1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

38

ποιούμενος τοῖς στρατεύμασιν. μετὰ τοίνυν ἡμέρας δύο οἱ ταγματάρχαι ἀπήντων τῷ στρατηγῷ ὡς ἀπὸ τριῶν σημείων τοῦ χάρακος, ναὶ μὴν καὶ οἱ 3.1.7 τῆς ἐκτάξεως ἅπαντες. ἔθος δὲ γεγηρακὸς ἐνευδοκίμει τῷ στρατοπέδῳ, τὸν μέλλοντα τὰς στρατηγίδας περιβαλέσθαι ἡνίας, ὁπηνίκα αὐτῷ τὰ στρατεύματα ὑπαντήσωσιν, ἀποβαίνειν τοῦ ἵππου καὶ διὰ μέσου χωρεῖν τοῦ ὁπλιτικοῦ καὶ φιλο3.1.8 φρονεῖσθαι τοῖς ἀσπασμοῖς τὸ στρατόπεδον. ὃ δὴ μὴ πεποιηκότος τοῦ Πρίσκου, ἀλλὰ καὶ πάνυ μὲν οὖν τοῦτον δὴ τὸν πρεσβύτην ἀποσκορακίσαντος νόμον, οὐ μετρίως ἔφερε τὴν ὕβριν τὸ στράτευμα. τῇ τοίνυν πρώτῃ τῆς πανηγύρεως ἡμέρᾳ 3.1. εἰρηναίως ὁ στρατηγὸς διετέλεσεν. τρίτης δ' ἡμέρας παρῳχηκυίας, καὶ τῆς τῶν στρατιωτικῶν σιτήσεων ἀπομειώσεως οὐκέτι ἐν παραβύστοις ἀλλ' ἐς τὸ φανερὸν γενομένης τῷ πλήθει παντί, ἀναρχίας ἀκμὴ λαμβάνει τὴν πρόοδον, καὶ πρὸς τῇ σκηνῇ τοῦ στρατηγοῦ τὰ πλήθη συρρέουσιν, ἃ μὲν λίθους ἐπιφερόμενα, ἃ δὲ καὶ ξίφη, ὡς ἑκάστῳ καθυπούργησεν ὁ καιρός. τοῦ δὲ ταράχου ὁ στρατηγὸς αὐτήκοος γέγονε 3.1.10 καὶ τὴν αἰτίαν διεπυνθάνετο. τῶν δὲ πρὸς τὴν πεῦσιν μηδὲν ἀποκρινομένων αὐτῷ πλὴν ἢ "ἀνατέτραπται πάσης τάξεως ἁρμονία, τοῦ στρατοπέδου ἀνηγεμονεύτου τυγχάνοντος," ἱδρῶτι περιερρεῖτο ὁ πολέμαρχος Πρίσκος καὶ φόβῳ πολλῷ συνεστέλλετο, διαπορουμένης αὐτῷ τῆς ψυχῆς ὅ τι καὶ 3.1.11 δράσειεν. τῷ μὲν οὖν Εἰλιφρέδᾳ τὸ θεανδρικὸν ἴνδαλμα παραγυμνώσας ἐδίδου (ἀχειροποίητον δὲ τοῦτο ῾Ρωμαῖοι κατονομάζουσιν), περινοστεῖν προστάξας τὸ στράτευμα, ὅπως αἰδοῖ τοῦ σεβάσματος ταπεινωθείη μὲν ὁ θυμός, τὰ δὲ τῆς ἀκο3.1.12 σμίας πρὸς τὸ σῶφρον τὴν μεταβολὴν ἀπενέγκοιτο. τοῦ δὲ πλήθους μηδὲν ἐντεῦθεν σωφρονιζομένου, ἀλλὰ καὶ βάλλοντος τὸ ἀπόρρητον λίθοις, εἰκότως ὁ στρατηγός, ἵππου τινὸς τῶν σωματοφυλάκων τοῦ βασιλέως περιτυχών, πρὸς φυγὴν ἐκδοὺς ἑαυτὸν παραδόξῳ σωτηρίᾳ τινὶ τὸν κίνδυνον παρεκρούσατο. 