1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

120

ἔπεμπε (κατ' ἐκεῖνο δὲ καιροῦ οὗτος δὴ οὗτος ὁ Σέργιος δήμαρχος ἐτύγχανεν ὢν τῆς Πρασίνου πληθύος), καὶ ἠξίου ὑπὸ τοῦ δήμου τὸν βασιλικὸν ἀναδήσασθαι στέφανον ἐπὶ συνθήκαις τισὶ καὶ 8..15 ὁμολογίαις ἐγγράφοις. ὁ μὲν οὖν Σέργιος ἐξ ἑωθινοῦ πρὸς τοὺς κορυφαιοτέρους τοῦ δήμου τοὺς λόγους τοῦ Γερμανοῦ μετωχέτευσεν. δυσανασχετοῦσι τοίνυν οἱ λεγόμενοι Πράσινοι καὶ τὴν ἀξίωσιν ἀποπέμπονται φάσκοντες· "οὐκ ἂν μεταβολὴν τῆς αἱρέσεως ὁ Γερμανὸς ποιήσηται πώποτε, οὔτε μεταθήσοι τὸ δόγμα διὰ τὸ ἐς ἄγαν ἐμπαθῶς διακεῖσθαι 8..16 περὶ τὴν τῶν λεγομένων Βενέτων προσπάθειαν." οὕτω μὲν οὖν οἱ Πράσινοι τοῦ Γερμανοῦ τὰς ἐλπίδας ὠβέλισαν· ἐπεὶ δὲ ὁ Γερμναὸς διητύχησε τοῦ βουλήματος, πρὸς τὴν τοῦ τυράννου μετεχώρησεν εὔνοιαν, καὶ προσκυνεῖ πρὸς ὃν ἡ τύχη ὡς ἔπος εἰπεῖν μεταβέβηκεν. 8.10.1 Οἱ δὲ Πράσινοι εἰς τὸ λεγόμενον ῾Ρήγιον γίνονται καὶ ταῖς εὐφημίαις τὸν τύραννον μεγαλύνουσι καὶ πείθουσιν ἐν τῷ λεγομένῳ ῾Εβδόμῳ (τόπος δὲ οὗτος τοῦ ἄστεος ἀπὸ 8.10.2 σημείων ἑπτὰ) τὸν Φωκᾶν ἀφικέσθαι. κατ' αὐτὴν τὴν ἡμέραν ὁ τύραννος τὸν ἀσηκρῆτις Θεόδωρον, τῶν βασιλικῶν ταχυγράφων ἄνδρα ἐπίσημον, ἐν τῇ λεγομένῃ ἐκκλησίᾳ μεγάλῃ ἐκπέπομφεν, ὅπως οἱ Βυζάντιοι λαοὶ τὸν ἱεράρχην τήν τε 8.10.3 σύγκλητον ἀναλαβόμενοι ὡς αὐτὸν παραγένωνται. ὁ μὲν οὖν Θεόδωρος ἀφικόμενος ἐπὶ τὸ μέγα τέμενος τῆς πόλεως τὸ ὑπὸ ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος ἱδρυμένον, ἀνεὶς ἐπὶ τῶν βημάτων τῶν ὑψηλῶν (ἄμβωνα ταῦτα τὰ πλήθη ἀποκαλεῖ) τὸ τοῦ τυράννου πρόσταγμα τῷ λαῷ μεταδίδωσιν. 8.10.4 πάντων τοιγαροῦν γενομένων πρὸς τὸν Καλυδώνιον τύραννον, τὸν τῆς σώφρονος ἁλουργίδος ἀσελγέστατον Κένταυρον (πρέπει γὰρ οὕτω τὸν Φωκᾶν ὀνομάζεσθαι), ἔδοξεν ὁ μιξοβάρβαρος τύραννος κατειρωνευόμενος Γερμανὸν ἀναγορεύειν ἐθέλειν. 