1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

123

τοῦ Μαυρικίου τὸν ἑαυτοῦ στρα8.13.2 τηγὸν ἀποτέμνει τῷ ξίφει. ἀναιρεῖταί τε καὶ Κομεντίολος ἐκεῖνος, ὃν πολλάκις ὁ λόγος στρατηγὸν τῆς Εὐρώπης ἀνέδειξεν, ναὶ δὴ καὶ ὁ Γεώργιος, ὁ τοῦ Φιλιππικοῦ ὑποστράτηγος, ἀλλὰ μὴν καὶ ὁ Πραισεντῖνος ὁ τὰς τοῦ Πέτρου πεπιστευμένος φροντίδας, ὃν δομέστικον εἰώθασιν οἱ ῾Ρω8.13.3 μαῖοι ἀποκαλεῖν. ὁ μὲν οὖν Θεοδόσιος ἀναζεύξας, ὁ Μαυρικίου παῖς τοῦ αὐτοκράτορος, εἰς τὸν ναὸν καταφεύγει Αὐτονόμου τοῦ μάρτυρος. ἀκηκοὼς τοίνυν τοῦτο ὁ τύραννος τὸν ᾿Αλέξανδρον πέπομφεν ἀποσφάξαι τὸν παῖδα. τοιγαροῦν ὁ ᾿Αλέξανδρος ἀναιρεῖ Θεοδόσιον, τόν τε λεγόμενον παρὰ τῷ πλήθει Λαρδῦν εἰς τοὺς λεγομένους ∆ιαδρόμους μετα8.13.4 γαγὼν διαφθείρει τῷ ξίφει. λόγος δὲ ὑπό τινων τὸν ᾿Αλέξανδρον ὑπὸ Γερμανοῦ χρηματίσασθαι φειδοῖ τῶν κινδύνων. διά τοι τοῦτο ἀποσχέσθαι φασὶ τὸν ᾿Αλέξανδρον τῆς Θεοδοσίου φθορᾶς, ἕτερον δὲ προσεοικότα αὐτῷ ἀνελεῖν, καὶ τοῦτον αὐτὸν τὸν Θεοδόσιον τὸν παράδοξον τοῦτον κίνδυνον πεφευγότα τῆς ἑῴας τόπους ἀμεῖψαι πολλούς, εἶτα ἐς ὕστερον πρὸς τῇ Κολχίδι γενέσθαι, μετὰ τοῦτο πρὸς τὰς ἐρήμους τῶν βαρβάρων μεταχωρήσαντος, μαλακισθέντα τὸ σῶμα κατα8.13.5 στρέψαι τὸν βίον. ὁ μὲν οὖν λόγος οὗτος ἀνὰ πᾶσαν τὴν οἰκουμένην διήχησεν· πλάνη δέ τις αὐτὸν βαρβαρικὴ ἀπεκύησεν. ὡς γὰρ οἷόν τε ἦν τὴν περὶ τούτου ταλαιπωρήσαντες ζήτησιν μετεσχηκότα τῆς ἀναιρέσεως καὶ τὸν Θεοδόσιον 8.13.6 εὕρομεν. ἐξιτήλῳ γὰρ τεκμηρίῳ νεανιεύονται οἱ μὴ τεθνάναι τὸν παῖδα ἐπαγγελλόμενοι· λόγος γὰρ αὐτοῖς μόνην ἀνεπίδεικτον τῶν ἀνῃρημένων τὴν κεφαλὴν γεγενῆσθαι Θεοδοσίου τοῦ αὐτοκράτορος. 