3.1.13 ἱπποφορβοῖς τοιγαροῦν προσομιλεῖ τοῖς τὰς ἵππους τὰς στρατιωτικὰς περιβόσκουσιν, κἀκείνων μετὰ μεγίστων κινδύνων τὰς χεῖρας διαφυγὼν τῶν Κωνσταντίνης πόλεως ἐπιβαίνει πυλῶν, ἄρτι τὰς διατριβὰς τοῦ Μονοκάρτων ἀπολιπών. 3.1.14 συνενδημεῖ τοιγαροῦν μετὰ τοῦ στρατηγοῦ τῇ πόλει καὶ θόρυβος. οἱ μὲν οὖν τῆς Κωνσταντίνης οἰκήτορες ἐπὶ τοῖς γεγονόσιν ἐκπεπληγμένοι τὰς ψυχὰς διετέλουν, ὁ δὲ στρατηγὸς τοῖς ἡγεμόσι τῶν πόλεων τοῖς τε τῶν φρουρίων ἐφεστηκόσι δι' ἐπιστολέων ἐνεχάραττε γράμματα, μηδὲν τῶν συνήθων ἀποστερεῖν τὰ στρατεύματα, μήτε δὲ καταπλαγῆναι 3.1.15 τὰς ψυχὰς τῇ ἀθρόᾳ τῶν γεγενημένων παρόδῳ· ἐξῄτει δὲ καὶ ἰατροῦ τέχνην ἐπιφανεῖσαν αὐτῷ φάρμακα τοῖς περὶ τὴν γαστροκνήμην ἕλκεσιν ἐπιτίθεσθαι· ἐδεινοπάθει γὰρ ἐπὶ τοῖς μώλωψιν, οὓς αὐτῷ ἡ τῶν λίθων φορὰ διενείματο. 3.2.1 Τὰ μὲν οὖν τῆς στάσεως τῷ στρατοπέδῳ διεμηνίετο. περισχίζεται γὰρ τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, λωποδυτεῖται δὲ παρὰ τοῦ πλήθους καὶ τὰ τῆς περιουσίας ὁ Πρίσκος, ἀποδιδράσκουσι δὲ καὶ οἱ τῶν συνταγμάτων ἡγεμονεύοντες, 3.2.2 καὶ ἐς μέγα κακοῦ τὰ τῆς ἀναρχίας ηὐξάνετο. μετ' οὐ πολὺ δὲ τὸν τῆς Κωνσταντίνης πρόεδρον ὁ στρατηγὸς εἰς τὸ στρατόπεδον πρεσβευτὴν διεπέμπετο κατισχυριζόμενος τὰ τῆς στρατιωτικῆς λύπης παρηγορεῖν, καὶ ὡς μετέθετο τὴν γνώμην ὁ αὐτοκράτωρ Μαυρίκιος, καὶ βασιλικὸν ἐπιφέρεται γράμμα ἐγκελευόμενον ἀναζευγνύναι πρὸς τὸ σύνηθες τὰς στρατιω3.2.3 τικὰς ἐπιδόσεις. ἐπεμέμφετο δὲ Φιλιππικῷ Πρίσκος ὁ στρατηγὸς καὶ τῆς ἀταξίας αὐτὸν διεθρύλει γεγονέναι πατέρα, ὡς εἰσηγητὴν τῆς μειώσεως τῶν στρατιωτικῶν ἐπιδόσεων Μαυρικίῳ γενόμενον. ταῦτα δ' εἰκῇ διερραψῴδει ὁ Πρίσκος. 3.2.4 ὁ μὲν οὖν ἱερεὺς ὁ πρέσβις ὡδοιπόρει καθὼς προσετέτακτο· τὰ δὲ στρατεύματα συναθροίζεται καὶ στρατηγὸν χειροτονεῖν ἐδοκίμαζεν. διά τοι τοῦτο μετάκλητον τὸν Γερμανὸν ποιησάμενοι καὶ εἰσαγώγιμον εἰς τὸ βουλευτήριον ἐνεγκάμενοι 3.2.5 ἠξίουν ἐγχειρίζειν αὐτῷ τὰς στρατηγίδας