8.10.5 τῶν τοίνυν δήμων κατευφημούντων τὸν τύραννον, καὶ πάντων τῆς μεταβολῆς γλιχομένων, ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαιμονίας ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα 8.10.6 καὶ ἐπίσημα τῶν ῾Ρωμαίων ὡς ἔπος εἰπεῖν ἀτυχήματα. περιβάλλεται τοίνυν τὸν βασίλειον στέφανον ὁ παλαμναῖος ἐκεῖνος ἀνὴρ ἐν τῷ νεῷ τοῦ προφήτου καὶ βαπτιστοῦ ᾿Ιωάννου. τῇ δὲ ὑστεραίᾳ ἐπιβαίνει τῆς πόλεως ἐφιζάνων ἁρμαμάξης 8.10.7 βασιλικῆς. οὕτω μὲν οὖν ἐπιφανῆ καὶ περίδοξον τὴν εἴσοδον ἐπὶ τὰ βασίλεια τεθρίππῳ λευκῇ ὁ τύραννος ἐποιήσατο καὶ οἷα νεφέλην χρυσῆν ὑετίζουσαν τῶν βασιλικῶν θησαυρῶν 8.10.8 ἐκπομπὴν τοῖς ἐντυγχάνουσι κατομβρίσατο. πολλοὶ δὲ παρὰ τῶν δήμων κρότοι εὐχαί τε καὶ εὐφημίαι τοῖς ὠσὶ τοῦ τυράννου περιεκέχυντο. ἐπεὶ δ' εἰσήρρησεν εἰς τὰ βασίλεια, πανηγυρίζει τὰ πλήθη ἱππικοῖς ἀγῶσι τὴν δυστυχῆ ταύτην ἀναγόρευσιν ἑορτάζοντα. τῇ δ' ὑστεραίᾳ ἐπιβατήρια τῶν σκήπτρων τοῖς 8.10. στρατεύμασι δῶρα παρείχετο. ὑπῆν δὲ τῷ τυράννῳ καὶ γύναιον (Λεοντία ὄνομα αὐτῇ)· ταύτῃ στέφανον βασίλειον περιτίθησιν. ἐπεὶ δὲ καὶ πομπαῖς εἴθισται τοῖς αὐτοκράτορσι τὰς ὁμοζύγους ἀναγορεύειν, ἐπιφανῶς τιμήσας τὸ ἔθος ὁ τύραννος 8.10.10 τὴν Λεοντίαν βασίλειαν ἠξίου θριαμβεύειν. γίνεται τοίνυν κατὰ ταύτην τὴν ἡμέραν τοῖς δημοτικοῖς περὶ τῆς στάσεως ἅμιλλα. ἦν γὰρ αὐτοῖς ἡ περὶ τῶν τόπων θέσις ἐπίμαχος· τῶν <γὰρ> Πρασίνων ἐθελόντων ἐν τῷ λεγομένῳ ᾿Αμπελίῳ (προαύλιον δὲ τοῦτο τῆς βασιλέως οἰκίας) τὴν στάσιν ποιήσασθαι καὶ τὴν βασιλίδα τοῖς εἰωθόσι κρότοις ὑμνεῖν, ὁ τῶν Βενέτων δῆμος ἀντέλεγεν· ἔδοξε γὰρ αὐτοῖς ἄηθες τοῦτο 8.10.11 πεφυκέναι καὶ ξένον. μεγίστου τοιγαροῦν γενομένου ταράχου, τὸν ᾿Αλέξανδρον εἰσπέμπει ὁ τύραννος κατευνάσαι τῶν ἀμφισβητουμένων τὴν ἔριν. ἦν δ' οὗτος ὁ ᾿Αλέξανδρος ἀνὴρ πονηρός, τῶν καταστασιασάντων Μαυρικίου τοῦ αὐτοκράτορος 8.10.12 λίαν ἐπίσημος. ὁ μὲν οὖν Κοσμᾶς, ὁ τὴν δημαρχικὴν περικείμενος ἐπιστασίαν, ᾿Αλεξάνδρου τοῖς λόγοις ἀντέτεινεν. ὁ δ' ᾿Αλέξανδρος γαῦρον καὶ τυραννικὸν