1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

78

ἧκον παρὰ τὸν βασιλέα αἰσίων 5..2 ἀφηγημάτων ἔχοντες διαγόρευσιν. ὁ μὲν οὖν τὰ ἐπὶ τῆς Βαβυλωνίας πραχθέντα διαγνοὺς τῷ Μεβόδῃ τήν τε σκευὴν τὴν βασίλειον τὴν ἀπὸ τῆς Κτησιφῶντος δεδεγμένος σταλεῖσαν αὐτῷ, ἐπὶ τοῖς κατωρθωμένοις ἐναβρυνόμενος μεθ' ἱλαρίας Ναρσῇ τε καὶ ταῖς ῾Ρωμαίων δυνάμεσιν ἐστηλίτευε τὴν ἐπί-5..3 τευξιν. ἡμέρα δὲ πέμπτη, καὶ τρισὶ τὸ ῾Ρωμαϊκὸν χρησάμενον χάραξι τοῖς περὶ τὸν ᾿Ιωάννην κοινοῦται συντάγμασιν. αἱ μὲν οὖν δυνάμεις ἐς κοινὸν συνελθοῦσαι μεγίστης τινὸς εὐρωστίας ἀμοιβαίως σφίσιν αὐταῖς ἐδίδοσάν τε καὶ ἀντε5..4 λάμβανον. λέγεται δὲ τὸν μὲν Χοσρόην ἅμα τῷ συμμαχικῷ τῶν ἑξήκοντα περαιτέρω ἐπιφέρεσθαι χιλιάδας μαχίμων, τὸν δὲ Βαρὰμ τεσσαράκοντα χιλιάσιν ὁπλιτικοῦ καττύειν τὸν 5..5 πόλεμον. καὶ δὴ ὁ Βαρὰμ κλέψαι διενοεῖτο τὸν πόλεμον ἐνάλλεσθαί τε νυκτὸς κατὰ τῆς τῶν ῾Ρωμαίων δυνάμεως. τῆς τοίνυν δυσφορίας τῶν τόπων κωλύμην τῇ ἐπιβουλῇ παρασχομένης, ἡλίου ἀνίσχοντος κατάδηλος ῾Ρωμαίοις ἐγίνετο, 5..6 ὅ τε δόλος ἐς τὸ φανερὸν ὑπεξήγετο. τρίτῃ δὲ ἕῳ, καὶ οἱ μὲν ἀμφὶ τὸν Βαρὰμ πολεμησείοντες μετὰ βοῆς τε καὶ θορύβου ἐπῄεσαν, τὸ δὲ ῾Ρωμαϊκὸν ἡσυχίας εὐκοσμίᾳ καὶ τοῦ θρύλου ἀμέτοχον διιθύνετο πρὸς παράταξιν. τῷ τε Βινδόῃ καὶ Σαράμῃ τοῖς στρατηγοῖς ὁ Ναρσῆς ἐχαλέπαινεν οὐχ οἵοις τε οὖσι τὰς περὶ αὐτοὺς δυνάμεις τῶν βαρβάρων 5..7 κατευνάζειν πρὸς τὸ τῆς ἠρεμίας ἀθόλωτον. τοίνυν μετεδίδοσαν καὶ τῆς ἑαυτῶν εὐκοσμίας ταῖς συμμαχούσαις τῶν βαρβάρων οἱ ῾Ρωμαῖοι δυνάμεσι καὶ πείθουσι διακοσμῆσαι τάξει τὴν ἔκταξιν τῆς τε ἀλόγου ἀποσχέσθαι κλαγγῆς. 5..8 τριττοῖς τοιγαροῦν τὸ ῾Ρωμαϊκὸν στίφεσι συνετέτακτο, καὶ τὸ μὲν μέσον ὁ Χοσρόης ὅ τε Ναρσῆς περιεβάλλετο κέρας, τὸ δεξιόν τε Μεβόδης καὶ Σαράμης οἱ Πέρσαι, τῆς Μηδικῆς ἐξηγούμενοι φάλαγγος, τὸ δὲ ἕτερον ᾿Ιωάννης ὁ στρατηγός, τῆς τῶν ᾿Αρμενίων πληθύος ἐπιστατῶν. οὕτω δήπου καὶ τὸ ἀντίπαλον ἀντετέτακτο καὶ τρισὶ συντάγμασι