1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

12

αὐτῷ καὶ Κομεντίολον, ἄνδρα τῶν σωματοφυλάκων τοῦ βασιλέως ὑπερφερόμενον, ὃν σκρίβωνα τῇ Λατινίδι φωνῇ ῾Ρωμαῖοι κατονομάζουσιν. ἧκον γοῦν ἄμφω παρὰ τὸν Χαγάνον ἐπὶ τὴν ᾿Αγχίαλον καὶ περὶ σπονδῶν 1.4.8 ἠξίουν ὡς προσετάχθησαν. τοῦ δὲ μὴ μετριοπαθοῦντος ἐπὶ τοῖς ἀδικήμασιν, ἀλλὰ καὶ προσαπειλοῦντος αὐθαδικώτερον τὰ λεγόμενα τείχη καθαιρήσειν Μακρά, καὶ τοῦ μὲν ᾿Ελπιδίου ὑποχαλῶντος τοῖς λόγοις καὶ μηδὲ οὑτωσὶ θεραπεύοντος οἰδαινό1.4. μενον φρύαγμα, Κομεντίολος μεγαλοφρόνως τὴν τῆς γλώττης εὐγένειαν ἐπεδείκνυτο τήν τε ῾Ρωμαϊκὴν ἐλευθερίαν δίκην σώφρονος δεσποίνης τινὸς ἄχραντον θαλαμεύων καὶ μὴ διαφθείρων μοιχικαῖς κολακείαις, τῶν ἀξιολογωτέρων τῶν ᾿Αβάρων ἅμα τῷ Χαγάνῳ παρόντων, τοῖσδε προσεχρήσατο ῥήμασιν. 1.5.1 "᾿Εδόκουν σε ῾Ρωμαῖοι, Χαγάνε, τούς τε πατρῴους θρησκεύειν θεοὺς καὶ τοὺς ἅλας τῶν ὅρκων αἰσχύνεσθαι καὶ δεξιὰς καὶ συνθήκας μηδαμῶς ἀποσείεσθαι, μηδὲ τὸν τῆς εἰρήνης ἄξονα διὰ σοῦ καταβάλλεσθαι, οὐ μὴν ἀλλὰ καὶ δώρων βασιλικῶν μεμνῆσθαι πολλῶν καὶ φιλοφροσύνης ῾Ρωμαϊκῆς, καὶ τῆς περὶ τοὺς σοὺς προγόνους εὐεργείας, ταὐτὸν δὲ φιλοξενίας εἰπεῖν, ἐπιλήσμονα μὴ γεγενῆσθαί ποτε, μήτε δ' ἑτέρων τῶν ὑπὸ σοῦ τεταγμένων ἀδικούντων ῾Ρωμαίους 1.5.2 ἀνέχεσθαι· πρέπει γὰρ τοὺς ἡγεμόνας σωφρονεστέρους τῶν ὑπηκόων καὶ εἶναι καὶ ὀνομάζεσθαι, ἵνα ὅσον τῷ κράτει 1.5.3 ὑπερέχωσιν, τοσοῦτον καὶ τῇ ἀρετῇ διενέγκωσιν. τοιγαροῦν διὰ τὴν ἐκ τῆς εἰρήνης εὔνοιαν ἀμνημονοῦσι ῾Ρωμαῖοι τῶν ὑπὸ σοῦ προϋπηργμένων δεινῶν καὶ πολλῶν ἀδικημάτων γεγόνασιν ἐπιλήσμονες, καὶ φιλανθρωπίᾳ πάντων τῶν ἐθνῶν διαφέροντες οὐ πρὸς ὄρεξιν ἀντιλυπήσεως κεκινήκασιν ὅπλα· 1.5.4 τὴν γὰρ ἐς ὕστερον ἠρεμίαν τῶν ἔμπροσθεν ἀδικημάτων νεανικώτερον ἐγχειρηθέντων περὶ πολλοῦ ἐπεποίηντο, χαίρειν 1.5.5 φράσαντες ταῖς ἀντιδόσεσιν. ἐπεὶ δὲ πάντα σοι παρῶπται τὰ πρὸς καλοκαγαθίαν ὁρῶντα, καὶ δίκης ὄμμα τυφλόν, καὶ πόδες προνοίας