1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

95

ποῖ διεξιέναι 6.11.14 κέχηνας;" τὸν δὲ φῆσαι μετὰ φιλοσοφίας πολλῆς πρὸς τὸν Σέσωστριν· "τεθαύμακα τῶν τροχῶν τὰ κινήματα· ἀνώμαλον ἔχει τὴν κίνησιν. τὰ τοίνυν τούτων μέρη μετεωρούμενα αὖθις καταχθόνια γίνεται, καὶ ἔμπαλιν τὰ περιπέζια μετὰ τοῦτο 6.11.15 ἀπαιωρίζεται." τούτων τοιγαροῦν λέγουσιν ἀκηκοότα τὸν Σέσωστριν παιδευθῆναι μὴ μέγα φρονεῖν νομοθετῆσαί τε τοὺς βασιλικοὺς αὐχένας τῶν ζυγῶν ἀφεθῆναι, εἶτα ἡμιόνοις τὴν ὁλκὴν ἐπιτρέψαι. "ταῦτα σὲ παιδευέτω, Χαγάνε. οὐδὲν 6.11.16 ἀπιστότερον εὐπραγίας." ὁ μὲν οὖν Χαγάνος ἀποθαυμάσας τὴν ἐπιείκειαν τοῦ ἀνδρὸς κολάζει τὸν τῦφον, καταπαύει τὸ θράσος, μεταβάλλει πρὸς εἰρηναίαν σχέσιν τὰ πράγματα. τοιγαροῦν ὥρας ἀποσιωπήσας πολλὰς ἔφησε πρὸς Θεόδωρον· 6.11.17 "οἶδα καὶ τυραννεῖν θυμὸν ἐξοιδαίνοντα, οἶδα καὶ στρατεύειν ὀργήν, ἀλλ' ὅτε καιρὸς χαλεπότητος. διαλέλυμαι τῷ Πρίσκῳ, Θεόδωρε. ἔστω δέ μοι καὶ αὐτὸς φίλος ἐπιεικής. ἀγέραστος τῆς λείας μὴ μενέτω Χαγάνος. ἐπὶ τῆς ἐμῆς γῆς ἐπιβέβηκεν, περὶ τοὺς ἐμοὺς ὑπηκόους ἐξήμαρτεν. ἔστω τὰ τῆς εὐπρα6.11.18 γίας κοινά." ἐπὶ τούτοις φιλοφρονησάμενος πρὸς τὸν Πρίσκον τὸν Θεόδωρον πέπομφεν. ὁ μὲν οὖν Θεόδωρος γεγονὼς πρὸς τὸν Πρίσκον διεξῆλθεν αὐτῷ τοῦ βαρβάρου τοὺς λόγους, ὁ δὲ Πρίσκος τῇ ὑστεραίᾳ ἐκκλησίαν ἐκάθισε παρῄνει τε ῾Ρωμαίοις κοινωνὸν τῶν λαφύρων ποιήσασθαι καὶ τὸν βάρ6.11.1 βαρον. οἱ δὲ ῾Ρωμαῖοι τέως πρὸς τὸ συνοίσειν μὴ ἐνδημήσαντες κατεστασίαζον τοῦ στρατηγοῦ. ὁ δὲ στρατηγὸς πολλοῖς καὶ ποικίλοις καὶ λίαν ἐντελέσι λόγοις χρησάμενος τὰς δυνά6.11. μεις ὑπέπεισε δοῦναί τι τῷ βαρβάρῳ τῆς λείας. ἀπέδοντο τοίνυν ῾Ρωμαῖοι τοὺς ἑαλωκότας τῷ Χαγάνῳ βαρβάρους, τῶν δὲ λοιπῶν λαφύρων ἀμέτοχον αὐτὸν ποιησάμενοι διαλύουσι τὸ ἀμφίβολον. ἀσμενίσας τοίνυν ὁ Χαγάνος τὴν τῶν βαρ6.11.21 βάρων ἀπόδοσιν χώραν ἐδίδου ταῖς διαβάσεσιν. οὕτω μὲν οὖν οἱ ῾Ρωμαῖοι πέντε χιλιάδας βαρβάρων τῷ Χαγάνῳ προῖκα καταβαλόμενοι ἐπὶ τὰ ∆ριζίπερα γίνονται. ὁ δὲ στρατηγὸς ἀφίκετο ἐς Βυζάντιον. τοιγαροῦν ὁ Μαυρίκιος τῷ Πρίσκῳ ἐμέμφετο σφάλμασί τε εὐηθείας αὐτὸν περιέβαλλεν ἀσυνέτως ἀποδεδωκότα τῷ βαρβάρῳ τὴν λείαν.

