1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

65

βασιλικῶς ἐκκλησίαν τρίτῃ συγκροτήσας ἡμέρᾳ ἐπιφανῶς προσκυνεῖται ὑπὸ τῶν πρέσβεων. σιωπῆς τοίνυν δαψιλευομένης τῷ συνεδρίῳ, καὶ τοῦ βασιλέως ἄδειαν λόγων ἐκθέσεως ἀποδεδωκότος τοῖς Πέρσαις, ὁ τῶν πρέσβεων ἐπιφανέστερος προπιαίνων τῷ δακρύῳ τὸν λόγον κἀντεῦθεν τοὺς βασιλικοὺς οἰκτειρμοὺς ἀποθηρώμενος τῶνδε τῶν λόγων ἀπήρξατο. 4.13.4 "Εἰ μὲν παρὰ τῶν προσφιλεστάτων ἦν ἡ ἀξίωσις, τρισμέγιστε βασιλεῦ, εἶχεν ἂν τὸ μὲν πρόσφορον ὁ καιρός, ὁ δὲ τρόπος τὸ εὔλογον, ὁ δὲ λόγος τὸ πείθειν, τὸ πάθος τὸν ἔλεον, τὴν πρόφασιν ἡ ὑπόθεσις, ἡ ἀνάγκη τὸ τῆς ἐπικουρίας ὀξύρροπον, τὸ δ' αἰδέσιμον ἡ πρεσβεία, καὶ ἁπλῶς εἰπεῖν, τοσούτους εἶχον τοὺς οἰκτειρμοὺς τὰ παθήματα, ὁπόσας καὶ 4.13.5 τὰς συμφορὰς ᾠκειώσατο. ἐπεὶ δὲ καὶ τούτων πάντων μετὰ τῶν ἄλλων ἡ Περσὶς διητύχησεν, λείπεται ἢ φιλανθρωπίαν ἐκ τῆς σῆς ἀρετῆς περιχεῖσθαι Χοσρόῃ, ἢ Μήδους ὑπὸ 4.13.6 τυράννων μεγάλην ἀρχὴν καταστρέψασθαι. φαίη δ' ἄν τις, εὖ οἶδα, τῶν μὴ συνέσεως μεμυημένων μυστήρια, λυσιτελεῖν τῇ ῾Ρωμαίων ἀρχῇ τὸ Βαβυλώνιον καὶ ἡμέτερον φῦλον μακρὰν οἰμώξειν ἐς κόρακας βασιλείαν καὶ κράτος καὶ ῥώμην μεγάλην ἀποβαλόμενον, καὶ ἀνανταγωνίστῳ ἡσυχίᾳ τινὶ τὸ ῾Ρωμαϊκὸν κράτος καταλιπαίνεσθαι, κακῶς εἰδὼς τὸ μὴ συνοῖσον τῇ 4.13.7 ῾Ρωμαίων δυνάμει. οὐ γὰρ τὰς ἀπείρους φροντίδας τῆς περὶ τὸν κόσμον συντάξεως μίαν που μοναρχίαν δυνατὸν ἐγκολπώσασθαι καὶ ἑνὶ πηδαλίῳ καρδίας ὅσην ἥλιος ἐφορᾷ διιθύνε4.13.8 σθαι κτίσιν. οὐ γὰρ καθάπερ τὸ ἑνιαῖον τῆς θείας καὶ πρώτης ἡγεμονίας ἔνεστι πώποτε καὶ τὴν γῆν ἀπενέγκασθαι ἀντιθέτως ἔχουσαν τῆς ἄνω ταξιαρχίας κατάστασιν, ὑπὸ ἀνθρώπων τὴν μὲν φύσιν ῥευστῶν, τὴν δὲ γνώμην ἀδοκιμωτάτων διὰ τὴν πρὸς τὸ χεῖρον σύννευσιν, ἄλλοτε ἄλλως 4.13. κυβερνωμένην πρὸς τὸ ἐπίσαλον. οὐκοῦν εἰ καὶ Πέρσαι τοῦ κράτους καθαιρεθείησαν, μεταβήσεται παραυτίκα πρὸς ἑτέρους τὸ κράτος· οὐ γὰρ ἀνέξεται