1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

91

κινήματα ἀμείβειν τε τύχας καὶ πάντα μεταμορφοῦν καὶ πλάττειν καὶ δημιουργῆσαι 6.8.3 πειθήνιον. τοίνυν ὁ Πρίσκος κρατήσας τοῖς λόγοις ἐς βασιλέα ἀπέπεμπε τὰ τῶν πόνων ἐπίχειρα τριακοσίοις συμφράξας τὴν λείαν, πρόταγόν τε τούτων τὸν Τατίμερ προε6.8.4 στήσατο. ὁ μὲν οὖν Τατίμερ τῆς ἐς Βυζάντιον πορείας ἀπήρχετο, ἕκτῃ δὲ ἡμέρᾳ Σκλαυηνοῖς περιτυχὼν ἐς ἀδόκητον καταγίνεται κίνδυνον· μεσούσης γὰρ ἡμέρας ἐκλύτως καὶ φροντίδος ἐκτὸς στρατοπεδεύοντι, καὶ τὴν χλόην νεμομένης 6.8.5 τῆς ἵππου, τὸ βάρβαρον ἐπιτίθεται. βοῆς τοιγαροῦν γενομένης, τῶν τε ῾Ρωμαίων καθεστώτων ἀφίππων, προθέει μετ' ὀλίγων ὁ Τατίμερ, ἀγχίθυρός τε τῶν βαρβάρων γενόμενος ἐς μέγα ὀλέθρου κατέπιπτεν. φέρειν γὰρ οὐκ ἔχων τὴν ἀντιμέτωπον μάχην ἐτέτραπτο πρὸς φυγήν, βαλλόμενός τε 6.8.6 οὐ καιρίαις βολαῖς μόλις ἀπέδρα τὸν κίνδυνον. τῶν οὖν ῾Ρωμαίων ἐπιγινομένων πεζῶν καὶ διασωσάντων τὸν Τατίμερ, πρὸς τοὺς Σκλαυηνοὺς λοιπὸν ἐχειρούργουν τὸν πόλεμον. 6.8.7 τῆς τοίνυν μάχης ἐς τὸ καρτερὸν γενομένης, κρατοῦσι τῶν Σκλαυηνῶν ῾Ρωμαῖοι, φόνον τε πολὺν ἀπεργασάμενοι, πεντή-κοντα βαρβάρους ζωγρήσαντες ἐπανῄεσαν πρὸς τὸν χάρακα, 6.8.8 λείαν ῾Ρωμαϊκὴν ὑπὸ τῶν Σκλαυηνῶν διασωσάμενοι. ὁ μὲν οὖν Τατίμερ τὸ σῶμά πως ἀκεσάμενος ἐς Βυζάντιον ἧκεν ἀξιολογωτάτην προνομὴν ἐπιφερόμενος. ἡσθεὶς τοιγαροῦν ὁ αὐτοκράτωρ ἐπὶ τοῖς συγκυρήσασιν ἐπὶ τὸ τοῦ θεοῦ μέγιστον ἀνὰ τὴν πόλιν ἐπαννύχιζε τέμενος, εἶτα μετὰ τοῦ λεῶ τὰς ἱκετηρίας εὐχὰς ποιησάμενος ἠξίου τὸ θεῖον ἐπισημότερα δοῦναι τὰ τρόπαια. ῾Ο δὲ πολέμαρχος Πρίσκος ἐπὶ κατασκοπῇ προθέειν 6.8. ἀνδράσιν ἐκέλευεν. ἡμέρα δὲ δευτέρα, καὶ οὐ διέγνω ἀνὰ τοὺς χώρους πολέμιον. οὐκοῦν εἰς τὰ πρόσω τοῦ ῾Ηλιβακία ποταμοῦ ἐξ ἑωθινοῦ ποιεῖσθαι τὴν βάδισιν τῷ ᾿Αλεξάνδρῳ 6.8.10 προστέταχεν. ὁ μὲν οὖν ᾿Αλέξανδρος τὸν γείτονα διανηξάμενος ποταμὸν ἐντυγχάνει Σκλαυηνοῖς. οἱ δὲ βάρβαροι