1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

64

ὁ Βαράμης τούς τε σατράπας καὶ τοὺς περιβλέπτους τῆς Βαβυλωνίας ἐφιλοφρονεῖτο θεραπείας τε ἠξίου, ἀναλαβών τε τὴν βασιλικὴν πᾶσαν ἀποσκευήν, ὅσην Χοσρόης ὁ τῶν Περσῶν ἐπεσύρετο βασιλεύς, ἀφικνεῖται πρὸς τὰ ἀνάκτορα· διακρίνας τε ἐκ τοῦ ὁπλιτικοῦ ἄνδρας εἰς ἔκταξιν λογάδας ἀνερευνᾶσθαι Χοσρόην προσέταττε δέσμιόν τε ὡς 4.12.2 αὐτὸν παραστήσασθαι. οἱ μὲν οὖν διητυχηκότες τῶν ὑπὸ τοῦ Βαρὰμ προστεταγμένων αὐτοῖς Βινδόῃ περιτυγχάνουσιν, ὃς ἔχαιρεν ἐς τὰ μάλιστα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ. τοῦτον δεσμοῖς καθυβρίσαντες ἄγουσι παρὰ τὸν Βαρὰμ ἑβδομαῖον. 4.12.3 ὁ δὲ Βαρὰμ τὴν Περσῶν βασιλείαν σφετεριζόμενος καὶ τῷ ταύτης καταπυρπολούμενος ἔρωτι ἐς τὸ φανερὸν τὰς τῆς ψυχῆς ἐπιβουλὰς οὐ παρεδείκνυεν, δεδιὼς μὴ τοῦ γε ἕνεκεν φωραθείη τέως τὴν ὅλην τῶν πεπραγμένων αὐτῷ ὑπόθεσιν 4.12.4 συστησάμενος· ἤρα δὲ δόγμασι συγκλήτου τὴν ἀρχὴν ἐμπορπήσασθαι καὶ τὴν ἀνάρρησιν τοῦ κράτους περιβαλέσθαι συννόμῳ βίᾳ τινί, ἐντεῦθεν τὴν μὲν βασιλείαν ἀνεπονείδιστον, τὴν δ' αὖ πάλιν ἐγχείρησιν ἀνεπιβούλευτον ἑαυτῷ σοφιζό4.12.5 μενος. ἐπεὶ δὲ πάντα ῥᾳδιουργῶν καὶ παλαμώμενος ἀπίθανος ἦν σοφιστὴς τοῦ βουλήματος, ἐχαλέπαινέ τε τοῖς μάγοις τἀναντία φρονοῦσιν. τῆς τοίνυν ὀρέξεως αὐτῷ μηδαμῶς ἀπολαβούσης τοῦ σκοποῦ τὴν βαλβῖδα, χωρεῖ ἐς τὸ φανερόν. 4.12.6 τῆς μεγάλης τοιγαροῦν καὶ ἐπιφανοῦς ἐνδημούσης αὐτοῖς 4.12.6 ἑορτῆς, ἣν ἑορτάζειν οὐρανῷ παλαιὸς καὶ πρεσβύτης νόμος Πέρσαις ἐθέσπιζεν, τὸ βασιλικὸν διάδημα ἀνελόμενος ἀνηγόρευεν ἑαυτὸν βασιλέα τῇ τε χρυσῇ κατηυγάζετο κλίνῃ, τοῖς τε κατὰ τὴν Μαρτύρων ἀναστρεφομένοις βαρβάροις ἔχεσθαι ἐγκρατῶς τῆς φρουρᾶς ἐγκελεύεται καὶ ἥκιστα τὸν νοῦν 4.12.7 Χοσρόῃ παρέχεσθαι. τοῖς τοίνυν τὸ ἄστυ πολιορκοῦσι ῾Ρωμαίοις ἡ τοῦ Βαρὰμ διαναγόρευσις δῆλος γίνεται· ἥλω γὰρ 4.12.8 ὁ τὰ προστάγματα τοῦ τυράννου περιφερόμενος. μενοῦνγε Χοσρόης ἐπὶ τὴν λεγομένην ῾Ιερὰν πόλιν ἀφίκετο, οὐδὲ μὴν Κομεντίολος ὁ στρατηγὸς ἀγέραστον καταλέλοιπε τὸν τέως τῆς βασιλείας χηρεύοντα· οὕτω γὰρ ἔδοξε Μαυρικίῳ τῷ αὐτοκράτορι, καὶ τὸ δόγμα μετεχώρει πρὸς πρᾶξιν. οὐκοῦν ἐπὶ τὸ Βεδαμᾶς, οὕτω χωρίον λεγόμενον, ἐς συνάντησιν γίνεται Κομεντίολος Χοσρόῃ τήν τε παρασκευὴν βασίλειον 4.12. αὐτῷ συστησάμενος ἐδορυφόρει μεγαλουργῶς. ἐνάτη δ' ἡμέρα, καὶ τοῖς ἐν Μαρτυροπόλει φρουροῦσι Πέρσαις ἄγγελον ὁ Χοσρόης ἐξέπεμπεν ἄνδρα σατράπην Μιραγδοῦν, οὕτω λεγόμενον, τάς τε νεωτέρας τύχας καταδηλῶν, καὶ ὡς οὐ μετὸν αὐτοῖς τῆς πόλεως ἔχεσθαι, τῆς τοῦ αὐτοκράτορος μεγαλο4.12.10 νοίας ἀπομάχους καὶ φίλους Πέρσας μεταπλαττούσης. Βεστὰμ δὲ τῶν παρὰ Πέρσαις διαφανῶν κατὰ τὴν ᾿Αρμενίαν ἀπέστελλεν ἐς τὸ ᾿Αδραβιγάνων ἐγκελευόμενος γενέσθαι καὶ τοὺς αὐτόθι ἐνδιατρίβοντας Πέρσας ὑπηκόους αὐτῷ καταστήσασθαι. 4.13.1 καὶ ταῦτα μὲν οὕτως ἐς τὸ φανερὸν διεπράττετο· οἷα δὲ κέρκωψ πεφυκὼς τὴν διάνοιαν καὶ πάντα τοῦ δόλου τιθέμενος δεύτερα, τὸν τῆς φιλοξενίας ἀθετήσας θεσμὸν καὶ τοὺς ἅλας τῆς φιλοφροσύνης ὑπὸ τὰς πτέρνας καταβαλόμενος πεμπταῖον ἐξέπεμπεν ἄγγελον τοῖς τὴν Μαρτύρων πόλιν περικαθημένοις Χαλδαίοις, ἐγκελευόμενος ἔχεσθαι τῆς φρουρᾶς κάρτα κομιδῇ καὶ τοῖς ἐς τὸ φανερὸν προσταττομένοις αὐτῷ μὴ προσέχειν τὸν νοῦν· φαῦλον γὰρ τὸ φῦλον τὸ Περσικόν, καὶ βίος αὐτῷ δόλος καὶ τῦφος καὶ κόμπος ἀνέκαθεν. 4.13.2 ἀναβολῆς τοίνυν τῆς περὶ τὴν βασιλείαν καθόδου τέως ἐγγινομένης αὐτῷ, ἐνεχείρει ἐς βασιλέα γενέσθαι ῾Ρωμαίων. ὁ μὲν οὖν Μαυρίκιος τὴν Χοσρόου ἔφεσιν διαγνοὺς γράμμασι βασιλείοις τὴν ἐς αὐτὸν ἐνδημίαν ἐνέκοπτε δόξης ὑπερορῶν τήν τε τοῦ συνοίσοντος ἐπίδοσιν Χοσρόῃ πραγματευόμενος· διενοεῖτο γὰρ ὡς οὐ δεῖ πόρρω τῆς Περσῶν πολιτείας μεταχωρῆσαι Χοσρόην, ἵνα μὴ τῷ Βαρὰμ πάγιον ἐντεῦθεν τὸ 4.13.3 τῆς τυραννίδος καθιδρυθείη ἐγχείρημα. ἦρος δ' ἀρχομένου ὁ Χοσρόης πρέσβεις ἐς βασιλέα ἐξέπεμπεν. ὁ μὲν οὖν αὐτοκράτωρ