1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

8

παιδείᾳ πρώτους ἐνευδοκιμήσαντας ἔστι θεάσασθαι· παραλαβόντες γὰρ οὗτοι τὰς τῶν ἀνθρώπων ψυχὰς φιλοΐστορας καὶ πρὸς μάθησιν ὀργώσας ἀεὶ καὶ ξένων διψώσας διηγημάτων, τεχνουργοῦσιν αὐταῖς μυθολόγημα, καὶ περιβάλλουσι φράσιν τῷ πλάσματι, ῥυθμῷ δὲ τὸ ψεῦδος στιβίζουσιν, καὶ μέτροις οἷα κεστοῖς θελκτηρίοις τισὶ τὸ 1.π.12 τεράτευμα καλλωπίζουσιν. καὶ τοσαύτην εἶχεν ἡ ψυχαγωγία τὴν δύναμιν, ὡς καὶ θεολόγους εἶναι νομίζεσθαι, καὶ παρ' ἐκείνους φοιτᾶν τοὺς θεούς, καὶ ταῖς ἐκείνων γλώτταις παραγυμνοῦν τοῖς ἀνθρώποις τὰ οἴκοι, καὶ εἴ τί ποτε τῷ σφῶν 1.π.13 αὐτῶν βίῳ συνέτυχεν ἀνδραγάθημα ἢ δυστύχημα. οὐκοῦν εὑρήσειέ τις κοινὴν ἁπάντων ἀνθρώπων τὴν ἱστορίαν διδάσκαλον, εἰσηγουμένην οἷς τε ἐγχειρητέον καὶ ἃ παροπτέον ὡς μὴ συνοίσοντα. ἐμφρονεστάτους τε τοὺς στρατηγοὺς δι' ἐκείνης ἔστιν ἰδεῖν· τάττειν γὰρ δυνάμεις ἐπίσταται, ὅπως τε 1.π.14 λόχοις σοφίζεσθαι δεῖ τὸ πολέμιον. καὶ ταῖς μὲν τῶν ἄλλων συμφοραῖς προμηθεστέρους σφᾶς αὐτοὺς ἀπεργάζεται, τοῖς προσφαλεῖσιν ἑτέροις ἐκείνους ἰθύνουσα· ταῖς δ' αὖ πάλιν εὐπραγίαις εὐδαιμονεστέρους ἀπέδειξε μικραῖς ἀφορμαῖς 1.π.15 μεγάλας ἀρετῶν κορυφὰς ἐπαυξάνουσα. καὶ τῶν μὲν πρεσβύτῃ χειραγωγός τίς ἐστι καὶ βακτηρία, τῷ δὲ νέῳ παιδαγωγὸς κάλλιστος καὶ συνετώτατος, τῇ πολυπειρίᾳ πολιοῦσά πως τὸ νεώτερον καὶ προφθάνουσα τοῦ χρόνου τὰ κατ' ὀλίγον μαθή1.π.16 ματα. πρὸς ἣν ἐπιδραμοῦμαι καὐτός, εἰ καὶ μεῖζον ἢ κατ' ἐμὲ τὸ ἐγχείρημα διὰ τὸ τῆς λέξεως ἀγεννὲς τῶν τε νοημάτων τὸ ἀδρανέστατον τῆς τε τοῦ λόγου συνθήκης τὸ ἀκαλλὲς τό τε τῆς οἰκονομίας ἀτεχνότατον. εἰ δέ τῳ εὔχαρί τι τῶν ἐκτεθησομένων φανείη, τύχῃ τινὶ προσαπτέτω· μὴ γὰρ ἐπιστήμη τὸ αἴτιον. 