1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

56

ἀμύνοντος παντελῶς οὐδενός. οὗ δὴ γεγονότος, ἐς ἁρπαγὴν τῶν τοῦ στρατηγοῦ χρημάτων πάντες ἐτράποντο. ἧκε γοῦν πέμπτῃ ἡμέρᾳ ἀγγελία τῷ Περσῶν βασιλεῖ τούτων δὴ τῶν ἔναγχος συμβεβηκότων τῷ στρα4.3.3 τηγῷ. καταπλαγεὶς τοιγαροῦν ἐπὶ τῇ τῶν κακῶν ἐπιδόσει ῾Ορμίσδας ἀπῆρε τῆς Μηδίας, ἐν ᾗ τὰς διατριβὰς ἐπεποίητο, καὶ τῇ Κτησιφῶντι προσομιλεῖ, τάς τε περιλοίπους δυνάμεις ἀναλεξάμενος τῆς ἐς αὐτὸν περιφρουρᾶς διετίθετο, ὡς 4.3.4 ἐνῆν, τὴν φροντίδα. οἱ δὲ τῶν βασιλείων οἰκήτορες ἄστεων τούτων δὴ τῶν πεπραγμένων ἐν γνώσει γενόμενοι τὰς ψυχὰς ἐξεπλήττοντο, καὶ τῷ νεωτερισμῷ τῶν πραγμάτων ἐς τὰ μάλιστα τεθηπότες οὐκ εἶχον ὅ τι καὶ δράσωσιν· οἶδε γὰρ παράδοξον ἄκουσμα θολὸν ταῖς ψυχαῖς ἐξεργάζεσθαι καὶ τῇ ἀθρόᾳ ἐνδημίᾳ ταῖς ἀκοαῖς ἐνιέμενον ἅπασαν ἀνατροπὴν 4.3.5 λογισμῶν ἐμπορεύεσθαι. ἡμέρα δὲ τρίτη, καὶ Βινδόην τὸν δέσμιον, τὸν ᾿Ασπαβέδου μὲν υἱόν, πρὸς γένος δὲ συνημμένον Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ἐν χειροπέδαις τὴν εἱρκτὴν ἐνοικοῦντα καὶ ὑπὸ ῾Ορμίσδου εἰκῇ ποινηλατούμενον ὁ Βεστάμ, ὃς ἀδελφὸς τούτου ἐτύγχανεν ὤν, τῆς φρουρᾶς 4.3.6 ὑπεξῆγεν, ὑπόντος οὐδενὸς τοῦ κωλύοντος. ἐπεὶ δὲ γαλήνη τῶν ἀτυχημάτων γέγονε τῷ Βινδόῃ, πλῆθος οὗτος ἐκ τῶν περὶ τὸν Φεροχάνην εἰσβάλλει πρὸς τὰ βασίλεια ὑπὸ τρίτην 4.3.7 ἕω καὶ ἐντυγχάνει ῾Ορμίσδᾳ. οὗτος δὲ τὸν βασίλειον θρόνον περιεκάθητο, ἐσθὴς δ' αὐτῷ τύραννος ὁμοῦ καὶ βαρύτιμος, ἥ τε τιάρα χρυσῆ τε καὶ λιθοκόλλητος, ἐνέρσει ἀνθράκων ἀπολάμπουσα τῇ λαμπρότητι, περιερρεῖτο δ' αὐτῇ καὶ ὁ μαργαρίτης εἰς τὸ δαψιλές· τό τε κράνος καταυγαζόμενος τό τε σμαραγδόχλοον ὥραν ἐκύμαινεν, ὡς μικροῦ δεῖν συναπολιθοῦσθαι τὸν θεατὴν ὀφθαλμὸν τῷ ἀκορέστῳ τῆς κατα4.3.8 πλήξεως. ἀναξυρίδες δ' αὐτῷ χρυσοποίκιλοι, ἔργα ὑφάντου χειρὸς μεγατίμια. καὶ τοσαύτην εἶχεν ἡ στολὴ τὴν τρυφὴν ὁπόσην ἠβούλετο ἡ τῆς σοβαρότητος ἔφεσις. ἤρετο οὖν ὁ βασιλεὺς Βινδόην ὅπως τε αὐτῷ ἡ τῆς φρουρᾶς ἀπήντησεν