1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

23

κληρωσάμενοι. "ὁ γὰρ πόλεμος" ἔφασκον "οὐκ ἐπίδηλα τὰ κινήματα κέκτηται, ἅτε φιλοποίκιλος ὢν καὶ πολύμορφος· φύσις γὰρ αὐτῷ ταῖς μεταβολαῖς ἐμβατεύειν μίαν πίστιν τὸ ἄπιστον ἔχοντι. τὸ δ' ἐκ τύχης ἐντεῦθεν ἀπαίσιον τῆς ἐκ τῆς ἐπιτεύξεως εὐπραγίας ἐς τὸ ἀπειρο2.3.12 πλάσιον ὑπερβέβηκεν." καὶ πείθουσι τὸν στρατηγὸν βραχύ τι μεταμεῖψαι τὴν στάσιν. τὸ δὲ πεδίον, ἔνθα ἐχειρουργεῖτο ὁ πόλεμος, Σολάχων ὠνόμαστο ἀπὸ χωρίου τινὸς γειτνιά2.3.13 ζοντος τὴν ὁμωνυμίαν ἀράμενον. ἐντεῦθεν καὶ Θεόδωρος, ὃν Ζητονούμιον ἀπεκάλουν Βυζάντιοι, ὁ καὶ τὴν παρὰ ῾Ρωμαίοις μαγιστερίαν διανύσας ἀρχήν, ἕκαθεν τὸ γένος ἐφέρετο· ναὶ δῆτα καὶ Σολομὼν ἐκεῖνος, ὁ τοῦ βασιλέως εὐνοῦχος, ὁ τὸν Καρχηδόνιον πόλεμον ἐν Λιβύῃ παραταξάμενος, ὅτε τὸν αὐτοκρατορικὸν δίφρον ᾿Ιουστινιανὸς διεκόσμησεν. καὶ ταῦτα Προκοπίῳ τῷ συγγραφεῖ ἐν τῷ πτυκτίῳ τῆς ἱστορίας ἐγγέγραπται. 2.4.1 ᾿Επεὶ δ' αἱ τοῦ Περσικοῦ φάλαγγες τοῖς ῾Ρωμαϊκοῖς λόφοις προσέμιξαν, Βιτάλιος ὁ ταξίαρχος τὴν ἀντίθετον θᾶττον διέλυσε δύναμιν προκύψας τῶν ἄλλων θρασύτερον τάξεων. ἀτὰρ μέγιστον φόνον εἰργάσατο τήν τε Περσικὴν ἀποσκευὴν ἐχειρώσατο, ἣν σύνηθες ῾Ρωμαίοις τῇ ἐπιχωρίῳ φωνῇ τοῦλδον 2.4.2 ἀποκαλεῖν. οὕτω μέντοι τὸ νενικηκὸς περὶ τὴν λείαν ἠσχόλητο. ὁ δὲ στρατηγὸς διηπορεῖτό τε καὶ ἐχαλέπαινε ταῦτα 2.4.3 δὴ τὰ τῆς ἀκοσμίας θεώμενος. καὶ οὖν ἔμφρονα βουλὴν ἐσχεδίασε καὶ τὸ κράνος (ἐπίσημον δ' ἄρα τοῦτο ἦν καὶ κατάδηλον) τῆς ἑαυτοῦ κορυφῆς ἀπεκδὺς Θεοδώρῳ τῷ ᾿Ιλιβινῷ περιτέθεικεν· δορυφόρος δ' οὗτος τοῦ στρατηγοῦ. εἶτα προστάττει τῷ ξίφει παῖσαι τοὺς ἐμπορευομένους τὰ λάφυρα. ὃ δὴ καὶ γεγονὸς ἐς τὰ μάλιστα ὤνησε τὴν παρά2.4.4 ταξιν. οἱ δ' ὑπονοήσαντες τὸν στρατηγὸν περινοστεῖν καὶ λωποδυτοῦντας αὐτοὺς ἐπανορθοῦσθαι τοῦ σφάλματος πρὸς τὴν μάχην τὴν φροντίδα μετέθεντο καὶ τῶν πολεμικῶν μετελάμβανον πόνων. τὸ δ' ἀντίπαλον διασπασθὲν ἐς τὴν μέσην τῶν