1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

118

ἀπράκτους τε τοὺς πρέσβεις 8.8.2 ἐξέπεμπεν. ὁ δὲ Μαυρίκιος περιφρουρεῖν τοῖς δήμοις τὰ Θεοδοσίου τείχη προστάττει, ἃ δείμασθαι λόγος πρεσβύτης 8.8.3 ἐρεῖ τὸν ᾿Αρκαδίου τοῦ αὐτοκράτορος Θεοδόσιον παῖδα. πρὸ τούτων τοίνυν ἡμερῶν ὀλίγων Γερμανὸς (κηδεστὴς δὲ οὗτος Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος) ἱππάζεσθαί τε καὶ ξυνωρικεύεσθαι τὸν Μαυρικίου τοῦ Καίσαρος υἱὸν ἀναλαμβάνει ἐς Καλλικράτειαν· χῶρος δὲ πρὸ τοῦ ἄστεος οὗτος, 8.8.4 λίαν ὡς ἔπος εἰπεῖν ὡρικός. ὁ μὲν οὖν Μαυρίκιος παρασκευὴν βασιλικὴν Θεοδοσίῳ δίδωσι τῷ παιδί. τοῦ δὲ νέου κυνηγετοῦντος ἀπεριμερίμνως καὶ λίαν ἐπαγωγότερον, παραγίνεται πρέσβις ὡς αὐτὸν ὑπὸ τῆς ῾Ρωμαίων μαχίμου δυνάμεως, ἐπιστολήν τε ἐγγεγραμμένην ὑπὸ τοῦ ὁπλιτικοῦ παρέχων τῷ 8.8.5 Θεοδοσίῳ, τῷ παιδὶ Μαυρικίου τοῦ αὐτοκράτορος. ἡ δὲ ἀξίωσις ἦν ἢ αὐτὸν Θεοδόσιον τὴν ἡγεμονίαν τοῦ κράτους ἀναλαβεῖν ἢ Γερμανῷ τὴν αὐτοκρατορικὴν ἐμπορπήσασθαι δύναμιν· μηδὲ γὰρ ἔτι ἀνέχεσθαι ὑπὸ Μαυρικίου τοῦ αὐτο8.8.6 κράτορος τὰς ῾Ρωμαίων δυνάμεις ἰθύνεσθαι. γίνεται τοίνυν ταῦτα κατάδηλα Μαυρικίῳ τῷ αὐτοκράτορι. ὁ μὲν οὖν βασιλεὺς ἐπεὶ ταῦτα ἐπέπυστο, μετάγει διὰ γραμμάτων ὡς αὐτὸν παραυτίκα τὸν παῖδα. τῇ δὲ ὑστεραίᾳ περίλυπος ὢν προσ8.8.7 τάττει ὁ αὐτοκράτωρ Κομεντιόλῳ ἐπιστατεῖν τοῖς περιφρουροῦσι τὰ τοῦ ἄστεος τείχη. τῇ τοίνυν ἐπαύριον ὑπὸ πρώτην ἕω εἰσαγώγιμον τὸν Γερμανὸν ὁ Μαυρίκιος ποιεῖται πρὸς τὰ βασίλεια, καὶ περίδακρυς γεγονὼς τούτων τῶν κακῶν 8.8.8 ἔφη τὸν Γερμανὸν πεφυκέναι ὑπόθεσιν. ἦν δὲ τῆς ὑπονοίας ταύτης τεκμήριον τὸ δι' ἐπιστολέως τὰς δυνάμεις τὸν Γερμανὸν ἐθέλειν βασιλέα ποιήσασθαι, εἶτα τοῦ τετυραννηκότος πλήθους ἅπασαν τὴν ἵππον τὴν πρὸ τοῦ ἄστεος νεμομένην καταπρονομεύσαντος τὴν Γερμανοῦ ἵππον μόνην ἀδιάσπαστον 8.8. τηρηθῆναι. ἱκανῶς τοίνυν τοῦ Γερμανοῦ ἀπολελογημένου τῷ αὐτοκράτορι καὶ τὴν τοῦ βασιλέως λύπην μὴ κατευνάζοντος, ὡς ἐν τέλει λέγουσι τὸν Μαυρίκιον φῆσαι· "φείδου, Γερμανέ, τοῦ μηκύνειν τὸν λόγον· οὐδὲν ἡδύτερον τοῦ διὰ ξίφους τεθνάναι." ἐπὶ τούτοις ὁ αὐτοκράτωρ ἐπιτείνας τὸ βάδισμα μεθίσταται τοῦ παρὰ ῾Ρωμαίοις λεγομένου σεκρέτου. 