8.13.7 Οὐκ ἂν δὲ περιοψόμεθα τὰ τῆς παραδόξου διηγήσεως ἄξια. κατὰ γὰρ τὴν ἡμέραν τῆς ἀναιρέσεως Μαυρικίου τοῦ αὐτοκράτορος συμβαίνει κατὰ τὴν ᾿Αλεξάνδρειαν ἀξιαφηγητό8.13.8 τατον ἔργον, πινάκων συγγραφῆς λίαν ἐπάξιον. ἐδέησε γὰρ ἄνδρα τινὰ τῶν ἐς κάλλος γραφόντων, ὃν ἐν συνθέσει φωνῆς καλλιγράφον ὀνομάζει τὰ πλήθη, γνώριμον καὶ ἡμῖν καθεστῶτα, μέχρι τετάρτης φυλακῆς τῆς νυκτὸς εἰς οἰκίαν τινὸς 8.13. καταπαννυχίζεσθαι. τούτῳ γὰρ δὴ τῷ ἐμπόρῳ πάννυχος ἦν ἡ πανήγυρις· ἑβδομαίαν γὰρ ἡμέραν ἦγε τὸ γύναιον ἄρσεν παιδίον τῷ ἀνδρὶ λοχευσάμενον. σύνηθες γοῦν τοῖς ἐγχωρίοις ἐπὶ τοῖς λοχευομένοις παιδίοις ἑβδομαίαν ἄγουσι τὴν ἡμέραν συμποσίων ἑορταῖς καταπαννυχίζεσθαι. ἐπεὶ τοίνυν τὰ τοῦ δείπνου τῷ [ἐμπόρῳ] κόρῳ καθυπεβάλλετο, διαλύεται ἡ ἑστίασις, καὶ τῆς τοῦ ἐμπόρου οἰκίας ὁ εἰς κάλλος γράφων 8.13.10 ἀποφοιτᾷ. μεσούσης τοίνυν νυκτός, καὶ γενόμενος κατὰ τὸ λεγόμενον τῆς πόλεως Τύχαιον (χῶρος δ' οὗτος τῆς ᾿Αλεξανδρείας ἐπίσημος) ὁρᾷ τοὺς ἐπισημοτέρους τῶν ἀνδριάντων ἐκ τῶν βωμῶν καθερπύσαντας καὶ μεγίστην αὐτῷ ἀφιέντας φωνήν, ἐξονομακλήδην τὸν ἄνδρα προσαγορεύσαντας διηγουμένους τε μεγάλῃ καὶ συντόνῳ φωνῇ τὰ κατ' ἐκείνην τὴν ἡμέραν παρηκολουθηκότα συμπτώματα Μαυρικίῳ τῷ αὐτο8.13.11 κράτορι. ὁ μὲν οὖν ἀνὴρ τῷ παραδόξῳ τῆς θέας φόβῳ πολλῷ συσταλεὶς οἴκαδε γίνεται, ὄρθριός τε γενόμενος τοῖς περὶ τὸν λεγόμενον Αὐγουστάλιον ταῦτα δὴ τὰ φοβερὰ 8.13.12 διέξεισιν ἀφηγήματα. ἐπεὶ δ' ἐπὶ τὸν τῆς Αἰγύπτου ἔπαρχον τὸ ἄκουσμα γέγονε (Πέτρος δὲ κατ' ἐκεῖνο καιροῦ τῆς Αἰγυπτιακῆς ἡγεμονίας τὰς ἡνίας διίθυνεν, ὃς καὶ συνήπτετο πρὸς γένος ἡμῖν), μετάκλητος γίνεται ἐν παραβύστῳ ὁ τῶν 8.13.13 ἀνδριάντων γενόμενος ἀκουστής. ὁ δ' ἡγεμὼν ἀνετάσας τούτου τὰ ῥήματα καὶ θαυμάσας τῶν ἀφηγηθέντων τὴν ἔκθεσιν, τῷ εἰς κάλλος γράφοντι ἐπετίμησε μὴ μεταθεῖναι ἐφ' ἕτερον τὰ μυστικὰ ταῦτα καὶ ἀπόρρητα διηγήματα. τὴν ἡμέραν τοίνυν ἀπογραψάμενος ἐκείνην ὁ τῆς Αἰγύπτου ἡγε8.13.14 μὼν ἐκαραδόκει τὴν ἔκβασιν. ἐνάτη δὲ ἡμέρα, καὶ ἄγγελος εἰς τὴν ᾿Αλεξάνδρειαν παραγίνεται πομπεύων ὡς ἔπος εἰπεῖν τὴν ἀναίρεσιν Μαυρικίου τοῦ αὐτοκράτορος. τῶν τοίνυν προμεμηνυμένων διὰ τῶν ἀνδριάντων, ἢ δαιμόνων εἰπεῖν οἰκειότερον, ὡς διέγνω