ταύτῃ διεκό5.. σμησεν. τὸ μὲν οὖν ῾Ρωμαϊκὸν σφαδάζον τῇ γνώμῃ ἀκατάσχετον ἦν ταῖς ὁρμαῖς, τὸ δὲ ἀντίπαλον τῷ σθένει καὶ τῷ πλήθει καὶ τῇ τάξει τῶν ῾Ρωμαίων καταπληττόμενον ἐπ' ὄρους ἀνάβασιν ἀνετέτραπτο. διά τοι τοῦτο πεντακόσιοι τῆς περὶ τὸν Βαρὰμ συμμορίας τὰ ὅπλα καταθέντες 5..10 προσχωροῦσι ῾Ρωμαίοις. ὁ μὲν οὖν Χοσρόης ἄκων πεφυκὼς τῷ ἐγχειρήματι πρὸς τὸ ἄναντες παροτρύνει ῾Ρωμαίους χωρεῖν. ῾Ρωμαῖοι δὲ τοῦτο δὴ τοῦτο τοῖς τῆς ἀβουλίας κόλποις ἐναποθέμενοι, ὡς εἶχον συνέσεως, τῆς τακτικῆς ἁρμονίας ἔξω που μὴ διαθέοντες, δι' ἑτέρων ἀνεβάλλοντο πρὸς τὰ ὑψηλὰ 5..11 τοῦ ὄρους χωρεῖν. οἱ δὲ βάρβαροι καταναγκασθέντες ὑπὸ τοῦ σφῶν αὐτῶν βασιλέως τῶν ἀλόγων κινδύνων ἐφήπτοντο, καὶ τοῦ ὄρους ἐπιβαίνειν θαρρήσαντες ὑπὸ τῶν ἀντιπάλων καρτερῶς ἐξωθοῦντο. καὶ ἦν ἂν θάνατος μέγιστος ζημία τῷ ἐγχειρήματι, εἰ μὴ ῾Ρωμαῖοι τῆς διώξεως τοὺς βαρβάρους 5..12 ἀπέπαυσαν, ἀντιμέτωπον αὐτοῖς ἐκταξάμενοι. ἡλίου δὲ δὴ πρὸς δυσμὰς κεκλικότος, ὁ μὲν Βαράμης ἅμα τῇ συμμάχῳ δυνάμει ὡς τὸν χάρακα ἐπανέρχεται ἐπὶ τοῖς οὕτω πραχθεῖσι ψυχαγωγούμενος, τὸ δὲ ῾Ρωμαϊκὸν ἐπὶ τὴν τάφρον γενόμενον τῆς ἀβουλίας κατηγόρει Χοσρόου. 5.10.1 ᾿Επεὶ δὲ ὁ Βαρὰμ διεγνώκει τὸ ῾Ρωμαϊκὸν ἔχον λίαν ὀξυπαθῶς ἐπὶ τοῖς ἔναγχος ὑπὸ Χοσρόου παρεστρατηγημένοις αὐτοῖς, τῆς τε συμπλοκῆς ἐφιεμένοις ἀκρότατα, ὄρθριος γενόμενος λύει τὸν χάρακα καὶ ἐκκλίνει πρὸς τὰ 5.10.2 δύσχωρά τε καὶ ἀνάντη καὶ ἄφιππα. γίνονται γοῦν μετὰ τοῦτο ἐς τὸ πλησίον πεδίον καθειμένον, ἔνθα καὶ τὸ Κάνζακον καθίδρυται πόλισμα, μεταστρατοπεδευσάμενός τε καὶ ὁ Βαρὰμ ἐντεῦθεν ἐφ' ἕτερα τὰς δυνάμεις μετέβαλλεν, ἐκλύ5.10.3 τους ἐντεῦθεν τῶν ῾Ρωμαίων τὰς ὁρμὰς τεκταινόμενος. οἱ δὲ ῾Ρωμαῖοι τὴν μεταχώρησιν τοῦ Βαρὰμ ἐγνωκότες συντόνῳ πορείᾳ ἄγχιστά που τῶν πολεμίων στρατοπεδεύονται. εἶτα προσβάλλουσι ποταμῷ τῷ Βλαράθῳ, ἔνθα τὴν νύκτα ἐναυλι5.10.4 σάμενοι ἡμέρας ἀφικομένης πεδίῳ εὐρεῖ προσωμίλησαν. οἱ μὲν οὖν στρατηγοὶ τῶν ῾Ρωμαίων