1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

45

καιροῦ τῇ τῶν Περσῶν βασιλείᾳ παράλογά πως παθήματα ἔκθεσίν τε ἀφηγημάτων κεκτημένα 3.8.10 οὐκ ἄκομψον. τοῦ γὰρ Βαρὰμ μὴ διαλυσαμένου πρὸς τὸν ῾Ορμίσδαν τὴν ἄρτι που ἐξαπιναίως ἔχθραν πηγάσασαν, ἐγκελεύεται ὁ τῆς Μηδικῆς μοναρχῶν, ὃν ῾Ορμίσδαν ἡ ἱστορία διέγραψεν, ἄρχοντί τινι τοῦ Μηδικοῦ πρὸς τὸν Βαρὰμ παραγενέσθαι, καὶ τῆς μὲν ἀρχῆς θᾶττον αὐτὸν παραλύσασθαι, χειροπέδαις δὲ τοῦτον ἐνεῖραι καὶ ἠτιμωμένως τοῖς ἀνα3.8.11 κτόροις θᾶττον αὐτὸν παραστήσασθαι. ὁ μὲν οὖν Σαράμης (τοῦτο γὰρ ὄνομα τῷ ὑπὸ τοῦ βασιλέως ἀπεσταλμένῳ) χειρωθεὶς ὑπὸ τοῦ Βαρὰμ καί τινι τῶν μεγίστων ἐλεφάντων παραδοθεὶς παρανάλωμα κατεστρέψατο τὸν βίον πικροτάτῳ 3.8.12 θανάτῳ· ῾Ορμίσδου δὲ καταπολεμηθέντος ὑπὸ Βαρὰμ τῆς τε βασιλείας καθαιρεθέντος, Χοσρόου τε τοῦ νεωτέρου τοῦ τοῦ ῾Ορμίσδα παιδὸς καταστασιασθέντος κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως κἀντεῦθεν προσκεχωρηκότος ῾Ρωμαίοις, ὁ γέρων ἐκεῖνος καὶ Περσικὸς διαλύεται πόλεμος εἰς δύο δεκάδας διατείνας ἐνιαυτῶν. 3..1 ᾿Αλλὰ πρὶν τά τε τῷ Βαρὰμ διαπραχθέντα τά τε συμβεβηκότα κατὰ τὴν Χοσρόου τοῦ νεωτέρου προσχώρησιν διεξοδικώτερον ἐπεξέλθωμεν, ἐπαναζεύξωμεν τὴν ἀφήγησιν ἐπὶ τὴν ᾿Ιουστίνου τοῦ νεωτέρου βασιλείαν, τὸν λόγον που 3..2 πρὸς τοὐπίσω μικρὸν ἀνακλίναντες· τὰς αἰτίας γὰρ ἐντεῦθεν λέξομεν τῆς Περσικῆς ταύτης καὶ πρεσβύτιδος μάχης. οὕτω γὰρ τῷ ἀπαραλείπτῳ τῶν ἀφηγημάτων οἱ τῆς ἱστορίας ὡραϊσθήσονται πίνακες. 3..3 ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκήρατον λῆξιν μεταχωρήσαντος, ἐννέα καὶ τριάκοντα ἔτεσι τὰ ῾Ρωμαίων διιθύναντος σκῆπτρα, γίνεται τῆς τῶν πραγμάτων ἡγεμονίας διάδοχος ᾿Ιουστῖνος ὁ νέος· ἀδελφιδοῦς δ' οὗτος ἐτύγχανεν 3..4 ὢν ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος. ἑβδόμῳ τοιγαροῦν ἐνιαυτῷ τῆς βασιλείας ᾿Ιουστίνου τοῦ νέου παρασπονδησάντων ῾Ρωμαίων τῇ τοῦ βασιλέως κουφότητι, τὰ τῆς εἰρηναίας