8.8.10 ἐπεὶ δὲ ὁ τοῦ αὐτοκράτορος παῖς Θεοδόσιος παρειστήκει χαλεπαίνοντι τῷ αὐτοκράτορι, ᾤκτειρε τὸν κηδεστὴν κινδυνεύοντα καὶ μικρὸν τῆς οἰκείας στάσεως διεξελθὼν ἐξιόντι τῷ Γερμανῷ ἐν ἀποκρύφοις κατεψιθύρισεν· "ἀπόδρα τοῦτον" 8.8.11 φήσας, "ὦ ἄνθρωπε· θάνατος ἡ ζημία σοι γίνεται." ὁ μὲν οὖν Γερμανὸς διὰ τῆς λεωφόρου, ἣν Μέσην τὰ πλήθη κατονομάζουσιν, ἐς τὴν ἑαυτοῦ οἰκίαν ἐγένετο, τῷ δὲ δειλιναίῳ καιρῷ τοὺς ὑπασπιστὰς τοὺς ἑαυτοῦ συναθροισάμενος τῷ ἱερῷ τεμένει τῆς θεομήτορος προσεπέλασεν, ὃ Κῦρον τὸν ἐπὶ Θεοδοσίου τοῦ αὐτοκράτορος γεγονότα δείμασθαι λόγος 8.8.12 καθέστηκεν ἀψευδής. οὗτος δὲ ἐς ὑπάτων ἀξίαν τὸ τηνικαῦτα ἀναβεβήκει καιροῦ. τοῦτον ἄνδρα ἀγαθὸν ἐς τὰ μάλιστα γεγονέναι φασίν, καὶ περὶ τοὺς ἔρωτας τῶν λόγων 8.8.13 σώφρονι μανίᾳ τινὶ ἐπεφύκει. ἡλίου δὲ κλίναντος ἠκηκόει Μαυρίκιος τῶν κεράτων τοῦ θυσιαστηρίου κάτοχον τὸν Γερμανὸν γεγονέναι. διὰ τοῦτο Στέφανον τὸν παιδαγωγὸν τῶν ἑαυτοῦ παίδων (εὐνοῦχος δὲ οὗτος τῶν ἐπιφανῶν τοῦ βασιλέως καὶ λίαν περίδοξος τοῖς ἀνακτόροις) πρὸς τὸν Γερμανὸν ἀφικέσθαι προσέταξεν, ὅπως πειθοῖ ὑπεξαγάγοι τῶν ἱερῶν 8.8.14 περιβόλων ἐκεῖνον. οἱ μὲν οὖν περὶ τὸν Γερμανὸν ὡς εἶδον τὸν τοῦ βασιλέως εὐνοῦχον ὑπεξαγαγεῖν τοῦτον ἐθέλοντα τοῦ τῆς θεομήτορος ἱεροῦ, ἀντικαταστάντες ἐξωθοῦσι τὸν Στέ8.8.15 φανον αἰσχίστοις αὐτὸν περιβαλόντες ὀνείδεσιν. νυκτὸς δὲ γεγονυίας ὑπεξέρχεται τοῦ τεμένους ὁ Γερμανὸς καὶ πρὸς τὸ μέγα τῆς πόλεως ἱερὸν μετεφοίτησε τὸ ὑπὸ ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος λίαν φιλοτίμως καὶ πολυτελῶς ἱδρυμένον· τοῦτο καλοῦσιν ἐκκλησίαν μεγάλην οἱ Βυζάντιοι. ὁ μὲν οὖν Μαυρίκιος ῥάβδῳ ἐμαστίγου τὸν ἑαυτοῦ υἱὸν Θεοδόσιον· ἔφασκε γὰρ τὸ ἀπόρρητον εἰς