7.τ.1 ΙΣΤΟΡΙΑ Ζʹ

7.1.1 Οὕτω μὲν οὖν Πρίσκος ἀπεχειροτονεῖτο, πολέμαρχος δὲ ὑπὸ τοῦ

αὐτοκράτορος ὁ Πέτρος ἀναγορεύεται, ὃς καὶ αὐτάδελφος Μαυρικίου ἐτύγχανεν ὤν. ἐγχαράττει τοίνυν βασιλικὰς ἐπιστολὰς ὁ Μαυρίκιος, ταύτας τε τῷ στρατηγῷ ἐπιδοὺς τοῦτον ἀπεκδημεῖν τοῦ ἄστεος παρεσκεύαζε καὶ πρὸς 7.1.2 τὸ στρατόπεδον ἀφικέσθαι παρεκελεύετο. ἡ μία τοιγαροῦν τῶν βασιλικῶν ἐπιστολῶν στρατιωτικῆς ἐπιδόσεως τύπος ἐτύγχανεν· ὁ δὲ τύπος ἠβούλετο τριτταῖς μοίραις συντάττεσθαι τὴν ἐπίδοσιν, δι' ἐσθῆτος καὶ ὅπλων καὶ χαράγματος 7.1.3 χρυσίου. ἀποφοιτήσας τοίνυν τῆς Πειρίνθου ὁ στρατηγὸς ἐπὶ τὰ ∆ριζίπερα γίνεται, καὶ καταλιπὼν τὰ ∆ριζίπερα τῇ ᾿Οδησσῷ προσομιλεῖ. τὸ μὲν οὖν στρατόπεδον ἐπιβεβηκότα τῆς ᾿Οδησσοῦ τὸν πολέμαρχον ἐπισήμως ὑπεδέχετο λίαν. τετάρτη δὲ ἡμέρα, καὶ ὁ πολέμαρχος στηλιτεῦσαι τῷ πλήθει τὰς βασι7.1.4 λικὰς συλλαβὰς ἐνεχείρει. ἡ μὲν οὖν πληθὺς ἑώρα πρὸς τάραχον· προηκηκόει γὰρ τὸ βασιλικὸν πρόσταγμα. τοῦ τοίνυν στρατηγοῦ εἰς συνάθροισιν μίαν ἐπειγομένου τὰς δυνάμεις ποιήσασθαι, εἰς ὑπήκοον δὲ τῶν συνεληλυθότων τὰ τοῦ βασιλέως ποιήσασθαι λόγια, ἀποσκιρτᾷ τὸ στρατόπεδον, καὶ τὸν στρατηγὸν καταλιμπάνον ἀγέραστον ἀπὸ σημείων τεττάρων 7.1.5 μετὰ ταράχου στρατοπεδεύεται. ὁ δὲ Πέτρος καταστασιαζόμενος ἀποκρύπτει τῶν βασιλικῶν προσταγμάτων τὰ λυπηρότερα. ἔχων δὲ ἀνὰ χεῖρα καί τινα βασιλικῶν θεσπισμάτων τοῖς πολεμίοις ὄχλοις συνοίσοντα, ἠξίου ταῦτα ἐμφανῆ τῇ ῾Ρω7.1.6 μαϊκῇ