1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

121

κεκτημένος τόλμην ὕβρεσιν ἔβαλλε τὸν Κοσμᾶν, εἶτα καὶ χεῖρας ἐπὶ τὸ στέρνον ἐπιβαλὼν τοῦτον ἐξώθησεν· ὁ δὲ Κοσμᾶς ὑπὸ τῆς ὠθήσεως ἀνατρέπεται. 8.10.13 ἐπὶ τούτοις οἱ Βένετοι χαλεπαίνοντες κατὰ τοῦ ᾿Αλεξάνδρου ἐξώθουν δημώδεις βοάς. ἃ δ' εἶπον ἐκεῖνα ταῦτά ἐστιν· καλὸν γὰρ καὶ τῆς ἰδιώτιδος φωνῆς μνήμην ποιήσασθαι· "ὕπαγε, μάθε τὴν κατάστασιν· ὁ Μαυρίκιος οὐκ ἀπέθανεν." 8.11.1 ὁ δὲ τύραννος τούτων ἀκηκοὼς ἀποπαύει τὰ πλήθη καθυλακτοῦντα περὶ τῶν μὴ καιρίων, τῇ δ' ἐπαύριον πρὸς τὸν φόνον τοῦ αὐτοκράτορος ἐκβακχεύεται. τοιγαροῦν ὁ Μαυρίκιος τῷ μεταμέλῳ φιλοσοφήσας τὸν κίνδυνον τὸν δακτύλιον πέμπει Θεοδοσίῳ τῷ παιδὶ ἐπιβεβηκότι Νικαίας τῆς πόλεως ἀναζεῦξαί 8.11.2 τε πρὸς αὐτὸν θᾶττον προσέταξεν. οὕτω μὲν οὖν Θεοδόσιος γεγονὼς πειθήνιος τῷ πατρὶ πρὸς τὰς συμφορὰς ηὐτομόλησε καὶ φιλυπόστροφος γεγονὼς πρὸς ἀποσφαγὴν παραγίνεται. τοίνυν ὁ τύραννος στρατιώτας ἐκπέμψας ἐς τὸ ἀντιπέραν τῆς βασιλίδος τῶν πόλεων, ἐν ᾗ καὶ ἡ Χαλκηδόνος πόλις καθίδρυται, ἀναιρεῖ τὸν Μαυρίκιον εἰς τὸν λεγόμενον Εὐτρο8.11.3 πίου λιμένα. προαναιροῦνται τοιγαροῦν ἐπ' ὄψεσι τοῦ βασιλέως οἱ παῖδες οἱ ἄρρενες, ἐντεῦθεν τῷ τῆς φύσεως ξίφει τῷ φόνῳ τῶν παίδων προκολάζοντες οἱ φονευταὶ τὸν Μαυρίκιον. ὁ μὲν οὖν Μαυρίκιος φιλοσοφῶν τὸ δυστύχημα τὸν ἐπὶ πάντων ἀνεκαλεῖτο θεὸν καὶ πυκνότερον ἐπεφθέγγετο· 8.11.4 "δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου." γίνεται γοῦν καὐτὸς παρανάλωμα ξίφους ἀποτομὴν τῆς κεφαλῆς ὑποστάς, ἐπιτάφιον ὥσπερ τῶν τέκνων τὴν ἐς ὕστερον ἑαυτοῦ ἀναίρεσιν κληρωσάμενος, προεπιδειξάμενος τὴν ἀρετὴν ἐν τῷ 8.11.5 μεγέθει τῆς συμφορᾶς. τῆς γὰρ τιθήνης ὑποκλεψάσης ἕν τι τῶν βασιλικῶν μειρακίων καὶ πρὸς ἀποσφαγὴν τὸ ἑαυτῆς ὑπομάζιον παραδούσης, κηρύττει λόγος ἀληθὴς Μαυρίκιον τὸ ἀπόρρητον ἐξειπεῖν τοῖς φονεύουσι καταμηνῦσαί τε τὴν ἀποκρυβὴν τοῦ παιδός, καὶ μὴ δίκαιον εἶναι