πολεμίαν θεασάμενοι ὄψιν πρὸς τὰ πλησίον τενάγη ἐπί τε τὴν ὕλην τὴν βάρβαρον τὴν ἀποφυγὴν ἐποιοῦντο. οἱ δὲ 6.8.11 ῾Ρωμαῖοι τούτους ἐνεχείρουν ἑλεῖν. ἐπεὶ δὲ τῇ ἰλύϊ συγγίνονται, περιπίπτουσι δυσκαταγωνίστῳ κακῷ· καὶ ἂν διόλωλεν ἅπαν τὸ σύνταγμα, εἰ μὴ θᾶττον ὁ ᾿Αλέξανδρος ὑπεξήγαγε 6.8.12 τοὺς ῾Ρωμαίους τοῦ τέλματος. ὁ μὲν οὖν ᾿Αλέξανδρος ὁ ταξίαρχος περιστοιχίσας τὸν χῶρον παραδιδόναι τούτους ἐπειρᾶτο πυρί· ἡ δὲ φλὸξ νοσηλευομένη ὑπὸ τῆς ὑγρᾶς κατεμαλθακεύετο φύσεως, καὶ ἦν τῷ ᾿Αλεξάνδρῳ τὰ τῆς 6.8.13 ἐπιβολῆς οὐκ εὐδόκιμα. τοίνυν Γήπαις ἀνήρ, ἐκ τῶν Χριστιανῶν θρησκείας πάλαι ποτὲ πεφυκώς, μετὰ τῶν βαρβάρων ὑπῆν. οὗτος πρὸς τοὺς ῾Ρωμαίους αὐτομολῶν δακτυλοδεικτεῖ καὶ τὴν εἴσοδον. οἱ μὲν οὖν ῾Ρωμαῖοι τῶν εἰσόδων γενόμενοι κύριοι κρατοῦσι τῶν βαρβάρων. ὁ δὲ ᾿Αλέξανδρος 6.8.14 ἀνετάζων κατεπυνθάνετο πόθεν τοῖς ἑαλωκόσι τὸ γένος. οἱ δὲ βάρβαροι ἐς ἀπόνοιαν καταπεπτωκότες θανάτου χαίρειν ἔφραζον ταῖς κολάσεσιν, ὡς περὶ ἀλλοτρίου τοῦ σώματος τὰς ἐκ τῶν μαστίγων ἀλγηδόνας διατιθέμενοι. 6..1 ὁ δὲ Γήπαις διεξῄει τε ἅπαντα καὶ διήλεγχεν ἐξ ἐπιλέπτου τὰ πράγματα, φάσκων ὑπὸ Μουσώκιον τὸν λεγόμενον ῥῆγα τῇ τῶν βαρβάρων φωνῇ τοὺς ἐζωγρημένους ὑπεῖναι, τοῦτον δὲ τὸν Μουσώκιον ἐναυλίζεσθαι μετὰ παρασάγγας τριάκοντα, τοὺς δὲ ἁλόντας ἐκπέμψαι ἐπὶ κατασκοπῇ τῆς ῾Ρωμαίων δυνάμεως, ἀκηκοέναι τε καὶ τὰ περὶ τὸν ᾿Αρδάγαστον γεγο6..2 νότα πρὸ μικροῦ δυστυχήματα. παρῄνει τε ῾Ρωμαίοις ἀθρόαν τὴν ἐπιστασίαν ποιήσασθαι τόν τε βάρβαρον ἑλεῖν τῷ ἀδοκήτῳ τῆς ἐπιθέσεως. ὁ μὲν οὖν ᾿Αλέξανδρος παρὰ τὸν Πρίσκον γενόμενος τοὺς βαρβάρους ἠνέγκατο, ὁ δὲ πολέμαρχος ἀναι6..3 ρέσει τούτους παρέδοτο. γίνεται γοῦν πρὸς τὸν στρατηγὸν ὁ Γήπαις ἐκεῖνος ὁ βάρβαρος καὶ διέξεισι Πρίσκῳ τὰ τῶν βαρβάρων διανοήματα, εἰσηγεῖτό τε ἐπιστῆναι τῷ βαρβάρῳ τὸν Πρίσκον, καὶ πίστιν τῆς ἐπιτεύξεως ἐδίδου φενακίζειν 6..4 ὁ Γήπαις τὸν βάρβαρον. ἐπιχαρῶς τοίνυν ὁ