1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

34

προκινδυνεύων ἀεί, ὁπότε που καὶ 2.16.2 σάλπιγγος ἐνυάλιον φωνούσης ᾐσθάνετο. οὗτος κατ' ἐκεῖνο 2.16.2 καιροῦ παρῴκει τὸ φρούριον. τοιγαροῦν ἔδοξε τῷ Βουσᾷ ἱππάζεσθαι ἐς τοὺς πέλας τοῦ φρουρίου λειμῶνας, εἶτά τι καὶ πορρωτέρω που παρεκτείνεσθαι ἅτε δὴ κυνηγετήσων πως 2.16.3 εὐδοκιμώτερον. οὐκοῦν τὸν Βουσᾶν οἱ βάροι συλλαμβάνουσιν, καὶ γέγονεν ὁ κυνηγέτης εἰς θήρατρον. ἐπεὶ δὲ κατέσχον, ἠπείλουν αὐτοῦ καθικέσθαι τῷ δόρατι. ὁ δ' ἐξῄτει μὴ τοῦτο ποιεῖν, λύτροις δὲ μᾶλλον τὸ ζῆν ἐμπορεύεσθαι· μὴ γὰρ ὀνήσειν τοὺς βαρβάρους τὸ τεθνάναι τὸν 2.16.4 Βουσᾶν καὶ δώρων ὑπερφρονῆσαι λαμπρῶν. εἰσεποιήσαντο τοίνυν οἱ βάρβαροι τὴν ὑπόσχεσιν καὶ τὴν ἐμπορίαν οὐκ ἀπηνήναντο. καὶ οὖν ἄγουσι τὸν ἑαλωκότα ἐπὶ τὸ φρούριον ἐπεκηρυκεύοντό τε τοὺς ἐν τῷ ὀχυρώματι πρὸ τῶν ὀφθαλμῶν ἀποσφάττειν τὸν Βουσᾶν, εἰ μὴ δώροις αὐτὸν καὶ φιλοφροσύνῃ τιμήσαιντο. ἠντιβόλει δὲ καὶ ὁ 2.16.5 Βουσᾶς μὴ περιορᾶν ῾Ρωμαίους αὐτὸν ὥσπερ ἐν μεταιχμίῳ τινὶ τῇ πλάστιγγι σωτηρίας καὶ θανάτου ταλαντευόμενον, καὶ ζυγοστατεῖν αὐτῷ ἀμοιβαίως ἱκέτευε χάριτας, μετὰ βοῆς τε καὶ δακρύων τὰς ἀριστείας ἀπεστόμιζεν, ἃς ὑπὲρ ῾Ρω2.16.6 μαίων διὰ μεγίστων κινδύνων ἀπεκληρώσατο, τόν τε τῶν ἄθλων κατάλογον ἀπεσχεδίαζεν, καὶ τοὺς ἀγῶνας ταῖς τοῦ σώματος ὠτειλαῖς ἀναγράπτους ἐδείκνυε τὰς ἐμφάσεις ὥσπερ τῶν πόνων ἐπιδεικνύμενος, καὶ τῶν πολεμίων βολῶν τρανέστερον ἀνεγύμνου τὰ σήμαντρα, καὶ συλλήβδην εἰπεῖν, ἐξ ὧν ἔπαθε τὸ μὴ παθεῖν ἠξίου παρὰ τῶν εὐεργετηθέντων 2.16.7 ἀποίσεσθαι. οἱ δὲ δυσανασχετοῦσιν ὑπό τινος διαφθαρέντες ἀνδρός, ὃν καὶ λόγος διεκωμῴδει τῇ τοῦ Βουσᾶ γυναικὶ ἐπικλόποις τισὶν ἡδοναῖς ὁμιλῆσαι. ἀτάρ τοι τοὺς βαρβάρους 2.16.8 ἠτιμωμένους ἀπεπέμποντο. ἐν μείζονι τοίνυν κινδύνῳ ὁ Βουσᾶς γενόμενος ἐλιπάρει τὸ βάρβαρον ἀναβολήν τινα μικρὰν τὰ τοῦ θανάτου λαβεῖν, καὶ μισθὸν τῆς τέως ἀνακωχῆς παραδιδόναι τοῖς βαρβάροις