1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

26

ἐκ πυθμένων αὐτῶν τῆς συμμύστιδος γῆς ἐπὶ δούλιον ἦμαρ, ἵνα τὴν ἐκείνων τραγῳδίαν τραγικώτερον ἀφηγήσωμαι. 2.7.6 ᾿Αλλ' ὅτε ῾Ρωμαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντες τὰ ὑπο-χθόνια, καὶ τὴν ἐχθίστην τύχην οὐκ ἀπέδρα τὸ βάρβαρον, στρατοπεδεύουσι λοιπὸν ἀμφὶ τὸ φρούριον τὸ Χλομαρῶν. τῇ δ' ἐπιούσῃ ἄνδρες αὐτοματίζουσι δύο ἀδελφοὶ τὸ γένος, 2.7.7 ἀδελφοὶ τὴν προαίρεσιν. καὶ τῷ μὲν ἑνὶ ὄνομα Μαρουθᾶς, τῷ δ' ἑτέρῳ ᾿Ιώβιος· ἄμφω δὲ ἤστην ἡγεμόνε τῆς ᾿Αρζανηνῆς. ἐπεὶ δ' ηὐτομόλησαν καὶ τῆς τοῦ στρατηγοῦ μεθ' ἱλαρίας θέας ἠξίωντο, τὰ τῆς εὐνοίας λοιπὸν ἦν αὐτοῖς περισπού2.7.8 δαστα. τοίνυν ἐπεὶ ἐν τοῖς πολλοῖς τῆς πράξεως ὁ λόγος ἐστὶ πρεσβύτερος, εὐγνώμοσι πρῶτόν τισιν ὁμιλήμασι τὸν στρατηγὸν ὥσπερ ὑπέσαινον, καὶ ταῦτα δὴ ἐκεῖνα τὰ 2.7. τῆς εὐνοίας ῥήματα ἦν· "εἰ βούλοιο, στρατηγέ, ῾Ρωμαίους τὴν ᾿Αρζανηνὴν ἐπικτήσασθαι, χώρους τινὰς ἡμεῖς ὑποδείξομεν οὐχ ἥκιστα ἀσύλους διὰ τὸ ἕρμα τοῦ ἐχυρώματος. δείμασθαι φρούρια ὁ τῆς εὐβουλίας ἐγκελεύεται τρόπος." τοιαῦτα ἦν τὰ πρῶτα τῆς τῶν βαρβάρων πρὸς τὸν στρα2.7.10 τηγὸν διαλέξεως. οὐκ ἄπο δὲ καὶ τῆς τοῦ ἡγεμόνος διανοίας τὰ ῥήματα· ἐγλίχετο γὰρ ὁ τὸ ῾Ρωμαϊκὸν ἰθύνων στρατόπεδον τοιούτων δή τινων ἐπιτεύξασθαι χώρων· τέως δὲ διὰ τὴν ἀπορίαν τῇ τῆς γνώσεως ἀναβολῇ τὴν ἐπι2.7.11 βολὴν ἐβιάζετο. ὁπηνίκα γοῦν ὁ στρατηγὸς τῶν τοιούτων ἀκροαμάτων μετείληφεν, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχὼν μετά τινος προθυμίας συντόνου τὸν ὑποστράτηγον ἀποπέμπει ῾Ηράκλειον, συναποστείλας αὐτῷ καὶ τοὺς ἑρμηνέας τοῦ ἐχυρώματος. 2.8.1 ῾Ο μὲν οὖν ᾤχετο ἀπιών· ὁ δὲ Καρδαριγὰν τοῖς ῾Ρωμαίοις ἐπῄει, στρατεύσας πλήθη οὐ μαχίμων ἀλλ' ἰδιώτας ἄνδρας ἐνυαλίου ἠχήματος, ναὶ δῆτα καὶ ὑποζυγίων καὶ καμήλων πληθὺν συλλεξάμενος ἐς τὸ πρόσω ἐχώρει. καὶ κόμπος τις ἦν ἀληθείας χηρεύων, τῶν μὴ οὕτως ἐχόντων πραγμάτων συσκίασμα, ὥσπερ ἐπὶ σκηνῆς φενάκῃ τινὶ συν2.8.2 τεθὲν τερατούργημα. συντυγχάνει τοιγαροῦν τοῖς ἀμφὶ τὸν ῾Ηράκλειον ἐπὶ κατασκοπῇ τῶν χώρων ποιουμένοις τὴν πρόοδον. 