χηρεύειν ἡγεμόνος τὰ πράγματα, ἢ ἡ τηλικαύτη τύχη τοῦ ἐπιβαίνοντος. ὡς γὰρ λογισμῶν οὐκ ἔσονται φροντίδες ἀπόκοιτοι, οὕτως οὐδ' αἱ μέγισται τῶν περὶ τὸν κόσμον ἡγεμονίαι ὀρφαναί που ἔσονται τοῦ 4.13.10 κυβερνήσοντος. ἢ οὐκ ἐκ Βαβυλωνίων Μῆδοι, ἐκ δὲ Μήδων οἱ Πέρσαι, μετὰ δὲ τούτους οἱ Πάρθοι ὥσπερ τινὶ ἀκολουθίᾳ διαδοχῆς τὴν Χαλδαίων εὐδαιμονίαν ἐκτήσαντο; ὅτι δ' οὐ μιᾷ τινι σύριγγι νόμιον μέλος πνεούσῃ οὐχ ἅπαν ἐποίει τὸ ποίμνιον, ποιμέσιν ὁμοῦ καὶ αἰπόλοις προὖπτον τοῦτο καθέστηκεν. τοιοῦτό τι καὶ τοῖς ἀνθρωπίνοις πράγμασι συμβαί4.13.11 νειν φιλεῖ. ἱκανὴ δὲ τεκμηριῶσαι Μακεδονικοῦ παιδαρίου τινὸς ἡ μαινόλις καὶ παράλογος ἔφεσις. τύχης γὰρ ᾿Αλέξανδρος ἄωρον γενόμενος παίγνιον καὶ μικρὰ παρ' αὐτῆς κατ' εἰρωνείαν ἱλαρυνόμενος Εὐρώπης κρατεῖν ἐβρενθύετο θαλαττοκρατεῖν ἐγχειρῶν, καὶ Βαβυλωνίων ἤρα σκήπτρων ἀντέχεσθαι, τοῦ τε ᾿Ινδικοῦ κράτους ἐγλίχετο, Λιβύην δὲ ὑπακούειν ἠπείλει, καὶ ἐς τοσοῦτον αὔξειν τὰ τῆς ἀρχῆς ἐβιάζετο, ἐς ὅσον μὲν χεῖται ἀήρ, ἡλίου δ' ὄψεις ταῖς βολαῖς 4.13.12 τῆς μαρμαρυγῆς καταυγάζουσιν. εἰς ἑνιαῖον τὸ κράτος καὶ μοναδικὸν τὸν ὑπὸ σελήνην κόσμον δουλαγωγεῖν κατωρέγετο. ἀλλὰ τούτου θᾶττον ἀπέσβη μετὰ τῆς ἐξουσίας ἡ ὄρεξις, καὶ πρὸς τὴν πολυτύραννον ὡς ἔπος εἰπεῖν ἡγεμονίαν διαιρούμενα πάλιν προσεχώρει τὰ πράγματα· οὐ πέφυκε γὰρ συμ4.13.13 φύεσθαι τοῖς ἀσυμφώνοις ποτὲ τὸ ὁμόλογον. εἰς τί τοιγαροῦν εὐδαιμονίας ῾Ρωμαίοις περισταίη τὰ πράγματα, Περσῶν μὲν καθαιρουμένων δυνάμεως, ἑτέρῳ δὲ παραπεμπόντων φύλῳ τὸ τύραννον; εὐδοξίας δὲ τίνα χαρακτῆρα τὸ ῾Ρωμαϊκὸν περιβάλλοιτο γένος, ἱκέτην ἀπαναινόμενον βασιλέα τῶν ἁπάν4.13.14 των γῆς ἐπιφανέστατόν τε καὶ ἀλκιμώτατον; ἢ ποίαν εὐσεβείας ἀκρόπολιν ἕξετε τοὺς ἠτυχηκότας ἐξουθενήσαντες; πότε δέ, βασιλεῦ, τοὺς ὑπὲρ δικαιοσύνης ἀγῶνας ἀράμενος ὅπλα κινήσεις πρὸς πόλεμον ταύτης που χηρεύων τῆς ὑποθέσεως; πότε δέ σοι τὸ τῆς θρησκείας κάλλος ὡραϊσθήσεται, εἰ μή