τὸ φρούριον· δεῖν γὰρ ᾤετο προπαθεῖν τοὺς ἐπιλήσμονας χάριτος καὶ προμεταλήψεσθαι τῆς συμφορᾶς τὸ ἀπάνθρωπον, ἵνα πρῶτον καθ' ἑαυτοῦ τὸ 2.16. κακὸν σχοίη τὴν πρόοδον. ἐπεὶ δὲ μείζονος ἐπαγγελίας τετύχηκε τὸ πολέμιον, ἱλαρώτερον πρὸς φιλανθρωπίαν ἐγίνετο, ὠχύρου τε ὅρκῳ τὸν Βουσᾶν περισώζειν, μὴ μὴν ἀναιρεῖν, φυσικῷ δὲ θανάτῳ τὴν ἐξουσίαν χαρίζεσθαι, ὁπόταν ἐθέλοι τὸν ἐκείνου διαλύεσθαι σύνδεσμον· οὐ γὰρ ἐπιφέρειν αὐτῷ τὸν τεχνητὸν τοῦτον καὶ ἐπίκτητον θάνατον, εἴγε πέρας 2.16.10 αὐτῷ τὰ τῆς ὁμολογίας προσδέξηται. καὶ δῆτα ὁ Βουσᾶς τοὺς ᾿Αβάρους ἐδίδασκε συμπήγνυσθαι πολιορκητικόν τι μηχάνημα ἔτι τῶν τοιούτων ὀργάνων ἀμαθεστάτους ὑπάρ2.16.11 χοντας, ἀκροβολίζειν τε παρεσκεύαζε τὴν ἑλέπολιν. καὶ μετ' οὐ πολὺ τὸ φρούριον κατεβέβλητο, καὶ δίκας ὁ Βουσᾶς ἀπανθρωπίας εἰσέπραττε δεινόν τι διδάξας τοὺς βαρβάρους πρὸς πολιορκίαν τεχνούργημα. ἐντεῦθεν γὰρ πλείστας λοιπὸν τῶν ῾Ρωμαϊκῶν πόλεων ἀμογητὶ τὸ πολέμιον παρεστή2.16.12 σατο τῷ ἀρχετύπῳ σοφίσματι προσχρησάμενον. μενοῦνγε τῇ Βερόῃ προσπίπτει καὶ πλεῖστον παρανάλωμα χρόνου ζημιωθὲν καὶ μεγάλοις πόνοις προσομιλῆσαν τὸ τέρμα τῶν ἀγώνων ἀστεφάνωτον ἀπεφέρετο, τῶν τὴν πόλιν περιοικούντων ἀντιπαραταξαμένων γεννικώτερον. ὅμως χρήμασιν ὀλίγοις τισὶ τὴν ὁμαιχμίαν ἠλλάξαντο· τοῦτο γὰρ ἦν αὐτῷ πιθανὸν τῆς ἀστοχίας ἐγκάλυμμα. 2.17.1 περικάθηται δὲ καὶ τὴν ∆ιοκλητιανοῦ πόλιν κατὰ τὸ καρτερόν, ἀντετάξατο δὲ καὶ ἡ πόλις ἐς τὰ μάλιστα καὶ προσβάλλειν ἀπεῖργεν ἐπ' ἀδείας· καταπέλτας γὰρ ἐν τοῖς τείχεσιν ἀνεστήσατο ἄλλα τε ἀμυντήρια, καὶ ἀπρόσιτον ἦν τοῖς βαρβάροις ἐξ ὑπογύου 2.17.2 συμπλέκεσθαι. ἀπῄει τοίνυν ἀσχάλλων, καὶ τὸ δὴ λεγόμενον, τὸ τοῦ λύκου παθών· κεναῖς γὰρ ἐκεχήνει ἐλπίσιν. παρευθὺ δ' ἐπὶ τὴν Φιλίππου πόλιν μετέβαινε καὶ περιβὰς τὸ πόλισμα ἐνήθλει λαβεῖν. ἀντεμάχοντό τε οἱ τοῦ ἄστεος ἐντρεχέστερον 2.17.3 καὶ πολλοὺς τραυματίας ἔκ τε τῶν περιβόλων καὶ τῶν ἐπάλξεων ἐποιήσαντο,