1.1.1 ῞Οτε τὸν αὐτοκράτορα Τιβέριον τῆς ἐντεῦθεν ἔδει λοιπὸν μεταβήσεσθαι λήξεως καὶ τῷ κοινῷ ὑπείκειν νόμῳ τῆς φύσεως, ἐπιθεμένης τῇ νόσῳ μελαίνης χολῆς, ὡς σύνηθες παισὶν ἀποκαλεῖν ἰατρῶν, ἀνερρήθη Μαυρίκιος καὶ βασιλέως ἀξίᾳ μεγαλαυχεῖται καὶ νεάζων τῇ ἁλουργίδι τῆς μεγάλης τῶν 1.1.2 αὐτοκρατόρων δυνάμεως μετελάγχανεν. φοράδην γὰρ ἀχθεὶς ὁ βασιλεὺς Τιβέριος ἐπὶ τὴν ὕπαιθρον τῶν βασιλείων αὐλήν, ἥτις παρήνωται τῇ πολυστιβάδι τῶν ἀνακτόρων οἰκίᾳ προαυλίῳ περιφανεῖ καὶ περιδόξῳ τῳ προσκηνίῳ, τὸν τῆς ἱεραρχικῆς προεστῶτα καθέδρας συγκαλεσάμενος (᾿Ιωάννης δὲ κατ' ἐκεῖνο καιροῦ τοὺς τῆς ἐκκλησίας διίθυνεν οἴακας) τόν τε τῶν ἱερῶν ἀξιωμάτων συναθροισάμενος ξύλλογον τούς τε δορυφόρους καὶ φύλακας καὶ πάντας τοὺς ἐς βασιλέως τιμὴν συντεταγμένους, ναὶ μὴν καὶ τοὺς ἐπισημοτέρους τοῦ δήμου, 1.1.3 αὐτὸς μὲν οὐδέπω τοῖς ἐντυχοῦσι διείλεκται, βασιλέως δὲ γλῶτταν τὸν ᾿Ιωάννην ἐδείκνυεν, ἄνδρα ῥήτορά τε δεινὸν καὶ νόμων ῾Ρωμαϊκῶν ἐπιστήμονα, ὃς τὰ βασιλέως προστάγματα τῷ διατόρῳ τῆς εὐγλωττίας ἐμεγαληγόρει βασιλικῆς μεγαλοφροσύνης ἐπάξια. τοῦτον ἐπιχωρίῳ ῾Ρωμαῖοι φωνῇ 1.1.4 ἀποκαλοῦσι κυαίστορα. παρῆν γοῦν ὁ αὐτοκράτωρ ἐπὶ τῇ χειροτονίᾳ τοῦ βασιλέως ἅμα τῇ παιδὶ Κωνσταντίνῃ, ἣν τῷ Μαυρικίῳ τύχης ἅμα καὶ βίου κοινωνὸν ἐποιήσατο, καὶ πρό γε τῆς ἀναρρήσεως τῷ ξυλλόγῳ τάδε παρέθετο. 1.1.5 "῎Ανδρες ῾Ρωμαῖοι, τὸ πολυθρύλητον τοῖς ἔθνεσιν ὄνομα καὶ ἐπίτιμον, τὸ ἐπὶ στομάτων πολλῶν ἐπ' εὐφημίᾳ δι' εὔκλειαν περικείμενον, μεγάλαι καὶ τελευταῖαι νῦν αἱ τῶν φροντίδων ὠδῖνες ἡμῖν περιίστανται, αἱ μὲν τὰ τῇδε διαθεῖναι καλῶς ἀναγκάζουσαι, αἱ δὲ τῇ διαζεύξει τῆς μεταστάσεως ἐκταράττουσαι καὶ τῶν ἐνθένδε τοὺς λόγους τῆς 1.1.6 βιοτῆς παραθέσθαι τῷ δημιουργῷ κατεπείγουσαι. καὶ περιδεής μοι τήμερον ἡ πάλαι παρρησία καὶ ἄδεια· οἷς γὰρ ἀφθονία τῆς ἐξουσίας, τούτοις εἰκὸς καὶ τὰ σφάλματα παρέπε1.1.7 σθαι πλείονα. ἀλλ' ὅμως αἱ περὶ τῆς βασιλείας ἡμῖν ὀξύτεραι καὶ προκύπτουσαι, οὐχ ὅτῳ ταύτην οὕτω ταχὺ κατατίθεσθαι, ἀλλ' ὅτῳ ταύτην ἔνεστι καλῶς διατίθεσθαι, ἐπεὶ μηδὲ κατενεγυώμην ταύτην ἐγὼ ἐπί τε τρυφῇ τῆς ἐξουσίας καὶ κολακείᾳ τοῦ σώματος. ὁρῶ δὲ καὶ τὴν φύσιν μετὰ τῆς τύχης ἡμᾶς