εὐδαιμονίας διασπᾶταί τε καὶ περιρρήγνυται, ἐπεισάγεται δὲ ῾Ρωμαίοις καὶ Μήδοις ὁ πόλεμος, ἡ δεξαμενὴ τῶν κακῶν, τὸ πάντων τῶν δυστυχημάτων ὡς ἔστιν εἰπεῖν καταγώγιον, τὸ ἀρχέτυπον τοῦ βίου λυτήριον, ὃ σηπεδόνα τῶν ἀνθρωπίνων πραγμάτων ἀποκαλῶν τις οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. 3..5 αἳ δὲ συνθῆκαι πεντηκοντούτιδες ῾Ρωμαίοις καὶ Πέρσαις διωμολόγηντο, αὗται τῇ μεγάλῃ τοῦ βασιλέως ἀνοίᾳ διαφθείρονταί τε καὶ παρατέμνονται. κἀντεῦθεν ἡ ἀρχέκακος πρόοδος 3..6 τῶν ῾Ρωμαϊκῶν ἀτυχημάτων ἐγίνετο. καταιτιῶνται δὲ ῾Ρωμαῖοι τοὺς Πάρθους καὶ τοῦ πολέμου δημιουργοὺς ἀνεκήρυττον, φάσκοντες τοὺς ῾Ομηρίτας (᾿Ινδικὸν δὲ τὸ γένος καὶ ῾Ρωμαίοιςὑπήκοον) πρὸς ἀπόστασιν ὑπ' αὐτῶν ὑποπείθεσθαι, εἶτα μὴ νενικημένους ἐκείνους ταῖς εἰσηγήσεσι πάσχειν ὑπὸ Περσῶν δι' ἐφόδων ἀνήκεστα, τῆς εἰρήνης διακεχυμένης Πέρσαις 3..7 τε καὶ τῷ ῾Ρωμαϊκῷ πολιτεύματι. προσέτι γε χαλεπαίνοντες ἔφασκον ὅτι γε πρὸς ῾Ρωμαίους Τούρκων πρεσβευσαμένων τότε νῦν πρῶτον ὑποφθείρειν τοὺς ᾿Αλανοὺς χρήμασιν ἐπειράθησαν Πέρσαι, ἐφ' ᾧ δι' αὐτῶν ἰόντας ἀναιρεθῆναι τοὺς 3..8 πρέσβεις καὶ κωλύμην ἀποκληρώσασθαι τὴν διάβασιν, φιλαιτίως ῾Ρωμαῖοι τὸ πολεμεῖν ἀσμενίζοντες καὶ μικραῖς καὶ ἐξιτήλοις τισὶν ἀφορμαῖς μεγάλας προόδους κακῶν σφίσιν αὐτοῖς σοφιστεύοντες· οὐ γὰρ ὄνησιν αὐτοῖς τὸ φιλοπόλεμον 3.. προσεπόρισεν. Μῆδοι δὲ πατέρας τοῦ πολέμου ῾Ρωμαίους κηρύττοντες αἰτίας ταύτας προυτίθεσαν, τὸ ὑποδέχεσθαι τοὺς ᾿Αρμενίους ῾Ρωμαίους, ἐν ὑπηκόων μοίρᾳ Πέρσαις τυγχάνοντας καὶ ἐς τυραννίδα ἐληλακότας ἀνελόντας τε Σουρήνην κλιματάρχην ὑπὸ τοῦ Περσῶν βασιλέως τῆς 3..10 ᾿Αρμενίων πολιτείας γενόμενον· πρὸς ἐπὶ τούτοις τὸ μὴ ἐθέλειν ῾Ρωμαίους ἀν' ἔτος ἕκαστον πεντακοσίας λίτρας χρυσίου κατὰ τὸ εἰωθὸς κατατίθεσθαι, ἃς ᾿Ιουστινιανὸς ὁ βασιλεὺς ταῖς συνθήκαις διωμολόγησεν, οἷά περ ἀπαξιοῦντας 3..11 φορολογεῖσθαι ὑπὸ τοῦ Περσῶν βασιλέως. ὃ δ' ἦν οὐ τοῦτο, ἀλλ' ἐπὶ φρουρᾷ τῶν ὀχυρωμάτων ἐδίδοντο τῶν εἰς