβαροι· ὅθεν δὲ τὸ γένος αὐτοῖς, ὅσον οὔπω εἰρήσεται. ἡττηθέντων γοῦν τῶν ᾿Αβάρων, (πρὸς γὰρ τὸν λόγον ἐπάνιμεν) οἱ μὲν πρὸς τοὺς κατέχοντας τὴν Ταυγὰστ τὰς ἀπο7.7.11 φυγὰς