2.8.3 εἴκοσι δ' ἄνδρες ῾Ηρακλείῳ συνείποντο. οὐκ ἐσιδηροφόρουν δὲ τῇ ἀμαθίᾳ τοῦ μέλλοντος. οὐ κράνος τὴν κεφαλὴν διεφύλαττεν, οὐ θώραξ τὸ περιστέρνιον, σιδήρῳ ἀντίμαχος σίδηρος, ἕρκος σωμάτων συμβαδίζον τῷ περιφρουρουμένῳ καὶ συνεπόμενον. ἐξεθήλυνε γὰρ αὐτοὺς τὸ εὐδόκιμον· οὐ γὰρ νίκη ἐπίσταται ἐπὶ τῆς αὐτῆς στερρότητος διαφυλάττειν 2.8.4 τὸν ἀριστεύσαντα. ὁ μὲν οὖν ῾Ηράκλειος ἐπόπτης γενόμενος τοῦ θεάματος τὸ τολμᾶν ὑπεκρίνετο καὶ τὴν <ἐς τὸ> πρόσω φορὰν κατεσχηματίζετο φέρεσθαι. ὅτε δὲ παρεγυμνοῦτο τὸ σόφισμα, τῶν πολεμίων παρεγγιζόντων καὶ μελλόντων σφίσιν αὐτοῖς ἀναμίγνυσθαι, πρόσεισι σὺν τοῖς ἀμφ' αὑτὸν ἐν 2.8.5 μετεώρῳ λόφῳ τινί. τοῦ δὲ δυσμενοῦς ὡς αὐτοὺς τὴν ὁρμὴν ἐπιβάλλοντος, πάλιν ἐπ' ἄλλον λόφον μετέβαινον, κἀπ' ἐκείνου αὖθις εἰς ἕτερον, καὶ ταῖς ὑπαλλαγαῖς τῶν μεταφοιτήσεων τὰς τῶν πολεμίων ἐπιβουλὰς διεκρούσαντο. καὶ νύκτωρ ὡς τὸν Φιλιππικὸν πέπομφεν ἄγγελον τὴν βαρβαρικὴν 2.8.6 ἐξαγορεύσαντα ἔφοδον. ὁπηνίκα δ' ὁ στρατηγὸς τουτονὶ τὸν ἀπόστολον ἐς τὴν ἑαυτοῦ σκηνὴν ἐσαράμενος τὸ βαρβαρικὸν ἠκηκόει ἐν τῇ ὑστεραίᾳ ἐπιτίθεσθαι μέλλειν, συναγείρει τὸ στράτευμα δεῦρο κἀκεῖσε περισχιζόμενον καὶ τὴν ᾿Αρζανηνὴν λυμαινόμενον, προστάξας περιλαλῆσαι τὸ ἀνακλητικὸν μέλος 2.8.7 τὴν σάλπιγγα. ἡ μὲν οὖν κατεκελάδει, οἱ δὲ μετὰ συντόνου σπουδῆς προσωμίλουν τῷ χάρακι. Ζαβέρτας δέ τις ἀνὴρ οὕτω τὴν προσηγορίαν περιαγόμενος (τῆς τοῦ Χλομαρῶν δ' ἄρα οὗτος διαφρουρᾶς τὰς φροντίδας ἀμπείχετο) τοῦ φρουρίου λάθρᾳ ὑπεξελθὼν ἀψοφητὶ οὐραγεῖ τῆς ῾Ρωμαίων δυνάμεως καὶ πρόσεισιν ἠρέμα τε καὶ βάδην, καὶ τοῦ ῾Ρωμαίων ἐκ πλαγίου μαχίμου γενόμενος ἀπέδρα καὶ τοῖς ἀμφὶ τὸν Καρ2.8.8 δαριγὰν ἀναμίγνυται. οὐκοῦν ὁ δραπέτης ὁ Πέρσης ποδηγεῖ τὸ ὁμόφυλον καὶ παράγει ἐς τὸ ἀντιμέτωπον τῆς ῾Ρωμαίων πληθύος, χωρίον τι ἀδεὲς ὑποδείξας ἐφόδων κωλύμην