1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

111

ζωογονίας. διόπερ τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντάπασιν ἐναντιουμένης, ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγητέον. Οἰνοπίδης δὲ[οι] ταῦτά φησιν, κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα τὰ κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ 7.17.36 δὲ χειμῶνος ἐναντίως θερμά. καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν βαθέων φρεάτων κατανοήσεως· κατὰ γὰρ τὴν τοῦ χειμῶνος ἀκμὴν θερμὰ τὰ ἐν τοῖς βαθυτάτοις φρέασιν εὑρίσκεται 7.17.37 ὕδατα, θέρους δὲ ὑπόντος τοὐναντίον. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι, κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ τὴν γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦ7.17.38 σθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύμην ἀνεμποδίστως. ἀλλὰ καὶ πρὸς τοῦτο ῥητέον. πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασιν, παραπλησίως δὲ τὰς ῥύσεις ποιούμενοι, οὐκ ἔχουσι τὴν ἀνάβασιν τῷ Νείλῳ ἀνάλογον· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, ἐν δὲ τῷ θέρει λήγοντες ἐλέγχουσι τοῦ Οἰνοπίδου τὸ ψεῦδος. 7.17.3 ᾿Αγαθαρχίδης δὲ ὁ Κνίδιος μόνος τοῦ κρασπέδου τῆς ἀληθείας κεκράτηκεν. ἔφησε γὰρ ἀν' ἔτος ἕκαστον ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν μεγάλους καὶ συνεχεῖς γίνεσθαι ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς ἰσημερίας τῆς ἐν μετοπώρῳ γινο7.17.40 μένης καθ' ἕκαστα. εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν τῶν ἑαυτοῦ, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. μαρτύριον δὲ τοῖς ὑπ' αὐτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους 7.17.41 τῆς ᾿Ασίας προφέρεται. πρὸς μὲν γὰρ τοῖς τόποις τῆς Σκυθίας τῆς πρὸς τὸν Καύκασον παρακεχωρηκότος χρόνου καθ' ἕκαστον ἔτος γίνεσθαι νιφετοὺς ἐξαισίους, καὶ τοῦτο συνεχῶς ἐπὶ πλείστας ἡμέρας· ἐν δὲ τοῖς πρὸς βορρᾶν ἀπεστραμμένοις μέρεσι τῆς ᾿Ινδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν 7.17.42 καταφέρεσθαι τῷ μεγέθει καὶ τῷ πλήθει μεγάλην. ἀλλὰ καὶ περὶ τὸν ποταμὸν τὸν ῾Υδάσπην ἀρχομένου θέρους ὄμβρους γίνεσθαι συνεχεῖς, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθ' ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν ὑπόστασιν κυκλουμένην 7.17.43 ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. οὐδὲν οὖν εἶναι παράδοξον καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν οἰκουμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσι καταρράττοντας ὄμβρους ἐν τῷ θέρει πληροῦν τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρούσης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων 7.17.44 βαρβάρων. εἰ δὲ τοῖς παρ' ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτο ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρ' ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατ' ἐκείνην δὲ τὴν χώραν βληχρὰς 7.17.45 καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς. καὶ τοῦ ἡλίου πρὸς τὸν βόρειον ἀποκλίνοντος πόλον συμβαίνει τοὺς ὄμβρους τῷ παρ' ἡμῖν θέρει τῇ Αἰθιοπίᾳ προσγίνεσθαι, καὶ ἐντεῦθεν λαμβάνειν τὸν Νεῖλον τὴν αὔξησιν, καὶ ἔμπαλιν πρὸς τὸν νότιον ἀναζεύξαντος πόλον πρὸς συστολὴν τὸν Νεῖλον ὁρᾶν. 7.17.46 Περὶ μὲν οὖν τῆς πληρώσεως τοῦ ποταμοῦ ἐπὶ τοσοῦτον, ἵνα μὴ τὸν σκοπὸν τῆς ἱστορίας νοθεύσωμεν· ἤδη δὲ ὑπενέγκαι ἀκόλουθα τῶν ἀφηγημάτων νύττειν τὸν λόγον. ἐπαναζεύξας τοίνυν ἐκ τῆς ᾿Αλεξανδρείας ὁ Μηνᾶς ἔγραψε Μαυρικίῳ τῷ αὐτοκράτορι ὅπως ἡ ἐπιφάνεια τῶν ἀνθρωπομόρφων καὶ Νειλῴων <ζώων> ἐγένετο. ὁ δὲ αὐτοκράτωρ τούτων ἀκηκοὼς λίαν τὴν ψυχὴν κατεπέπληκτο.

8.τ.1 ΙΣΤΟΡΙΑ Ηʹ