ἀναχώρησις, τά τε τῆς τόλμης κινήματα, τῆς τε περιπόλου 4.3. δυνάμεως τί ἂν εἴη τὸ αὐτοσχέδιον. ὁ δ' εἰς εὐήκοον τοῦ βασιλέως ἐλοιδόρει τε καὶ ἐβλασφήμει ἐς τὸν ῾Ορμίσδαν, οὐκ ἐχούσης τὸ λοιπὸν πύλην τῆς γλώττης διὰ τὴν ἐκ τῆς ἀκοσμίας 4.3.10 παρρησίαν ἀκίνδυνον. μηδενὸς τοίνυν κατασυρίττοντος Βινδόου ἢ ὑπόντος τοῦ ἐπιπλήττοντος φειδοῖ τῆς βασιλικῆς τιμιότητος, ἤρετο τοὺς ἐν ἀξίᾳ τελοῦντας ῾Ορμίσδας, εἰ τού4.3.11 τοις ἥδεται τὸ παρεστηκός. πάντων δὲ καταβοώντων ῾Ορμίσδου, ὁ Βινδόης ἑλόμενος τῆς χειρὸς τὸν ῾Ορμίσδαν ἐξανιστᾷ τοῦ θρόνου ἀπεγύμνου τε τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ τοῖς 4.3.12 σωματοφύλαξιν ἐς φρουρὰν παρεδίδου. καὶ οὕτω τῆς τύχης τῆς περὶ τὸν Βινδόην ἀντιμεταβαινούσης ὁ ῾Ορμίσδας ἐξ ὧν ἔδρασεν ἔπασχεν, μαθὼν ὡς οὐ δεῖ λυμαίνεσθαι τοὺς οὐδὲν 4.3.13 ἀδικήσαντας. ὁ δὲ τούτου παῖς ὁ Χοσρόης καθαιρεθέντα τῆς βασιλείας τὸν ῾Ορμίσδαν ἀκηκοώς, τοὺς ἠθάδας χώρους ἀπολιπὼν ἐπὶ τὸ ᾿Αδραβιγάνων τὴν ἀπόδρασιν ἐπεποίητο δέει τῶν συμβεβηκότων ῾Ορμίσδᾳ κινδύνων, ὑποτοπήσας μή πού 4.3.14 γε καὶ ἐς αὐτὸν τὰ τῆς συμφορᾶς σχοίη διάβασιν. ὁ μὲν οὖν Βινδόης ἰχνηλάτει τὰ τοῦ Χοσρόου κινήματα· ἐπεὶ δ' ἀνερευνωμένῳ κατὰ νοῦν ἐχώρει τούτῳ τὰ πράγματα τοῦ τε Χοσρόου γέγονε κάτοχος, ἠξίου ἐπαναζεῦξαι τὸν παῖδα τὸν 4.3.15 βασίλειον θρόνον ληψόμενον. ὁ μὲν οὖν Χοσρόης ἐνέχυρον ὅρκον λαβὼν τῆς πιστώσεως ἐπανῆκεν ἐς τὰ βασίλεια. τῇ δ' ὑστεραίᾳ ῾Ορμίσδας ἄγγελον ἐκ τῆς φρουρᾶς ἀποστειλάμενος παρεδήλου ὡς ἐθέλοι τὰ συνοίσοντα λέξειν τῇ Περσῶν πολιτείᾳ, τούς τε σατράπας ἠξίου ὡς αὐτὸν παραγενέσθαι καὶ τοὺς ἐν ἀξίαις τελοῦντας καὶ ὑπεροχαῖς τούς τε τοῦ βασιλέως σωματοφύλακας ἅπαντας· μηδὲ γὰρ περὶ μικρῶν των λόγων 4.3.16 ὑπεῖναι αὐτῷ τὴν ὑπόθεσιν. τούτων τοιγαροῦν διαγγελθέντων τοῖς ἐξέχουσι τῶν βαρβάρων, ἐκκλησία πρὸς τὰ βασίλεια γίνεται. ὑπεξάγεται δὲ τῆς φρουρᾶς καὶ ὁ ῾Ορμίσδας, ὅπως τοῖς ἐπηγγελμένοις αὐτῷ πέρας προθήσοιτο. τοῦ τοίνυν ξυλλόγου συγκεκροτημένου