1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

53

κατασκάψοντας. οἱ μὲν οὖν εἰσβαλόντες ἅμα τῇ τοῦ στρατοπέδου πληθύϊ καὶ τῶν Περσῶν ληϊσάμενοι τὸ γόνιμόν τε καὶ εὐθαλέστατον καὶ πᾶσαν τὴν τοῦ θέρους ὥραν τοῖς Περσικοῖς ἐνδιατρίψαντες φόνοις τὰ τῶν Μήδων 3.17.5 ἔκειρόν τε καὶ διωλόθρευον λίαν ἐγκρατῶς. ὁ δὲ ῾Ρωμαίων ἡγούμενος χειμῶνος ἐπελθόντος εἰς τὴν Καππαδοκῶν Καισάρειαν γίνεται. θέρους δὲ περιόντος αὖθις κατὰ τὴν ἑῴαν ἀφίκετο εἴς τε Κιρκήνσιον πόλισμα ῾Ρωμαίων πανστρατιᾷ. 3.17.6 εἶτα διὰ τῆς ἐρήμου τὸ λοιπὸν τῆς ᾿Αραβίας εἰς τὴν Βαβυλωνίαν ἠπείγετο γῆν ἀφικέσθαι, εἶτα τὸν πόλεμον παρα3.17.7 κλέψαι τῇ ἀγχινοίᾳ τοῦ ἐγχειρήματος. συνείπετο δὲ τούτῳ ὁ τῶν νομάδων βαρβάρων ἡγούμενος, ᾿Αλαμούνδαρος ὄνομα αὐτῷ· ὅν φασι κατάδηλον τῷ Περσῶν βασιλεῖ τὴν τῶν ῾Ρωμαίων ἐπιστασίαν ποιήσασθαι· ἀπιστότατον γὰρ καὶ ἀλλοπρόσαλλον τὸ Σαρακηνικὸν φῦλον καθέστηκε πάγιόν τε τὸν νοῦν καὶ τὴν γνώμην πρὸς τὸ σῶφρον ἱδρυμένην οὐκ ἔχον. 3.17.8 καὶ οὖν ἐκ τούτου ὁ τῶν Περσῶν βασιλεὺς ἐπὶ Καλλίνικον πόλιν τὸν πόλεμον μετεφύτευεν ᾿Αδορμαάνην χειροτονήσας 3.17. τῆς ἐκτάξεως κηδεμόνα οὐκ ἀφυέστατον. ἐπεὶ τοίνυν ὁ ᾿Αλαμούνδαρος κηφῆνος δίκην τοὺς τῆς μελίττης σίμβλους ἠφάνισεν, εἰπεῖν δὲ ταὐτὸν τὰ Μαυρικίου ἐπίχειρα ἀνετρέψατο, ἀνόνητα γίνεται ῾Ρωμαίοις τὰ τῆς κατὰ Μήδων ἐπιστρατείας κινήματα· παλινδρομοῦσι γὰρ τὰς οἴκοι συμφορὰς 3.17.10 ἀποσβέσοντες. καὶ δῆτα ὁ στρατηγὸς τὰς μὲν σιταγωγοὺς ὁλκάδας, αἳ κατὰ τὸν Εὐφράτην συνείποντο αὐτῷ ποταμόν, φλοξὶ πυρὸς ἀνατέθεικεν· αὐτὸς δὲ σὺν τοῖς ἐκκρίτοις τοῦ στρατοπέδου ὡς τάχιστα γίνεται πρὸς τὴν πόλιν Καλλίνικον. 3.17.11 εἰς χεῖράς τε τῶν συνταγμάτων γεγονότων τῶν Πάρθων, ὑπεροχὴν τὸ ῾Ρωμαϊκὸν ἀπεφέρετο δόρυ. φυγῆς τοίνυν τῶν Περσῶν γενομένης, ἀνακωχὴν τὰ τῆς ἐπηρείας ἐλάμβανεν. 