1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

116

θέρους ἐπείγοντος ἀκοὴ γίνεται Μαυρικίῳ τῷ αὐτοκράτορι ὡς ἐπίτηδες ὁ Χαγάνος ἀναβολὴν τῷ πολέμῳ παρέσχετο, ὅπως ὑπορρεμβομένης τῆς ῾Ρωμαίων πληθύος 8.5. ἀθρόᾳ κινήσει τινὶ τοῖς περὶ τὸ Βυζάντιον ἐπισταίη. καὶ οὖν τὴν ᾿Αδριανούπολιν καταλιπεῖν τῷ στρατηγῷ ἐγκελεύεται 8.5.10 περί τε τὸν ῎Ιστρον προστάττει τὰς διαβάσεις ποιήσασθαι. ὁ μὲν οὖν Πέτρος κατὰ τῆς Σκλαυηνίας πληθύος στρατοπεδεύεσθαι παρεσκεύαζεν ἔγραψέ τε Βωνώσῳ· ἀνὴρ δὲ οὗτος τῶν σωματοφυλάκων τοῦ βασιλέως ἐπιφανής, ὃν σκρίβωνα 8.5.11 εἴωθε τὰ πλήθη ἀποκαλεῖν· τοῦτον γὰρ ἐδέησε κατ' ἐκεῖνο καιροῦ διακονεῖσθαι Πέτρῳ τῷ στρατηγῷ. ἡ δὲ τοῦ γράμματος ἀξίωσις ἦν ἐφ' ᾧ τὰς τῶν ῾Ρωμαίων πορθμίδας χορηγεῖν 8.5.12 ταῖς δυνάμεσιν, ὅπως τὸν ποταμὸν διανήξονται. τοῦ δὲ μαχίμου ὁ Πέτρος τὸν Γούδουϊν ὑποστράτηγον προεστήσατο. τοίνυν ὁ Γούδουϊς τὸν ποταμὸν διαβὰς στόματι μαχαίρας πλήθη πολεμίων ἀνεῖλεν, αἰχμαλωσίας δὲ κρατήσας πολλῆς μεγάλην περιβάλλεται εὔκλειαν. οἱ μὲν οὖν ῾Ρωμαῖοι ἐπανήκειν διὰ τοῦ ποταμοῦ εἰς τὴν ἑαυτῶν ἐπειρῶντο, ὁ δὲ Γούδουϊς 8.5.13 τοῦτο ποιεῖν αὐτοὺς διεκώλυε τέως. ἀτὰρ τὰς ῾Ρωμαίων ἐφόδους ὁ Χαγάνος μεμαθηκὼς τὸν ᾿Αψὶχ μετὰ στρατοπέδων ἐξέπεμπεν, ὅπως τὸ τῶν ᾿Αντῶν διολέσειεν ἔθνος, ὃ σύμμαχον ῾Ρωμαίοις ἐτύγχανεν ὄν. 8.6.1 τούτων δὴ γιγνομένων, ἀποστατοῦσι τῶν ᾿Αβάρων πλήθη τινὰ αὐτομολεῖν τε τῷ αὐτοκράτορι κατηπείγοντο. ταράττεται οὖν ἐπὶ τῷ ἀκούσματι ὁ Χαγάνος, καὶ περιδεὴς γεγονὼς πολὺς ἦν ἀντιβολῶν καὶ σοφιστεύων μεθόδους πολλὰς ἀντιμεταστῆσαι τὴν ἀποστατήσασαν δύναμιν. 8.6.2 ῞Ωρας τοίνυν μετοπωρινῆς ἐνδημούσης, καὶ Μαυρικίου τοῦ αὐτοκράτορος ἐνοχλοῦντος τὸν Πέτρον ἐν ταῖς τῶν Σκλαυηνῶν χώραις τὰς ῾Ρωμαϊκὰς δυνάμεις τὸν τοῦ χειμῶνος ἐνδιατρῖψαι καιρόν, τῶν τε ῾Ρωμαίων βαρυνομένων ἐπὶ τῇ τοῦ βασιλέως βουλῇ διά τε τὴν λείαν αὐτὴν διά τε τὴν τῆς ἵππου ταπείνωσιν, ἔτι γε μὴν καὶ διὰ τὸ πλήθη βαρβάρων περικυμαίνειν τὴν χώραν τὴν ἀντιπέρας τοῦ ῎Ιστρου, καὶ τοῦ στρατηγοῦ τὸ βασιλικὸν κρατύνοντος πρόσταγμα, στάσις 8.6.3 μεγίστη τοῖς στρατεύμασι γίγνεται. ὁ μὲν οὖν Μαυρίκιος διὰ πυκνῶν συλλαβῶν ἐπετίθετο Πέτρῳ τοῦτο τοὺς ῾Ρωμαίους ποιήσασθαι, οἱ δὲ ῾Ρωμαῖοι ἀντιπεριΐσταντο πρὸς συντονωτέραν ἀπόφασιν. διὸ τὸν ποταμὸν παροδικῶς διενήξαντο. ἐπεὶ δὲ τοῦτο ἐγένετο, ἀφικνοῦνται ἐν Παλαστόλῳ, μεγίστῳ θυμῷ 8.6.4 τὰς ψυχὰς μεθυσθέντες. ὁ δὲ Πέτρος στρατοπεδεύεται ὡς ἀπὸ δέκα σημείων τοῦ χάρακος. καὶ οὖν ὁ στρατηγὸς διαγανακτῶν ταῖς δυνάμεσιν ἐς ἀπόνοιαν ἄλογον ἔβλεπεν οὐκ 8.6.5 ἠξίου τε τῷ ὁπλιτικῷ συναυλίζεσθαι. τρίτη δὲ ἡμέρα, καὶ τῷ Γούδουϊ ἔφησεν· ἃ δὲ ἔφησε ταῦτα ἐκεῖνά ἐστιν, δόξαι κατ' ὄναρ βασιλικὰς ἐπιπεμφθῆναι αὐτῷ συλλαβάς, τὴν δὲ 8.6.6 τῆς ἐπιστολῆς προγραφὴν ἔχειν ἐπὶ λέξεως οὕτως· "ὁ κύριος ἡμῶν ᾿Ιησοῦς ὁ Χριστός, ὁ ἀληθινὸς θεός, ἡ θεία χάρις, ὁ τῶν ἐκκλησιῶν προεστὼς τὰ ἐλλείποντα ἀναπληροῖ εἰς τὸ πᾶσι συμφέρον καὶ προΐστησιν ἐπὶ τοῦ παρόντος τόνδε τῆς νέας δεσπότην." διηπορεῖτο τοίνυν ὁ Πέτρος καὶ ἤσχαλλεν, ἠδημόνει τε καὶ ἐστροβεῖτο περικυκώμενος πάντοθεν, τίνες 8.6.7 εἴησαν ἂν αἱ τῶν φανέντων ἐνυπνίων ἐκβάσεις. ὁ μὲν οὖν Γούδουϊς καταπλαγεὶς ἐπί τε τῷ ταράχῳ τοῦ πλήθους ἐπί τε <ταῖς> τῶν ὀνείρων ἐκφάσεσιν ἀφωνίᾳ κατείχετο. τῇ δὲ ὑστεραίᾳ μεταποιοῦσιν αἱ δυνάμεις τὸν χάρακα, καὶ τὰ ῎Ασημα παραμείψαντες (φρούριον δὲ τοῦτο) γίνονται ἐν Κουρίσκᾳ, ὅθεν διαπορθμίσασθαι ἤμελλον εἰς τὰς τῶν βαρβάρων σκηνώσεις· ἦσαν γάρ τι μικρὸν μεταβεβληκότες τὸ 8.6.8 φρύαγμα. ἐν ταύταις γοῦν ταῖς ἡμέραις ἐναυπηγοῦντο ἀγγεῖα. καὶ τούτου δὴ γιγνομένου ὑετοὶ ἐπιπίπτουσι λάβροι, συνεπιτίθεται δὲ καὶ ψύχους ἐπιβολή. ταύτῃ δῆτα ἐπιστασιάζει τὸ πλῆ8.6. θος μὴ βουλόμενον τὸν ποταμὸν διανήξασθαι. πέμπουσι τοίνυν πρὸς τὸν Πέτρον εἴκοσι σημεῖα ἀπῳκισμένον τοῦ χάρακος πρέσβεις οἱ ῾Ρωμαῖοι ὀκτώ, ἐξ ὧν ἐτύγχανεν ὢν καὶ Φωκᾶς ὁ