κατισχυρίζεσθαι τὸν φόνον παρανοθεύεσθαι τῇ ὑποκλοπῇ τοῦ υἱοῦ. 8.11.6 οὕτω μὲν οὖν ὁ βασιλεὺς καὶ νόμων φύσεως ὑψηλότερος γεγονὼς ὑπαλλάττει τὸν βίον. λέγεται δὲ τὸν βασιλέα Μαυρίκιον πρό τινων τῆς ἀναιρέσεως χρόνων ἐν τοῖς σεβασμιωτέροις τῆς οἰκουμένης ναοῖς ἐν γράμμασι καθικετεῦσαι τὸν ἕνα τῆς ὑπερκοσμίου τριάδος Χριστὸν κύριον τὰς ἀντιδόσεις τῶν βεβιωμένων κατὰ τοῦτον δῆτα τὸν θνητὸν καὶ ἐπίκηρον κόσμον ἀπολαβεῖν. 8.11.7 Οὐ παρήσομεν δὲ καὶ τὰ περὶ τῆς λεγομένης αὐτοῦ διαθήκης ταῖς ἱστορίαις συντάξασθαι. κατὰ γὰρ τὴν ἔναρξιν τῆς βασιλείας ῾Ηρακλείου τοῦ αὐτοκράτορος χάρτης σφραγῖσιν ἐνειλημένος εὑρέθη Μαυρικίου τοῦ αὐτοκράτορος, ἐν ᾧ ἐτύγχανεν ὢν διαθέμενος ἅπερ ἦν αὐτῷ μελετήματα μετὰ 8.11.8 τὴν ἀποβίωσιν προελθεῖν. νόσῳ γὰρ χαλεπῇ περιπεπτωκὼς ὁ Μαυρίκιος τῷ πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς αὐτοκρατορικῆς 8.11. ἐξουσίας ἐν γράμμασι διετύπου τὸ κράτος. τὸν μὲν Θεοδόσιον τὸν πρεσβύτερον παῖδα τῆς Κωνσταντινουπόλεως κύριον καταστήσας τὰς ἑῴας φροντίδας αὐτῷ περιτίθησιν· τὸν δὲ Τιβέριον τῆς πρεσβύτιδος ῾Ρώμης βασιλέα διέθετο τήν τε ᾿Ιταλίαν καὶ τὰς περὶ τὸ Τυρρηνικὸν πέλαγος νήσους τούτῳ 8.11.10 ἀπέδοτο· τὰ δ' ἄλλα τῆς ῾Ρωμαίων πολιτείας τοῖς ἑτέροις παισὶ κατετεμαχίσατο, κηδεμόνα τῆς ἀώρου τῶν παίδων ἡλικίας ∆ομετιανὸν προστησάμενος, ὃς πρὸς γένος τῷ Μαυ8.11.11 ρικίῳ συνήπτετο. οὗτος τῆς ἐπιφανοῦς τῶν Μελιτηνῶν ἐκκλησίας τὴν ἀρχιερατικὴν τιμὴν ἐπεφέρετο, ἀνὴρ δεξιὸς τὴν πρᾶξιν, δεξιώτερος τὴν προαίρεσιν· καὶ οὖν μεγαλονοίᾳ συνέσεως τῆς ῾Ρωμαίων πολιτείας τὰς ἐπισημοτέρας τῶν πρά8.11.12 ξεων ὑπὸ τοῦ αὐτοκράτορος ἐπεπίστευτο. περὶ μὲν οὖν τῆς ἀρετῆς τοῦ ἀνδρὸς οὐ τοῦ παρόντος καιροῦ τελεώτερον τὸν λόγον τεκταίνεσθαι· ἵνα δὲ μὴ τὸν περὶ τούτου λόγον παχύνοντες τοῖς καιριωτέροις τῶν ἀφηγημάτων ἀπρόσφορον τὴν ἀναβολὴν περιβάλωμεν, ἐπὶ τὰ προσεχῆ τῆς διηγήσεως φέρε τὴν συγγραφὴν οἰακίσωμεν. 8.12.1 Τὰ μὲν οὖν σώματα