Περσῶν διεσώζετο μοῖραν, οὗ ἦν ὁ Καρδαριγὰν τὴν 2.4.5 ἐπιστασίαν ποιούμενος. βαθυτέρου γοῦν τοῦ μέσου κέρατος τῶν Περσῶν γεγονότος διὰ τὴν ἐπιπρόσθησιν τοῦ ἀποδράντος εὐωνύμου κέρατος, χαλεπῶς ἂν εἶχε διενεγκεῖν ἡ ῾Ρωμαίων ἀντίπαλος δύναμις, εἰ μὴ τῶν ἵππων ἀποβάντες αὐτῶν 2.4.6 κατασυστάδην τὰς συμπλοκὰς ἐποιήσαντο. αἱ μὲν οὖν μεσώταται φάλαγγες ἐξήρκουν μαχόμεναι, καὶ ὁ πόλεμος αὐταῖς ἐμηκύνετο, ὡς συμβαίνειν ἐπὶ τῶν λειψάνων ἑστάναι τὸ παραταττόμενον, τῆς ἐπιφανείας τῆς γῆς περικαλυπτομένης 2.4.7 διὰ τὴν ἐπιπολάζουσαν τῶν τεθνεώτων συνέχειαν. ὡς δὲ τὸ κακὸν ἀτελεύτητον ἦν, θεία τις διάνοια κατεδιαίτησε τοῦ ἀλλοφύλου ἑτεραλκέα ποιουμένη τὴν μάχην, καὶ φωνὴ περιίπταται ῾Ρωμαίους μεγάλῳ τῷ ἀπηχήματι ἐγκελευομένη τὴν ἵππον κεντεῖν τὴν πολέμιον. πείθονται τοιγαροῦν ῾Ρωμαῖοι τούτῳ δὴ τῷ προστάγματι καὶ κρατοῦσι τῆς ἀντιμετώπου 2.4.8 δυνάμεως. τὴν δὲ φωνὴν ἀπὸ Στεφάνου τοῦ λοχαγοῦ προελθεῖν τὸ ῾Ρωμαϊκὸν ὑπενόησεν, καὶ μετὰ τὸν πόλεμον ἐπυνθάνοντο ῾Ρωμαῖοι, εἰ προβολεὺς αὐτὸς ἐκεῖνος ὁ Στέ2.4. φανος ἐτύγχανεν ὢν τοῦ στρατηγήματος. ὁ δ' ἀπηνήνατο καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖτο, μηδέποτε τοιαύτης ἐπιβολῆς τὸ σόφισμα προενέγκασθαι· οὐ γὰρ ἐντεῦθεν ἤθελε θηρᾶσθαι τὴν εὔκλειαν καὶ θεῖά τινα μελετήματα εἰς οἰκείαν παραμορ2.4.10 φῶσαι ἀγχίνοιαν. ὁ δὲ τρίτος λόφος ὁ ῾Ρωμαίων, ταὐτὸν δ' εἰπεῖν ὁ εὐώνυμος, τὴν ἐναντίαν κεραίαν συνέχεεν, καὶ τὸ σωζόμενον ἐμβριθῶς ἐδιώκετο ἄχρι τοῦ ∆αρὰς δυοκαίδεκα 2.4.11 σημεῖα τοῦ χώρου ἀπῳκισμένου τῆς παρατάξεως. τοίνυν οὕτω λαμπρῶν τῶν ῾Ρωμαϊκῶν γινομένων τροπαίων, ἐγνωσιμάχει τὸ βάρβαρον καὶ πρὸς φυγὴν μετετίθετο. τὸ δ' ἀποδρὰν τῆς μέσης μοίρας τῆς Περσικῆς ἅμα τῷ σφῶν αὐτῶν στρα2.4.12 τηγῷ ἔν τινι βουνῷ ἀποκλίνει τὸν κίνδυνον. ἐπεὶ δὲ τὸ ῾Ρωμαϊκὸν ἠκηκόει ἐν τῷ βουνῷ τινας τῶν πολεμίων τεθηπέναι τε καὶ τὸ κεκρατηκὸς ὑποστέλλεσθαι, διεστεφάνου εὐθὺς τὸ ἐχύρωμα καὶ αὐτομολεῖν τὸ πολέμιον