3.18.1 Τῷ δ' ἐπιόντι ἐνιαυτῷ Ταμχοσρώ, ὁ τοῦ Μηδικοῦ στρατηγός, μεγάλας τοῦ Περσικοῦ δυνάμεις περιαγόμενος πρὸς τῇ Κωνσταντίνῃ χωρεῖ. καττύεται δῆτα ἐν τούτῳ τῷ ἐνιαυτῷ μέγας καὶ ἐξακουστότατος πόλεμος ῾Ρωμαίοις τε καὶ 3.18.2 Πάρθοις. ὁ μὲν οὖν τοῦ Μηδικοῦ στρατηγὸς ἐν τοῖς πρώτοις τῆς ἀγωνίας γενόμενος τὸν βίον κατέστρεψε δόρατι, πλημμελεῖ δὲ τὸ βάρβαρον, καὶ νικῶσι ῾Ρωμαῖοι. οἱ δὲ βάρβαροι πείθονται ἐς τὴν ἑαυτῶν ἀποκλίνειν, ἅμα τῷ παθεῖν καὶ 3.18.3 τὰ τῆς αἰσχύνης οἰκειωσάμενοι. καὶ οὖν ὁ στρατηγὸς τὰ καίρια τῶν ὀχυρωμάτων περιφραξάμενος ἐς Βυζάντιον ἄνεισιν. τοῦ κοινοῦ δὲ τέλους συντετυχηκότος Τιβερίῳ τῷ αὐτοκράτορι, τῆς ῾Ρωμαϊκῆς ἀρχῆς ὥσπερ ἆθλον ἀριστείας εὐγενῆ καὶ περίδοξον τὸ βασίλειον κράτος ὁ στρατηγὸς ἔννομόν τε 3.18.4 περιβάλλεται, καὶ τὴν δευτέραν ἀπημφίαστο τύχην. τὰ μὲν οὖν μετὰ τοῦτο παρχθέντα ῾Ρωμαίοις τε καὶ Πέρσαις ἀναγέγραφα ἐν τοῖς ἔμπροσθεν. οὐκοῦν ἰτέον ἐπὶ τὰ συνεχῆ τῆς διηγήσεως, τὴν ἱστορίαν ἔξω που μικρὸν διαθέουσαν εἰσκυκλήσαντες ἐπὶ τὴν ἀκόλουθον καὶ εὐσύνοπτον νύσσαν, ὅθεν καὶ πρὸς βραχὺ ἀπεκλίναμεν τὰ περὶ τὸν Βαρὰμ κατ' ἐκεῖνο 3.18.5 παρηκολουθηκότα καιροῦ προτιθέντες ἐν μέσῳ. ἀλλ' εἰρήσθω μὲν πρότερον ἥ τε πατρὶς καὶ τὸ γένος Βαρὰμ οἵ τε τῆς τύχης βαθμοὶ αἵ τε κατ' ὀλίγον πράξεις διὰ βραχέων, ἵνα πάντοθεν ἐναρμόνιον εἴη καὶ ἐντελὲς τὸ περὶ τὴν ἱστορίαν ἀκρόαμα. 3.18.6 ῎Ηκουσά του λέγοντος ἀνδρὸς Βαβυλωνίου ἱερομνήμονος, μεγίστην ἐμπειρίαν ἀπειληφότος τῆς περὶ τὰς βασιλικὰς διφθέρας ἀναγραφῆς, ἀπὸ μὲν τῆς ῾Ραζακηνῆς οὕτω καλουμένης ὁρμᾶσθαι μοίρας τὸν Βαράμ, οἰκαρχίας δὲ τῆς τοῦ Μιρράμου γεγονέναι τὸν Πέρσην ἐκεῖνον τὸν τύραννον, ὃς ἀφορμὴ τῆς καταλύσεως ῾Ορμίσδᾳ τῷ τυράννῳ γεγένηται. 3.18.7 δήμοις γὰρ παρὰ τοῖς Μήδοις ἑπτὰ τῶν πράξεων τὰ ἀγχίνοά τε καὶ τιμιώτατα διανυομένοις, νόμῳ πρεσβύτῃ κληροδοτου3.18.8 μένοις, μὴ ἄλλως ἔχειν τὰ πράγματα ἔφασκεν. καί φασι τὸν μὲν ᾿Αρσακίδην ἐπιλεγόμενον δῆμον τὴν βασιλείαν κατέχειν, καὶ τοῦτον ἐπιτίθεσθαι τῷ βασιλεῖ τὸ διάδημα, ἕτερον τῆς πολεμικῆς