χωλεύουσιν ἀμοιβὴν ἀξίαν τοῖς βεβιωμένοις ἀντιμετρεῖν οὐ δυνάμενοι, θεὸς δέ σοι τὸ βούλημα ὅποι καὶ θέλει φερόμενον, οὐκ ἐπιλήσονται ῾Ρωμαῖοι τῆς ἑαυτῶν ἀρετῆς, ἀλλὰ καὶ μέγιστον κομιδῇ κατὰ σοῦ συστήσονται 1.5.6 πόλεμον, καὶ φόνον πολὺν χειρουργήσουσιν. προσηνέστερος γὰρ αὐτοῖς τῆς εἰρήνης ὁ πόλεμος, ὅτε μὴ τὴν ἡσυχίαν ἀσπάσοιτο τὸ πολέμιον. τί γὰρ ῾Ρωμαίων τῶν πώποτε γῆς εὐκλεέστερον ὑπὲρ ἐλευθερίας ἀθλούντων καὶ δόξης καὶ πατρίδος καὶ παίδων; εἰ γὰρ ὄρνισιν εὐτελεστάτοις τισὶν ὑπὲρ τοῦ μὴ ἡττηθῆναι ἑκάτερον μήτε εἶξαι θατέρῳ τὸν ἕτερον πόλεμος καρτερὸς καὶ μαινόλις ἔστι παράταξις, τί δῆτα ἀνθρώπους οἴει καὶ ῾Ρωμαίους, ἔθνος τε μαχιμώτατον καὶ βασιλείαν ὀνομαστοτάτην; ἧς οὐ ῥᾴδιον κατα1.5.7 φρονεῖν, εἰ μή γε μόνον αὐταῖς ταῖς ἐνάρξεσιν. μὴ τοίνυν μεγαλαύχει ἐπὶ τοῖς κακῶς διατεθεῖσι καὶ ἀπίστως τὸ τήμερον· ἐπὶ γὰρ τοῖς κατωρθωμένοις τὸ μέγα φρονεῖν ἴσως ἐπαινετόν· τὸ δ' ἐπὶ κακίᾳ βρενθύεσθαι ἐν ὕβρεως μοίρᾳ, 1.5.8 οὐκ ἐν εὐκλείᾳ προσήκει χαρακτηρίζεσθαι. μεγάλα σοι τὰ πρὸ μικροῦ τῆς ἀγνωμοσύνης ἀνδραγαθήματα· ἀλλὰ μεγίστη καὶ τῶν ῾Ρωμαίων ἡ δύναμις, ἥ τε τοῦ Καίσαρος ἐπιμέλεια, καὶ τῶν ὑποφόρων ἐθνῶν τὸ ἐπίκουρον, ἥ τε τῶν χρημάτων ῥοπή, τό τε τῆς θρησκείας παρὰ πάντα τὰ τῆς οἰκουμένης 1.5. ἔθνη εὐσεβέστατον καὶ διὰ τοῦτο καὶ δυνατώτατον. οἷς ἀντιστρατεύειν μόνον ἠθέλησας, τοῦ δὲ ὅπως ἂν εἴη ἠμέλησας. ποίους δὲ καὶ παρὰ τοῖς ὁμόροις ἔθνεσιν εὐδοξίας χαρακτῆρας ἀποίσῃ, ῾Ρωμαίους ἀγνωμονῶν; ἢ τί σοι λοιπὸν 1.5.10 ἐνέχυρον πίστεως καταλέλειπται; οἱ σοὶ παρὰ σοῦ παροινοῦνται θεοί· ὅρκοι βιάζονται, σπονδαὶ καταλέλυνται, εὐεργέται πάσχουσι κακῶς ὑπὸ σοῦ· οὐ πείθουσι δῶρα δύναμιν αἰδέσιμον ἔχοντα. ἔασον ἡμᾶς ἠρεμεῖν. μὴ τὴν σὴν εὐκαιρίαν πρὸς κακὴν ἀδολεσχίαν μετάβαλλε, καὶ τοὺς μηδὲν ἠδικηκότας, μόνον δὲ διὰ τὸ γείτονας εἶναι, λυμαίνειν πειρώμενος. 1.5.11 αἰδέσθητι πρὸ τῆς σῆς κορυφῆς τὸ ῾Ρωμαϊκὸν τουτὶ καὶ ἡμέτερον ἔδαφος· τοῦτό σοι σωτήριον